365
εἰπὼν καὶ πάντας λο γισμοὺς ἀνακινήσας οὐκ ἂν εἴποι τοιοῦτον εἰς κατηγορίαν οὐδέν, οἷον παρ' αὐτῶν ἐκείνων ἐν παρρησίᾳ κηρύσσεται. τί γὰρ ἄν τις πρὸς κακίαν εὕροι πικρότερον ἢ τὸ μὴ λέγειν ἀγα θὸν εἶναι τὸν ἐν μορφῇ θεοῦ ὑπάρχοντα καὶ οὐχ ἁρπαγμὸν ἡγησάμενον τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἐπὶ τὸ ταπεινὸν τῆς ἀνθρωπίνης καταβάντα φύσεως, διὰ μόνην φιλανθρωπίαν 3.9.9 τοῦτο ποιήσαντα; ἀντὶ τίνος οὖν, εἰπέ μοι, ταῦτα τῷ κυρίῳ ἀνταποδίδοτε (χρήσομαι γὰρ τῇ Μωϋσέως πρὸς τοὺς Ἰσ ραηλίτας φωνῇ); οὐκ ἀγαθὸς ὅστις σε κόνιν ἄψυχον ὄντα θεοειδεῖ κάλλει κατακοσμήσας ἔμψυχον εἰκόνα τῆς ἑαυτοῦ δυνάμεως ἀνεστήσατο; οὐκ ἀγαθὸς ὁ διὰ σὲ μορφὴν δού λου λαβὼν καὶ ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς τὰ παθήματα τῆς σῆς ἁμαρτίας ἀναδεξάμενος καὶ δοὺς ἑαυτὸν ἀντάλλαγμα τοῦ σοῦ θανάτου καὶ ὑπὲρ ἡμῶν κατάρα καὶ 3.9.10 ἁμαρτία γενόμενος; οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο; ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ παρηλλάχθαι κατὰ τὴν φύσιν ἑκάτερον πρὸς τὸν ἕτερον οἴεσθαι, φιλανθρωπότερον δὲ τὸ τὴν ἀγαθότητα τῷ θεῷ τοῦ εὐαγγελίου προσμαρτυρεῖν· ὑμεῖς δὲ καὶ τῆς τοῦ ἀγαθοῦ φύσεως τὸν μονογενῆ θεὸν ἀφορίζετε, ὡς ἂν καὶ τὸν Μαρκίωνα τῇ κακίᾳ τοῦ δόγματος ὑμῶν παραδράμοιτε. 3.9.11 Ἀλλ' ἀντιλαμβάνονται τῶν γεγραμμένων καὶ οὔ φασι δίκαια πάσχειν ὑπὲρ τῶν τῆς γραφῆς ῥημάτων κατηγορού μενοι. αὐτὸν γὰρ λέγουσιν εἰρηκέναι τὸν κύριον τὸ Οὐ 3.9.12 δεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. οὐκοῦν ὡς ἂν μὴ καὶ κατὰ τῶν θείων ῥημάτων ἡ συκοφαντία τὴν ἰσχὺν ἔχοι, αὐτὸν τὸν εὐαγγελικὸν λόγον ἐν ὀλίγῳ διαληψόμεθα. νέον οἶδε τοῦτον ἡ ἱστορία τὸν πλούσιον πρὸς ὅν φησι τὴν φωνὴν ταύτην ὁ κύριος, ἀπολαυστικὸν οἶμαί τινα τῶν κατὰ τὸν βίον ἡδέων καὶ φιλοκτήμονα. λυπεῖσθαι γὰρ αὐτόν φησι πρὸς τὴν συμβουλὴν τῆς τῶν προσόντων αὐτῷ ἀποκτήσεως καὶ μὴ ἑλέσθαι τῶν κτημάτων τὴν ζωὴν ἀντ αλλάξασθαι. οὗτος ἐπειδή τινα ζωῆς αἰωνίας ἐπιδεδη