362
δὲ τούτου διπλῆ ἡ ἀτοπία κατ' ἀνάγκην συνενεχθήσεται. ἢ γὰρ καταφρονήσει τοῦ ὁμοδούλου καὶ τὴν πίστιν ἀρνήσεται, τὸν ζυγὸν τῆς τοῦ Χριστοῦ δεσποτείας ἀποσεισάμενος, ἢ ὑπο κύψει τῷ δούλῳ καὶ ἀποστραφεὶς τὴν αὐτοκρατῆ τε καὶ ἀδέσποτον φύσιν τρόπον τινὰ ἑαυτὸν ἀντὶ θεοῦ σεβασθή 3.8.53 σεται. εἰ γὰρ ἐν δουλείᾳ μὲν ἑαυτόν, ἐν δουλείᾳ δὲ ὁρᾷ καὶ τὸ σέβασμα, πρὸς ἑαυτὸν ἀτεχνῶς βλέπει ὁ ἄλλον ἑαυτὸν ἐν τῷ σεβάσματι βλέπων. ἀλλὰ μὴν τὰ ἄλλα πάντα, ὅσα κατ' ἀνάγκην τῇ κακίᾳ ταύτῃ συνθεωρεῖται τοῦ δόγματος, τίς ἂν ἐξαριθμήσαιτο λόγος; τίς γὰρ οὐκ οἶδεν ὅτι ὁ δοῦλος τῇ φύσει καὶ πρὸς δεσποτικὴν ἀνάγκην ἠσχο λημένος οὐδὲ τοῦ κατὰ τὸν φόβον πάθους ἐκτὸς ἂν εἴη; συνέζευκται γάρ πως τῇ φύσει τῆς δουλείας ὁ φόβος. καὶ τούτου μάρτυς ὁ θεῖος ἀπόστολος εἰπὼν ὅτι Οὐκ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον. ὥστε καθ' ὁμοιότητα τῶν ἀνθρώπων καὶ τὸ κατὰ τὸν φόβον πάθος ἐπιθρυλή σουσι τῷ ὁμοδούλῳ θεῷ. 3.8.54 Ἀλλ' ὁ μὲν τῆς αἱρέσεως θεὸς τοιοῦτος. ἡμεῖς δὲ οἱ κατὰ τὸν ἀπόστολον ἐπ' ἐλευθερίᾳ παρὰ Χριστοῦ κλη θέντες τοῦ τῆς δουλείας ἡμᾶς ἐλευθερώσαντος, ὅσα φρονεῖν παρὰ τῶν γραφῶν ἐδιδάχθημεν, δι' ὀλίγων ἐκθήσομαι. ἐγὼ γὰρ ἐκ τῆς θείας διδασκαλίας ὁρμώμενος θαρρῶν ἀποφαίνομαι ὅτι οὐδὲ ἡμᾶς δούλους εἶναι ὁ θεῖος βούλεται λόγος, μετασκευασθείσης ἡμῖν πρὸς τὸ κρεῖττον τῆς φύ σεως, καὶ ὁ πάντα λαβὼν τὰ ἡμέτερα, ἐφ' ᾧτε ἀντιδοῦναι τὰ ἴδια, ὡς τὰς νόσους καὶ τὸν θάνατον καὶ τὴν κατάραν καὶ τὴν ἁμαρτίαν, οὕτω καὶ τὴν δουλείαν ἀνέλαβεν, οὐχ ὡς αὐτὸς ἔχειν ἃ ἔλαβεν, ἀλλ' ὡς ἐκκαθᾶραι τῶν τοιού των τὴν φύσιν, ἐξαφανισθέντων ἐν τῇ ἀκηράτῳ φύσει τῶν 3.8.55 ἡμετέρων. ὡς οὖν οὐκ ἔσται κατὰ τὴν ἐλπιζομένην ζωὴν οὐ νόσος, οὐ κατάρα, οὐχ ἁμαρτία, οὐ θάνατος, οὕτως εἰς ἀφανισμὸν καὶ ἡ δουλεία μετὰ τούτων διελεύσεται. καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, αὐτὴν πρὸς μαρτυρίαν καλῶ τὴν ἀλήθειαν, ἥ φησι πρὸς τοὺς μαθητὰς ὅτι Οὐκέτι καλῶ ὑμᾶς δούλους, ἀλλὰ φίλους. εἰ οὖν τὸ καθ' ἡμᾶς ἔσται ποτὲ τοῦ τῆς δουλείας ὀνείδους ἐλεύθερον, πῶς ὁ τοῦ παντὸς δεσπότης ὑπὸ τῆς παραπληξίας τε καὶ μανίας τῶν ἐξεστηκότων τούτων καταδουλοῦται, οἳ κατὰ τὸ ἀκόλουθον πάντως οὐδὲ γινώσκειν αὐτὸν τὰ τοῦ πατρὸς διορίζονται διὰ τὴν περὶ τῶν δούλων ἀπόφασιν, ἥ φησιν ὅτι Ὁ δοῦλος οὐκ 3.8.56 οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ; ἀλλ' ὅταν ταῦτα λέγωσιν, ἀκουσάτωσαν ὅτι πάντα ἐν ἑαυτῷ τὰ τοῦ πατρὸς ὁ υἱὸς ἔχει, καὶ πάντα βλέπει ὅσα ὁ πατὴρ ποιεῖ, καὶ οὐδὲν τῶν πατρικῶν ἀγαθῶν ἔξω τῆς τοῦ μονογενοῦς ἐστι γνώσεως. πῶς γὰρ ἄν τι τοῦ πατρὸς μὴ ἔχοι, ὅλον ἔχων ἐν ἑαυτῷ τὸν πατέρα; οὐκοῦν εἰ δοῦλος μὲν οὐ γινώσκει τί ποιεῖ ὁ δεσπότης, ὁ δὲ πάντα ἐν ἑαυτῷ τὰ τοῦ πατρὸς ἔχει, νη ψάτωσάν ποτε οἱ τῇ μέθῃ παράφοροι καὶ ἀναβλεψάτωσαν νῦν γοῦν πρὸς τὴν ἀλήθειαν, ὅτι ὁ πάντα ἔχων ὅσα ὁ πατὴρ ἔχει δεσπότης πάντων καὶ οὐχὶ δοῦλός ἐστι. πῶς γὰρ δύναται ἡ ἀδέσποτος ὑπόστασις δουλικὸν ἔχειν ἐφ' ἑαυτῆς χαρακτῆρα καὶ ὁ τοῦ παντὸς βασιλεὺς μὴ ὁμό τιμον ἔχειν ἑαυτῷ τὴν μορφήν; ἢ πῶς ἡ ἀτιμία τῆς ἀλη θινῆς ἀπαυγάζεται δόξης; ἀτιμία γάρ ἐστιν ἡ δουλεία. 3.8.57 πῶς δὲ ὁ τοῦ βασιλέως υἱὸς εἰς δουλείαν γεννᾶται; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. ἀλλ' ὡς φῶς ἐκ φωτὸς καὶ ζωὴ ἐκ ζωῆς καὶ ἐξ ἀληθείας ἀλήθεια, οὕτως καὶ ἐκ κυρίου κύ ριος, βασιλεὺς ἐκ βασιλέως, ἐκ θεοῦ θεός, ἐξ ἀδεσπότου ἀδέσποτος· ὅλον γὰρ ἔχων ἐν ἑαυτῷ τὸν πατέρα, εἴ τι ὁ πατὴρ ἔχει ἐν ἑαυτῷ, πάντως ἔχει· καὶ ἐπειδὴ πάντα τοῦ πατρός ἐστιν ὅσα ὁ υἱὸς ἔχει, ἀνάγκη πᾶσα παρὰ τῶν ἐχθρῶν τῆς τοῦ θεοῦ δόξης, εἴπερ ὁ υἱὸς δοῦλος, καὶ τὸν 3.8.58 πατέρα εἰς δουλείαν κατάγεσθαι. οὐδὲν γὰρ ἔστι τῶν ἐν τῷ υἱῷ θεωρουμένων, ὃ μὴ τοῦ πατρός ἐστι πάντως. Πάντα γάρ, φησί, τὰ ἐμὰ σὰ καὶ τὰ σὰ ἐμά. τί οὖν ἐροῦσιν οἱ δείλαιοι; τί [οὖν] εὐλογώτερον, τὸν υἱὸν τῇ βασιλείᾳ τοῦ πατρὸς ἐνδοξάζεσθαι, τὸν εἰπόντα ὅτι Τὰ σὰ ἐμὰ καὶ δεδό ξασμαι ἐν αὐτοῖς, ἢ τὸν πατέρα τῇ ἀτιμίᾳ τῆς δουλείας τοῦ υἱοῦ καθυβρίζεσθαι; οὐ γὰρ ἔστι τὸν πάντα τὰ τοῦ υἱοῦ ἐν ἑαυτῷ περιέχοντα καὶ αὐτὸν ἐν τῷ υἱῷ ὄντα μὴ καὶ ἐν τῇ δουλείᾳ τοῦ υἱοῦ πάντως εἶναι καὶ ἐν ἑαυτῷ τὴν δουλείαν