364
τό τε ὂν καὶ γινόμενον ἀγαθὸν ἐπ' ἐκεῖνον φέ ρων σχολῇ γ' ἂν τῶν ποτε γενομένων οἰκειώ σαιτο τὴν ἐξουσίαν καὶ τὴν τοῦ ὄντος ἐπωνυ μίαν20. ἕως μὲν οὖν τισι προκαλύμμασιν ὑποκρύπτων τὴν βλασφημίαν ταῖς τῶν λογισμῶν περιόδοις κατὰ τὸ λεληθὸς τοὺς ἀπατωμένους προσήγετο, προσέχειν ᾤμην δεῖν τὸν νοῦν τοῖς κατὰ τὸ λανθάνον κακουργουμένοις καὶ ὡς ἦν 3.9.2 οἷόν τε παραγυμνοῦν τῷ λόγῳ τὸν ὄλεθρον. ἐπεὶ δὲ παντὸς ἀπατηλοῦ προσωπείου τὸ ψεῦδος ἀπογυμνώσας λαμπρὰν ἐπὶ λέξεως τὴν βλασφημίαν ἐκτίθεται, περιττὸν ἡγοῦμαι τοῖς οὐκ ἀρνουμένοις τὴν ἀσέβειαν τοὺς διὰ τῶν λογισμῶν ἐλέγ χους ἐπάγων μάταιον ὑπομένειν ὄχλον. τί γὰρ ἂν πλέον εὑρεθείη παρ' ἡμῶν εἰς τὴν τῆς κακονοίας ἀπόδειξιν; οἷόν ἐστιν τὸ ἐκ τοῦ προχείρου παρ' αὐτῶν ἐν τοῖς γεγραμμέ νοις ἐπιδεικνύμενον. μόνον ἄξιον τῆς τοῦ ἀγαθοῦ προσ ηγορίας φησὶ τὸν πατέρα, μόνῳ ἐκείνῳ τὴν τοιαύτην ἐπω νυμίαν ὀφείλεσθαι, ὡς καὶ τοῦ υἱοῦ συντιθεμένου τὸ μόνῳ 3.9.3 προσήκειν ἐκείνῳ τὴν ἀγαθότητα. ἀπολελόγηται ὑπὲρ ἡμῶν ὁ κατήγορος. τάχα γάρ τις ἐπηρεαστὴς ἐν τοῖς κατόπιν ἐνομιζόμην τοῖς ἐντυγχάνουσιν, ἐν οἷς ἀπεδείκνυον ἀλλό τριον τῆς πατρικῆς ἀγαθότητος τοὺς χριστομάχους κατα σκευάζειν τὸν κύριον· ἀλλὰ νῦν οἶμαι διὰ τῆς τῶν ἐναν τίων ὁμολογίας ἀποδεδεῖχθαι τὸ μὴ συκοφαντικῶς ἡμᾶς τὸ τοιοῦτον ἔγκλημα τοῖς ἐχθροῖς ἐπιφέρειν. ὁ γὰρ μόνῳ τῷ πατρὶ κατ' ἀξίαν ὀφείλεσθαι τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν λέγων κἀκείνῳ μόνῳ προσήκειν εἰπὼν τὴν τοιαύτην φωνὴν τὴν περιεσταλμένην ἐν τοῖς προάγουσι πονηρίαν νῦν ἀνα κεκαλυμμένῳ δημοσιεύει τῷ λόγῳ. μόνῳ φησὶ τῷ πατρὶ 3.9.4 προσήκειν τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν. ἆρα μετὰ τῆς ἐγκει μένης τῇ φωνῇ σημασίας ἢ διεζευγμένην τῆς οἰκείας ἐμ φάσεως; εἰ μὲν οὖν τὸ ὄνομα τοῦ ἀγαθοῦ μόνον ἀνατίθησι τῷ πατρὶ κατ' ἐξαίρετον, ἐλεεινὸς ἂν εἴη τῆς ἀλογίας, ῥή ματος διακένου ψόφον τῷ πατρὶ χαριζόμενος· εἰ δὲ τὸ νόημα τὸ διὰ τοῦ ἀγαθοῦ σημαινόμενον μόνῳ προσήκειν οἴεται τῷ θεῷ καὶ πατρί, βδελυκτὸς ἂν εἴη τῆς