361
καθὼς τιμᾶται ὁ πατήρ· ἐντεῦθεν Εὐνόμιος δουλείας ἐπάγει τῷ κυρίῳ γραφήν, κυριεύεσθαι λέγων τὸν τοῦ παντὸς ἐξημμένον τὸ 3.8.46 κράτος. ἆρ' ἀμφίβολος ἡμῖν τοῦ πρακτέου ἡ αἵρεσις ἢ παρ' ὀλίγον ἐστὶν ἡ τοῦ λυσιτελεστέρου διάκρισις; ἀτιμάσω Παύλου τὴν συμβουλήν, ὦ Εὐνόμιε; ἀπιστοτέραν ἡγήσομαι τῆς σῆς ἀπάτης τὴν τῆς ἀληθείας φωνήν; ἀλλ' Εἰ μὴ ἦλθον καὶ ἐλάλησα, φησίν, αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. ἐπεὶ οὖν αὐτὸς ἐλάλησεν αὐτοῖς, ἀληθῶς λέγων ἑαυτὸν εἶναι κύριον, οὐχὶ ψευδῶς ὀνομάζεσθαι (εἰμὶ γάρ, φησίν, οὐχὶ ὀνομάζομαι), τί ἀναγκαῖον ποιεῖν ᾧ ἀναπόδραστός ἐστιν ἐκ τοῦ προγνῶναι ἡ τιμωρία; 3.8.47 Ἀλλ' ἴσως πάλιν ἡμῖν πρὸς ταῦτα τὴν συνήθη σοφίαν ἀντιπροβάλλεται καὶ λέξει τὸν αὐτὸν καὶ δουλεύειν καὶ κύριον εἶναι, ὑπὸ μὲν τοῦ κρατοῦντος κυριευόμενον, τῶν δὲ λοιπῶν κυριεύοντα. λέγεται γὰρ τὰ σοφὰ ταῦτα κατὰ τὰς τριόδους παρὰ τῶν ἐραστῶν τῆς ἀπάτης περιφερόμενα, οἳ διὰ τῶν ἀνθρωπίνων περιστάσεων τὰς ματαίας ἑαυτῶν ὑπο λήψεις περὶ τὸ θεῖον κρατύνουσιν· ἐπειδὴ γὰρ αἱ κατὰ τὸν βίον τοῦτον συντυχίαι τῶν τοιούτων ἡμῖν πραγμάτων τὰ ὑποδείγματα φέρουσιν, οἷον ἐπ' οἰκίας ἔστιν εὐπορωτέρας ἰδεῖν τὸν δραστικώτερόν τε καὶ εὐνούστερον τῶν ὁμοδούλων προτεταγμένον, προστάγματι τοῦ δεσπότου τὴν κατὰ τῶν ὁμοτίμων ὑπεροχὴν λαχόντα, ταύτην μετάγουσιν ἐπὶ τὰ θεῖα δόγματα τὴν διάνοιαν, ὥστε τὸν μονογενῆ θεὸν ὑπε ζευγμένον τῇ δυναστείᾳ τοῦ ὑπερέχοντος μηδὲν ἐμποδίζεσθαι τῇ τοῦ δυναστεύοντος ἐξουσίᾳ πρὸς τὴν τῶν καταδεεστέρων 3.8.48 ἡγεμονίαν. ἀλλ' ἡμεῖς ἐρρῶσθαι φράσαντες τῇ τοιαύτῃ σοφίᾳ κατὰ τὸ ἡμέτερον τῆς διανοίας μέτρον τὸν περὶ τούτου λόγον διασκεψώμεθα. ἆρα τὸν πατέρα φύσει κύριον ὁμολογοῦσιν ἢ διὰ χειροτονίας τινὸς πρὸς τοῦτο ἐλθεῖν; ἀλλ' οὐκ οἶμαι εἰς τοῦτο μανίας ἐλθεῖν τὸν καὶ ὁπωσοῦν διανοίας μετέχοντα, ὡς μὴ φύσει προσμαρτυρεῖν τῷ θεῷ τῶν ὅλων τὴν κυριότητα. ὃ γὰρ ἁπλοῦν τῇ φύσει καὶ ἀμερὲς καὶ ἀσύνθετον, ὅπερ ἂν τύχῃ ὄν, ὅλον διόλου τοῦτό ἐστιν, οὐκ ἐκ μεταβολῆς τινος