363
ἔχειν. ταῦτα κατορθοῖ διὰ τῆς σοφίας Εὐνό μιος, δι' ὧν καθυβρίζει τῇ δουλείᾳ τὸν κύριον, τὴν αὐτὴν ἀτιμίαν τῇ ἀκηράτῳ δόξῃ τοῦ πατρὸς προστριβόμενος. 3.8.59 Ἀλλ' ἐπαναδράμωμεν πάλιν ἐπὶ τὴν τῶν γεγραμμένων ἀκολουθίαν. τί λέγει περὶ τοῦ μονογενοῦς ὁ Εὐνόμιος; ὅτι 20οὐκ οἰκειοῦται ταύτην τὴν ἀξίαν. ἀξίαν20 γὰρ ὀνομάζει τὴν τοῦ ὄντος προσηγορίαν. ὢ παραλόγου φιλο σοφίας. τίς τῶν πώποτε γεγονότων ἀνθρώπων εἴτε παρ' Ἕλλησιν εἴτε παρὰ τῇ βαρβαρικῇ φιλοσοφίᾳ, τίς τῶν καθ' ἡμᾶς, τίς τῶν ἐν παντὶ τῷ χρόνῳ 20ἀξίαν20 ὄνομα τῷ ὄντι ἔθετο; πᾶν γὰρ τὸ ἐν ὑποστάσει θεωρούμενον ἡ κοινὴ τῶν λόγῳ κεχρημένων συνήθεια "1εἶναι"2 λέγει· παρὰ δὲ τὸ εἶναι ἡ τοῦ ὄντος ἐπωνυμία παρεσχημάτισται. ἀλλὰ νῦν καινοτομεῖται κατὰ τῆς τοῦ ὄντος σημασίας ἡ τῆς 20ἀξίας20 3.8.60 φωνή. λέγει γὰρ τὸν υἱὸν μὴ οἰκειοῦσθαι τὴν τοῦ ὄντος ἀξίαν τὸν διὰ τὸν πατέρα ὄντα καὶ ζῶντα, οὔτε <τὴν> γραφὴν ἔχων τοῦ λόγου προστήσασθαι οὔτε διά τινος ἀκο λουθίας πρὸς τὴν ἄνοιαν ταύτην προαγαγὼν τὸν λόγον, ἀλλ' ὥς τινα φυσώδη τροφὴν τοῖς σπλάγχνοις ἐνθέμενος ἀκατάσκευόν τε καὶ ἀσυλλόγιστον οἷόν τι πνεῦμα δυσῶδες 3.8.61 τὴν βλασφημίαν ἐρεύγεται. 20οὐκ οἰκειοῦται20, φησί, 20ταύ την τὴν ἀξίαν20. δεδόσθω τὸ ὂν 20ἀξίαν20 κατονομάζεσθαι· τί οὖν ὁ ὢν οὐκ οἰκειοῦται τὸ εἶναι; ὅτι, φησί, διὰ τὸν πατέρα ἐστίν. οὐκοῦν μὴ εἶναι λέγεις τὸν τὸ εἶναι μὴ οἰκειούμενον; τὸ γὰρ 20μὴ οἰκειοῦσθαι20 τῷ ἀλλοτριοῦσθαι ταὐτὸν σημαίνει, καὶ πρόδηλος ἡ τῶν σημαινομένων ἀντι διαίρεσις. τό τε γὰρ οἰκεῖον οὐκ ἀλλότριον καὶ τὸ ἀλλό τριον οὐκ οἰκεῖον. ὁ οὖν 20μὴ οἰκειούμενος20 τὸ εἶναι ἠλλοτρίωται πάντως τοῦ εἶναι. ὁ δὲ τοῦ εἶναι ἀλλότριος 3.8.62 ἐν τῷ εἶναι οὐκ ἔστιν. ἀλλὰ τὴν ἀνάγκην τῆς ἀτοπίας ταύτης ἐπήγαγεν εἰπὼν 20τῆς καὶ τούτου κυριευούσης οὐσίας πρὸς ἑαυτὴν ἑλκούσης τὴν τοῦ ὄντος ἔννοιαν20. τούτου δὲ τὸ μὲν κατὰ τὴν σύμφρασιν ἀσυν άρτητον σιωπάσθω, τὸ δὲ σπουδαζόμενον ἐν τοῖς λεγο μένοις ἐξεταζέσθω. τίνος ἀποδείξαντος λόγου τὸ κυριεύειν τοῦ μονογενοῦς τὴν