366
τίς γὰρ οὐκ οἶδεν ἐν τῇ τετάρτῃ καὶ τεσσαρακοστῇ ψαλμῳδίᾳ ὅτι θεὸν παρὰ θεοῦ χριόμενον τὸν Χριστὸν ὁ προφήτης διακηρύσσει τῷ λόγῳ; καὶ πάλιν τὸν Ἠσαΐαν οὕτω προ δήλως βοῶντα τοῦ υἱοῦ τὴν θεότητα τίς ἀγνοεῖ τῶν καθω μιληκότων τῇ προφητείᾳ, ἐν οἷς μετὰ τῶν ἄλλων καὶ τοῦτό φησιν ὅτι Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι δε δεμένοι χειροπέδαις καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ 3.9.16 θεὸς καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ ὁ θεός. τίς γὰρ ἄλλος θεὸς ὁ ἐν ἑαυτῷ θεὸν ἔχων καὶ αὐτὸς ὢν θεὸς πλὴν τοῦ μονογενοῦς, εἰπάτωσαν οἱ τῆς προφητείας ἀνή κοοι· τὴν δὲ τοῦ Ἐμμανουὴλ ἑρμηνείαν καὶ τὴν τοῦ Θωμᾶ μετὰ τὴν ἐπίγνωσιν ὁμολογίαν τήν τε τοῦ Ἰωάννου μεγα λοφωνίαν ὡς πρόδηλον οὖσαν καὶ τοῖς ἔξω τῆς πίστεως σιωπήσομαι. ἀλλ' οὐδὲ τὰς Παύλου φωνὰς δι' ἀκριβείας οἶμαι δεῖν παρατίθεσθαι πᾶσιν οὔσας σχεδὸν διὰ στόματος, ὃς οὐ μόνον θεόν, ἀλλὰ καὶ μέγαν θεὸν καὶ ἐπὶ πάντων θεὸν ὀνομάζει τὸν κύριον, πρὸς μὲν Ῥωμαίους λέγων ὅτι Ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, πρὸς δὲ τὸν μαθητὴν ἑαυτοῦ Τίτον γράφων Κατὰ τὴν ἐπιφάνειαν τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, Τιμοθέῳ δὲ διαρρήδην βοᾷ ὅτι Ὁ θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδι 3.9.17 καιώθη ἐν πνεύματι. πανταχόθεν τοίνυν ἀποδειχθέντος τοῦ θεὸν εἶναι τὸν μονογενῆ υἱὸν πῶς ὁ θεῷ προσήκειν τὴν ἀγαθότητα λέγων τῆς ἐπωνυμίας ταύτης ἀλλοτρίαν ἀπο δείκνυσι τοῦ υἱοῦ τὴν θεότητα, καὶ ταῦτα αὐτοῦ τοῦ κυρίου τὸ ἀγαθὸν ἑαυτῷ προσμαρτυροῦντος ἐν τῇ περὶ τῶν με μισθωμένων εἰς τὸν ἀμπελῶνα παραβολῇ; ἐκεῖ γὰρ τῶν προκεκμηκότων δυσανασχετούντων τῇ τῶν μισθωμάτων ἰσο μοιρίᾳ καὶ ζημίαν κρινόντων ἰδίαν τῶν τελευταίων τὴν εὐπραγίαν, φησὶ πρός τινα τῶν χαλεπαινόντων ὁ δίκαιος κριτὴς ὅτι Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώ νησά σοι τὴν ἡμέραν; ἰδοὺ ἔχεις τὸ σόν· θέλω δὲ καὶ τῷ 3.9.18 ἐσχάτῳ χαρίσασθαι ὥσπερ καὶ σοί. μὴ οὐκ ἔχω ἐξουσίαν ἐν τοῖς ἐμοῖς ποιεῖν ὃ θέλω; ἢ ὁ ὀφθαλμός σου πονηρός, ὅτι ἐγὼ ἀγαθός