ἕτερον ἐξ ἑτέρου γινόμενον, 3.8.49 ἀλλ' ἐν ᾧ ἐστι διαμένον πρὸς τὸ ἀΐδιον. τί οὖν καὶ περὶ τοῦ μονογενοῦς ὑπειλήφασιν; ἆρα ἁπλῆν αὐτοῦ τὴν οὐσίαν ὁμολογοῦσιν ἤ τινα καὶ σύνθεσιν περὶ αὐτὴν ἐννοοῦσιν; εἰ μὲν οὖν ποικίλον τι χρῆμα καὶ πολυμερὲς εἶναι τοῦτον νομίζουσιν, οὐδὲ τὸ ὄνομα πάντως τῆς θεότητος αὐτῷ συγχωρήσουσιν, εἰς ὑλώδεις τινὰς καὶ σωματικὰς ὑπολήψεις τὸ περὶ τοῦ Χριστοῦ δόγμα μετάγοντες· εἰ δὲ ἁπλοῦν εἶναι συντίθενται, πῶς ἔστι τῇ ἁπλότητι τοῦ ὑποκειμένου τὴν τῶν ἐναντίων συνδρομὴν ἐνθεωρῆσαι; ὡς γὰρ τῆς ζωῆς καὶ τοῦ θανάτου ἄμεσός ἐστιν ἡ πρὸς τὸ ἐναντίον ἀντιδιάστασις, οὕτως ἡ κυριότης πρὸς τὴν δουλείαν ἄμικτός ἐστι καὶ 3.8.50 ἠλλοτριωμένη τοῖς ἰδιάζουσιν. οὐ γὰρ ἄν τις ἑκάτερον τούτων ἐφ' ἑαυτοῦ θεωρῶν τὸν ἴσον ἀμφοτέροις ἁρμόσειε λόγον· ὧν δὲ ὁ λόγος οὐχ ὁ αὐτός, τούτων καὶ ἡ φύσις πάντως διάφορος. εἰ οὖν ἁπλοῦς κατὰ τὴν φύσιν ὁ κύριος, πῶς ἂν γένοιτο περὶ τὸ ὑποκείμενον ἡ τῶν ἐναντίων δι πλόη, δουλείας συνανακιρναμένης τῇ κυριότητι; ἀλλ' εἰ κύριος κατὰ τὴν τῶν ἁγίων διδασκαλίαν ὁμολογεῖται, ἀμέτ οχον αὐτὸν εἶναι τοῦ ἐναντίου ἡ ἁπλότης τοῦ ὑποκειμένου μαρτύρεται· εἰ δὲ δουλεύειν αὐτὸν ἀποφαίνονται, μάτην αὐτῷ τὸ ὄνομα προσμαρτυροῦσι τῆς κυριότητος. τὸ γὰρ ἁπλοῦν τῇ φύσει πρὸς τὰ ἐναντία τῶν ἰδιωμάτων οὐ δια 3.8.51 σχίζεται. εἰ δὲ τὸ μὲν εἶναί φασιν αὐτὸν τὸ δὲ λέγεσθαι, τῇ φύσει μὲν δοῦλον, τῷ ὀνόματι δὲ κύριον, ῥηξάτωσαν ἐν παρρησίᾳ τοιαύτην φωνήν, καὶ ἀναπαύσουσιν ἡμᾶς τῶν μακρῶν περὶ τὴν ἀντίρρησιν πόνων. τίς γὰρ οὕτως ἐν τοῖς ματαίοις εὔσχολος, ὡς τὰ φανερά τε καὶ ἀναμφίβολα διὰ λογισμῶν ἐξελέγχειν; οὐδὲ γὰρ εἴ τις ἑαυτοῦ καταμηνύσειε τοῦ φόνου τὸ μίασμα, πόνος τις ὑπολείπεται τοῖς κατηγόροις δι' ἀποδείξεών τινων ἄγειν τὴν μιαιφονίαν εἰς ἔλεγχον. οὕτω καὶ ἡμεῖς οὐκέτι τὸν ἐκ τῆς ἐξετάσεως ἔλεγχον τοῖς ἐναν τίοις ἐποίσομεν, ὅταν μέχρι τούτου τῇ ἀσεβείᾳ προέλθωσιν. 3.8.52 ὁ γὰρ δοῦλον τῇ φύσει λέγων τὸν μονογενῆ θεὸν ὁμόδουλον ἑαυτῷ τοῦτον δι' ὧν λέγει κατασκευάζει. ἐκ