τοῦ πατρὸς οὐσίαν πάλιν ἐκ τῆς πλη θώρας ἡμῖν προσερεύγεται; τίς εὐαγγελιστὴς τούτου προ έστη τοῦ λόγου; τίς ἔφοδος διαλεκτική, ποῖαι προτάσεις, τίνες κατασκευαὶ τὸ κυριεύεσθαι τὸν μονογενῆ θεὸν διὰ 3.8.63 τίνος ἀκολουθίας ἀπέδειξαν; ἀλλὰ πρὸς ἑαυτὴν ἕλκει, φησίν, ἡ τοῦ κυριεύουσα οὐσία τὴν τοῦ υἱοῦ ὄντος ἔννοιαν. τί βούλεται αὐτῷ ὁ ἑλκηθμὸς τοῦ ὄντος καὶ πῶς προσερρίφη τοῖς εἰρημένοις ἡ τοῦ 20ἕλκειν20 λέξις; κρινεῖ πάντως ὁ ἐπεσκεμμένος δύναμιν λόγων. ἀλλὰ καὶ τοῦτο σιγήσομεν, ἐκεῖνον δὲ πάλιν τὸν λόγον ἀναληψόμεθα, ὅτι οὐ δίδωσιν εἶναι κατ' οὐσίαν ᾧ τὸ ὄνομα τοῦ ὄντος οὐ καταλείπει. καὶ τί μάτην σκιαμαχεῖ περὶ τοῦ μὴ ὄντος μαχόμενος ὡς τοιοῦδε ὄντος; τὸ γὰρ μὴ ὂν οὔτε ὅμοιόν τινι πάντως ἐστὶν οὔτε ἀνόμοιον. ἀλλὰ διδοὺς τὸ εἶναι ἀπαγορεύει τὸ λέγε σθαι. ὢ κενῆς ἀκριβείας, ἐν τῷ μείζονι συγχωροῦντα μι 3.8.64 κρολογεῖσθαι περὶ τὸν ψόφον τοῦ ῥήματος. πῶς δὲ ὁ 20κυριεύων20, ὥς φησι, τοῦ υἱοῦ 20πρὸς ἑαυτὸν ἕλκει τοῦ ὄντος τὴν ἔννοιαν20; εἰ μὲν γὰρ τὴν ἑαυτοῦ οὐσίαν ἕλκειν φησὶ τὸν πατέρα, περιττὸς οὗτος ὁ ἑλκηθμός· πάρ εστι γὰρ αὐτῷ τὸ εἶναι καὶ μὴ ἑλκόμενον· εἰ δὲ τοῦ υἱοῦ τὸ εἶναι παρὰ τοῦ πατρός φησιν ἕλκεσθαι, πῶς ἀποσπασθή σεται τοῦ ὄντος τὸ εἶναι καὶ πρὸς τὸν ἕλκοντα μεταχωρήσει, κατιδεῖν οὐκ ἔχω. ἆρα μὴ τὴν Σαβελλίου πλάνην φαντά ζεται, ὡς οὐκ ὄντος τοῦ υἱοῦ καθ' ἑαυτόν, τῇ δὲ τοῦ πατρὸς ὑποστάσει προσαλιφέντος, καὶ τοῦτο βούλεται αὐτῷ τὸ 20ἕλκεσθαι τὴν τοῦ ὄντος ἔννοιαν20 παρὰ τῆς τοῦ υἱοῦ κυριευούσης οὐσίας; ἢ εἶναι καθ' ὑπόστασιν τὸν υἱὸν οὐκ ἀρνούμενος τῆς τοῦ ὄντος αὐτόν φησι σημασίας ἀπο μερίζεσθαι; καὶ πῶς ἔστι διαζευχθῆναι τῆς τοῦ εἶναι δια νοίας τὸ ὄν; ἕως γὰρ ἂν ᾖ πᾶν ὅπερ ἂν ᾖ, μὴ εἶναι ὃ ἔστι φύσιν οὐκ ἔχει. 3.9.1 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. 20αὐτοῦ20, φησί, 20τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπω νυμίαν. ὁ γὰρ τὴν τοῦ ἀγαθοῦ πρόσρησιν μόνῳ προσήκειν διδάξας ἐκείνῳ τῷ καὶ τῆς σφετέ ρας καὶ πάσης ἀγαθότητος αἰτίῳ καὶ πᾶν