ἀσεβείας, τῶν Μανιχαίων τὴν νόσον ἐπὶ τῶν ἰδίων δογμάτων ἀνανεού 3.9.5 μενος. ὡς γὰρ ὑγεία καὶ νόσος, οὕτως καὶ ἀγαθότης καὶ πονηρία ταῖς ἀλλήλων ἀναιρέσεσι παρυφίστανται, ὥστε τὴν τοῦ ἑνὸς ἀπουσίαν ὕπαρξιν τοῦ ἑτέρου γίνεσθαι. εἰ οὖν μόνῳ τῷ πατρὶ προσήκειν λέγει τὴν ἀγαθότητα, ἀποκλείει ταύτης πᾶν ὅτιπέρ ἐστιν ἐν τοῖς οὖσι παρὰ τὸν πατέρα νοούμενον, ὥστε τοῖς πᾶσι καὶ τὸν μονογενῆ θεὸν τοῦ ἀγα θοῦ συναπείργεσθαι. ὡς γὰρ ὁ μόνον γελαστικὸν εἶναι λέγων τὸν ἄνθρωπον τὸ μηδὲν τῶν λοιπῶν ζῴων τῆς ἰδιό τητος ταύτης μετέχειν συνενεδείξατο, οὕτως ὁ ἐν μόνῳ τῷ πατρὶ τὸ ἀγαθὸν εἶναι ἀποφηνάμενος χωρίζει τὰ πάντα τῆς 3.9.6 κατὰ τὸ ἀγαθὸν ἰδιότητος. εἰ οὖν μόνος ὁ πατὴρ κατ' ἀξίαν ὀφειλομένην ἔχει τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν, καθώς φησιν ὁ Εὐνόμιος, οὐδενὶ τῶν ἄλλων ἡ τοιαύτη φωνὴ κυ ρίως ἐφαρμοσθήσεται. πᾶσα δὲ προαίρεσις ὁρμητικὴ ἤτοι κατὰ τὸ ἀγαθὸν ἐνεργεῖται πάντως ἢ πρὸς τὸ ἀντικείμενον φέρεται. τὸ γὰρ πρὸς οὐθέτερον ἐπιρρεπῶς ἔχειν ἢ τῶν ἀψύχων ἴδιον ἢ τῶν ἀναισθήτων ἐστίν. εἰ τοίνυν μόνος ὁ πατὴρ ἀγαθὸς οὐκ ἐπίκτητον ἔχων ἀλλ' ἐν τῇ φύσει τὴν ἀγαθότητα, οὐ κοινωνεῖ δὲ τῷ πατρὶ τῆς φύσεως ὁ υἱός, καθὼς ἡ αἵρεσις βούλεται, ὁ τῆς ἀγαθῆς οὐσίας ἀμέτοχος 3.9.7 καὶ τῆς τοῦ ἀγαθοῦ πάντως ἐπωνυμίας συνηλλοτρίωται. ὁ δὲ μήτε τῆς φύσεως τοῦ ἀγαθοῦ μήτε τῆς ἐπωνυμίας μετέχων οὐκ ἀγνοεῖται πάντως ὅστις ἐστί, κἂν ἐγὼ φείσωμαι τοῦ βλασφήμου ὀνόματος. παντὶ γὰρ δῆλόν ἐστιν ὅτι τὸ πονηρόν τε καὶ ἀντικείμενον εἰς τὴν τοῦ υἱοῦ ἔννοιαν ὑπο βληθῆναι φιλονεικεῖ ὁ Εὐνόμιος. ὁ γὰρ μὴ ἀγαθὸς πρὸς ποῖον ὄνομα οἰκείως ἔχει, παντὶ φανερὸν τῷ διανοίας μετέχοντι. ὡς γὰρ ὁ μὴ ἀνδρεῖος δειλὸς καὶ ὁ μὴ δί καιος ἄδικος καὶ ὁ μὴ σοφὸς ἄφρων ἐστίν, οὕτως καὶ ὁ μὴ ἀγαθὸς πρόδηλον ἔχει τὸ ἀντιφωνούμενον ὄνομα, πρὸς ὃ τὴν τοῦ μονογενοῦς ἔννοιαν ἐξωθεῖν ὁ χριστομάχος βιά ζεται, ἄλλος Μάνης ἢ Βαρδησάνης τῇ ἐκκλησίᾳ γινόμενος. 3.9.8 ταῦτά ἐστιν ἐν οἷς οὐδὲν τὸν λόγον ἡμῶν εἶναί φαμεν τῆς σιωπῆς ἐναργέστερον. μυρία γάρ τις