εἰμι; πάντως δὲ οὐδεὶς περὶ τούτου φιλο νεικήσει, ὅτι ἡ τοῦ κατ' ἀξίαν διανομὴ ἴδιον τοῦ κριτοῦ ἔργον ἐστί· κριτὴν δὲ τὸν μονογενῆ θεὸν εἶναι πάντες οἱ μαθηταὶ τοῦ εὐαγγελίου συντίθενται. Ὁ γὰρ πατήρ, φησί, κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ. ἀλλ' οὐκ ἀφίστανται τῶν γεγραμμένων. φασὶ γὰρ τὴν τοῦ ἑνὸς προσθήκην κυρίως εἰς τὸν πατέρα βλέπειν. 3.9.19 οὐδεὶς γάρ, φησίν, ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. ἆρ' οὖν ἀτονήσει πρὸς συνηγορίαν ἑαυτῆς ἡ ἀλήθεια; ἢ πολλα χόθεν ἔστιν ἐν εὐκολίᾳ πολλῇ καὶ τοῦτον ἐξελέγξαι τὸν παραλογισμὸν τῆς ἀπάτης; ὁ γὰρ ταῦτα περὶ τοῦ πατρὸς εἰπὼν κἀκεῖνα πρὸς τὸν πατέρα φησὶν ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμὰ καὶ δεδόξασμαι ἐν αὐτοῖς. εἰ δὲ πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ φησιν εἶναι, ἓν δὲ τῶν ἐν τῷ πατρὶ θεωρουμένων ἡ ἀγαθότης, ἢ πάντα οὐκ ἔχει, εἴπερ τοῦτο οὐκ ἔχει, καὶ ψεύδεσθαι φήσουσι τὴν ἀλήθειαν, ἢ εἴπερ ἀθέμιτον καθυπονοεῖσθαι τὴν ὄντως ἀλήθειαν ὡς εἰς ψεῦδος ἐκφερομένην, ὁ πάντα τὰ τοῦ πατρὸς ἑαυτοῦ λέγων οὐδὲ τῆς ἀγαθότητος ἐκτὸς εἶναι συνωμολόγησεν. ὁ γὰρ ἐν ἑαυτῷ τὸν πατέρα ἔχων καὶ τὰ τοῦ πατρὸς ἐμπεριειληφὼς πάντα, μετὰ πάντων δηλονότι καὶ τὴν ἀγαθότητα ἔχει. οὐκοῦν ἀγαθὸς ὁ υἱός. 3.9.20 Ἀλλ' οὐδείς, φησίν, ἀγαθός, εἰ μὴ εἷς ὁ θεός· τοῦτο παρὰ τῶν ἐναντίων προφέρεται. οὐδὲ αὐτὸς ἀποβάλλω τὸν λόγον, οὐ μὴν ἀρνοῦμαι διὰ τοῦτο τοῦ υἱοῦ τὴν θεότητα. ὁ δὲ ὁμολογῶν θεὸν εἶναι τὸν κύριον καὶ τὸ ἀγαθὸν αὐτῷ πάντως διὰ τῆς ὁμολογίας ταύτης συνεμαρτύρησεν. εἰ γὰρ ἴδιον θεοῦ ἡ ἀγαθότης, θεὸς δὲ ὁ κύριος, ἀγαθὸς ἄρα διὰ τῶν τεθέντων ὁ υἱὸς ἀναπέφηνεν. ἀλλά, φησί, τοῦ ἑνὸς ἡ λέξις ἀποκρίνει τὸν υἱὸν τῆς τοῦ ἀγαθοῦ κοινωνίας. ἀλλὰ ῥᾴδιον δεῖξαι ὅτι οὐδὲ τὸ ἓν τοῦτο διαχωρίζει τοῦ 3.9.21 υἱοῦ τὸν πατέρα. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἁπάντων τὸ ἓν ἀσυνδύαστον ἔχει τὴν σημασίαν, ἐπὶ δὲ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ τὸ ἓν οὐκ ἐν μονότητι καθορᾶται. Ἐγὼ γάρ, φησί, καὶ ὁ πατὴρ ἕν ἐσμεν. εἰ οὖν