μηκέναι διδάσκαλον ἤκουσεν, ἐλπίδι τοῦ εἰς ἀεὶ τρυφήσειν παρατεινομένης αὐτῷ τῆς ζωῆς εἰς ἀτέλεστον προσῄει θωπεύων τῇ τοῦ ἀγαθοῦ προσηγορίᾳ τὸν κύριον, μᾶλλον δὲ οὐχὶ τὸν νοούμενον κύριον, ἀλλὰ τὸν φαινόμενον ἐν τῇ 3.9.13 τοῦ δούλου μορφῇ. οὐ γὰρ τοιοῦτος ἦν οἷος διασχεῖν τὸ καταπέτασμα τῆς σαρκὸς καὶ διϊδεῖν ἰσχύσαι τὸ τῆς θεό τητος ἄδυτον. ὁ τοίνυν τὰς καρδίας ὁρῶν κύριος εἶδε πρὸς ὅ τι βλέπων ὁ νέος ἱκέτευεν, ὅτι οὐχὶ πρὸς τὸ θεῖον εἶχε τὴν ψυχὴν ἀτενίζουσαν, ἀλλὰ τὸν ἄνθρωπον ἐλιπάρει δι δάσκαλον ἀγαθὸν ὀνομάζων διὰ τὴν ἐλπίδα τοῦ μαθεῖν τὸ τοιοῦτον μάθημα, δι' οὗ κωλυθήσεσθαι προσεδόκα τὸν θάνατον. οὐκοῦν εἰκότως ὁ παρακληθεὶς παρ' αὐτοῦ οὗτος 3.9.14 καὶ ἀποκρίνεται. τῆς γὰρ ἐντεύξεως οὐ πρὸς τὸν θεὸν λόγον γεγενημένης, ἀκολούθως καὶ ἡ ἀπόκρισις ἐκ τοῦ ἀνθρωπίνου πρὸς τὸν ἱκετεύσαντα γίνεται, διπλῆν ἐπάγουσα τῷ νέῳ τὴν παίδευσιν. διδάσκει γὰρ κατὰ ταὐτὸν ὅτι τε τῷ βίῳ προσήκει καὶ οὐχὶ ῥημάτων εὐφημίᾳ θεραπεύειν τὸ θεῖον ἐν τῷ τὰς ἐντολὰς ποιεῖν καὶ τῶν προσόντων πάντων ὠνεῖσθαι τὴν αἰώνιον ζωήν, καὶ ὅτι τὸ ἀνθρώπινον ἐν πονηρίᾳ διὰ τὴν ἁμαρτίαν γενόμενον ἀποκέκριται τῆς κυρίας τοῦ ἀγαθοῦ κλήσεως· καὶ διὰ τοῦτό φησι· Τί με λέγεις ἀγαθόν; διὰ τοῦ εἰπεῖν "1ἐμὲ"2 τὴν ἀνθρωπίνην φύσιν τὴν περὶ αὐτὸν ὑποδεικνύων τῷ λόγῳ, τῇ δὲ θεότητι προσ μαρτυρήσας τὴν ἀγαθότητα ἑαυτὸν ἄντικρυς ἀγαθὸν ἀπε φήνατο τὸν ἀληθῶς ὑπὸ τοῦ εὐαγγελίου θεὸν κηρυσσόμενον. εἰ μὲν γὰρ ἀπεσχοινίζετο τῆς τοῦ θεοῦ προσηγορίας ὁ μονογενὴς υἱός, οὐκ ἦν ἄτοπον ἴσως τὸ ἀλλότριον αὐτὸν 3.9.15 καὶ τῆς τοῦ ἀγαθοῦ προσηγορίας οἴεσθαι. εἰ δὲ δὴ καὶ προφῆται καὶ εὐαγγελισταὶ καὶ ἀπόστολοι διαβοῶσι τοῦ μονογενοῦς τὴν θεότητα, μαρτυρεῖται δὲ παρ' αὐτοῦ τοῦ κυρίου τῷ θεῷ προσήκειν τὸ τῆς ἀγαθότητος ὄνομα, πῶς οὐ κοινωνεῖ τῆς ἀγαθότητος ὁ κοινωνῶν τῆς θεότητος; ὅτι γὰρ καὶ προφῆται θεὸν ὁμολογοῦσι τὸν κύριον καὶ εὐαγγελισταὶ καὶ μαθηταὶ καὶ ἀπόστολοι, οὐδεὶς οὕτω τῶν θείων ἀμύητος ὡς λόγῳ δεῖσθαι περὶ τούτων μαθεῖν.