367
εἷς μὲν ὁ ἀγαθός, ἑνότης δέ τις ἐν τῷ υἱῷ καὶ τῷ πατρὶ θεωρεῖται, ἄρα ὁ κύριος τῷ ἑνὶ μαρτυρήσας τὴν ἀγαθότητα καὶ ἑαυτῷ διὰ τοῦ ἑνὸς τὴν ἐπωνυμίαν ταύτην προσεμαρτύρησε τῷ ἓν ὄντι πρὸς τὸν πατέρα καὶ οὐκ ἀπορρηγνυμένῳ τῆς κατὰ φύσιν ἑνότητος. ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύν 3.9.22 ταξιν. 20οὐκ οἰκειοῦται20, φησί, 20τὴν τοῦ ὄντος ἀξίαν20 ὁ υἱός, ἀξίαν ὀνομάζων αὐτὸ τὸ εἶναι. πῶς οἶδε κυρίως τοῖς πράγμασιν ἐφαρμόζειν τὰ ῥήματα. καὶ ἐπειδὴ διὰ τὸν πατέρα ἐστίν, ἀλλοτριοῦσθαι αὐτὸν ἑαυτοῦ λέγει, ὡς καὶ 20τῆς τούτου κυριευούσης οὐσίας πρὸς ἑαυτὴν ἑλκούσης τὴν τοῦ ὄντος ἔννοιαν20· τοῦτο δὲ τοι οῦτόν ἐστιν, ὡς ἂν εἴ τις λέγοι ὅτι ὁ ἀργυρώνητος, καθ' ὃ ἔστι, κατὰ τὴν ἰδίαν ὑπόστασιν οὐκ ἐκεῖνός ἐστιν, ἀλλ' ὁ ἐωνημένος, τῆς κατ' οὐσίαν αὐτοῦ ὑποστάσεως εἰς τὴν τοῦ κυριεύσαντος φύσιν ἀναληφθείσης. ταῦτα τὰ ὑψηλὰ τοῦ θεολόγου νοήματα, ἡ δὲ τῶν προειρημένων ἀπόδειξις οἵα; 20αὐτοῦ20, φησί, τοῦ 20μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπω νυμίαν20. καὶ ταῦτα εἰπὼν ἐπάγει τὸ μόνον εἶναι ἀγαθὸν 3.9.23 τὸν πατέρα. ποῦ τοίνυν ἐν τούτοις ἀρνεῖται ὁ υἱὸς τὴν ἐπωνυμίαν τοῦ ὄντος; ὅπερ κατασκευάζει ὁ Εὐνόμιος, ταῦτα προστιθεὶς ἐπὶ λέξεως· 20ὁ γὰρ τὴν τοῦ ἀγαθοῦ πρόσ ρησιν μόνῳ προσήκειν διδάξας ἐκείνῳ τῷ καὶ τῆς σφετέρας καὶ πάσης ἀγαθότητος αἰτίῳ καὶ πᾶν τό τε ὂν καὶ τὸ γινόμενον ἀγαθὸν ἐπ' ἐκεῖνον φέρων σχολῇ γ' ἂν τῶν ποτε γενομέ νων οἰκειώσαιτο τὴν ἐξουσίαν καὶ τὴν τοῦ ὄν τος ἐπωνυμίαν20. τί κοινωνεῖ τοῖς εἰρημένοις ἡ ἐξουσία; πῶς δὲ μετὰ ταύτης καὶ τῆς τοῦ ὄντος ἐπωνυμίας ὁ υἱὸς ἠλλοτρίωται; ἀλλ' οὐκ οἶδα τί χρὴ πλέον ἐν τούτοις ποιεῖν, 3.9.24 γελᾶν τὴν ἀμαθίαν ἢ ἐλεεῖν τὴν ἀπώλειαν. ἥ τε γὰρ 20τῆς σφετέρας20 λέξις οὐχ οὕτως ἐκληφθεῖσα ὡς πέφυκέ τε καὶ εἴωθεν ἐν χρήσει γίνεσθαι παρὰ τοῖς εἰδόσι κεχρῆσθαι λόγῳ πολλὴν αὐτῷ μαρτυρεῖ τῆς ἀντωνυμικῆς τεχνολογίας τὴν ἐπιστήμην, ἣν καὶ τὰ παιδάρια παρὰ τοῖς γραμματισταῖς ἀμογητὶ διεξέρχεται, καὶ τὸ παρενεχθῆναι τοῦ προκειμένου γελοίως αὐτὸν πρὸς τὰ μηδὲν ἐπικοινωνοῦντα τῷ λόγῳ καὶ τὸ † σχήματι συμπεραστικῷ τὸ μὴ κοινωνεῖν τὸν υἱὸν τῆς ἐπωνυμίας τοῦ ὄντος ταῖς ἀλλοκότοις † ἐφαρμοζόμενον κατασκευαῖς, καὶ πάντα τὰ τοιαῦτα καθάπερ ἐξεπίτηδες ἐπὶ γέλωτι σύγκειται, ὥστε τι καὶ παθεῖν τυχὸν τοὺς ἀμε 3.9.25 λεστέρους καὶ ἐπιγελάσαι τῷ ἀσυναρτήτῳ τῶν λόγων. ἀλλὰ τὸ μὴ εἶναι τὸν θεὸν λόγον ἢ ἀγαθὸν πάντως μὴ εἶναι (ταῦτα γὰρ κατασκευάζει δι' ὧν τήν τε τοῦ ὄντος ἐπω νυμίαν καὶ τὴν τοῦ ἀγαθοῦ μὴ οἰκειοῦσθαι λέγει) καὶ τὸ κατασκευάζειν τὴν τῶν γινομένων ἐξουσίαν μὴ προσήκειν αὐτῷ, ταῦτα δακρύων ἄξια καὶ θρηνητικῆς συναυλίας. 3.9.26 Οὐδὲ γὰρ κατά τινα προπετῆ καὶ ἀνεπίσκεπτον ὁρμὴν ἅπαξ που τὸ τοιοῦτον παραφθεγξάμενος εἶτα ἐπανορθοῦται τοῖς ἐφεξῆς τὸ πλημμέλημα, ἀλλ' ἐμφιλοχωρεῖ τῇ κακίᾳ, 3.9.27 τοῖς δευτέροις φιλονεικῶν ὑπερβαλέσθαι τὰ φθάσαντα. λέγει γὰρ προϊὼν τοσοῦτον αὐτὸν εἶναι κάτω τῆς θείας φύσεως, ὅσον ἀπ' ἐκείνου πρὸς τὸ ταπεινότερον ἡ τῶν ἀγγέλων ὑπο βέβηκε φύσις, οὐ τούτοις γράφων τοῖς ῥήμασιν, ἀλλὰ κατα σκευάζων δι' ὧν λέγει τὴν τοιαύτην διάνοιαν. ἔξεστι δὲ κρῖναι τὸν λόγον τοῖς ἐντυγχάνουσιν. ἔχει γὰρ οὕτω τὰ γεγραμμένα· 20ὃς τῷ μὲν ἄγγελος ὠνομάσθαι σα φῶς ἐδίδαξε δι' ὅτου διήγγειλε τοὺς λόγους καὶ τίς ὁ ὤν, τῷ δὲ καὶ θεὸς προσειρῆσθαι τὴν ἰδίαν ἔδειξε κατὰ πάντων ὑπεροχήν. ὁ γὰρ τῶν δι' αὐτοῦ γενομένων θεὸς ἄγγελος τοῦ ἐπὶ πάντων θεοῦ20. ἐγκόπτει μεταξὺ τὸν λόγον θυμὸς ἐμπεσὼν τῇ καρδίᾳ καὶ συγκέχυται πρὸς τὸ πάθος ὁ λογισμὸς εἰς ὀργὴν ὑπὸ τῶν λεγομένων παρακινούμενος. 3.9.28 καὶ τάχα μοι τὸ τοιοῦτον πάθος τῆς ψυχῆς οὐκ ἀσύγγνω στον. τίνι γὰρ οὐκ ἂν ἐκ τούτων ὁ θυμὸς ἐπιζέσειε, τοῦ μὲν ἀποστόλου πᾶσαν ἀγγελικὴν φύσιν ὑποχείριον εἶναι τοῦ κυρίου βοῶντος, συμπαραλαμβάνοντος δὲ εἰς μαρτυρίαν τοῦ δόγματος καὶ τὴν προφητικὴν