369
ἦν ὁ ὤν, δι' οὗ δὲ ἀπέστειλεν, ὁ τοῦ ὄντος ἄγγελος ἦν20, οὕτως ὀνομάζων τὸν κύριον. οὐκοῦν ὑπ' αὐτῆς ἐλέγχεται τῆς γραφῆς ἡ ἀτοπία τοῦ λογογράφου, ἐν οἷς ὁ Μωϋσῆς ἱκετεύει τὸν κύριον μὴ ἄγγελον τῇ ἡγεμονίᾳ τοῦ λαοῦ ἐπι στῆσαι, ἀλλ' αὐτὸν τῆς πορείας αὐτῶν ἀφηγήσασθαι. ἔχει δὲ οὕτως ἡ λέξις ἐκ προσώπου τοῦ θεοῦ· Βάδιζε, κατά βηθι καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἶπόν σοι· καὶ ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεταί σου ᾗ ἂν 3.9.35 ἡμέρᾳ ἐπισκέπτωμαι. καὶ πάλιν μετ' ὀλίγα φησὶ Καὶ συν αποστελῶ πρότερόν σου τὸν ἄγγελόν μου. εἶτα μικρὸν κατὰ τὴν ἀκολουθίαν γίνεται παρὰ τοῦ θεράποντος πρὸς τὸν θεὸν ἱκετηρία τοῦτον ἔχουσα τὸν τρόπον· Εἰ εὕρηκα χάριν ἐναντίον σου, συμπορευθήτω ὁ κύριός μου μεθ' ἡμῶν· καὶ πάλιν Εἰ μὴ αὐτὸς συμπορεύῃ ἡμῖν, μή με ἀναγάγῃς ἐντεῦθεν· εἶτα ἀπόκρισις τοῦ θεοῦ πρὸς τὸν Μωϋσέα· Καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου καὶ οἶδά σε παρὰ πάντας. οὐκοῦν εἰ Μωϋσῆς μὲν παραιτεῖται τὸν ἄγγελον, αὐτὸς δὲ ὁ χρηματίζων αὐτῷ συνέμπορος γίνεται καὶ καθηγεμὼν τῆς στρατιᾶς, φανερῶς ἀποδείκνυται διὰ τούτων, ὅτι ὁ τῇ τοῦ ὄντος ἐπωνυμίᾳ ἑαυτὸν γνωρίσας ὁ μονογενής ἐστι θεός. 3.9.36 εἰ δὲ πρὸς τοῦτό τις ἀντιλέγοι, τῆς Ἰουδαϊκῆς ὑπολήψεως ἔσται συνήγορος, τὸν υἱὸν μὴ συμπαραλαμβάνων εἰς τὴν τοῦ λαοῦ σωτηρίαν. εἰ γὰρ ἄγγελος μὲν τοῖς Ἰσραηλίταις οὐ συναπέρχεται, ὁ δὲ διὰ τῆς τοῦ ὄντος ἐπωνυμίας δηλού μενος ὁ μονογενὴς οὐκ ἔστι, καθὼς ὁ Εὐνόμιος βούλεται, οὐδὲν ἄλλο ἢ τὰ ἐκ τῆς συναγωγῆς δόγματα πρὸς τὴν ἐκ κλησίαν τοῦ θεοῦ μεταφέρεται. οὐκοῦν τῶν δύο τὸ ἕτερον ἐξ ἀνάγκης ὁμολογήσουσιν, ἢ μηδαμοῦ παρεῖναι τῷ Μωϋσῇ τὸν μονογενῆ θεὸν ἢ αὐτὸν τὸν υἱὸν εἶναι τὸν ὄντα, παρ' οὗ ὁ λόγος πρὸς τὸν θεράποντα γίνεται. 3.9.37 Ἀλλ' ἀντιλέγει τοῖς εἰρημένοις αὐτὴν τὴν γραφὴν προτεινόμενος λέγουσαν 20ἀγγέλου προτετάχθαι φω νήν, καὶ οὕτως ἐπῆχθαι τὸν τοῦ ὄντος διά λογον20. τοῦτο δὲ οὐκ ἀντίρρησις, ἀλλὰ βεβαίωσις τῶν ἡμετέρων ἐστίν. καὶ ἡμεῖς γάρ φαμεν ἐναργῶς τὸν προ φήτην τὸ περὶ τοῦ Χριστοῦ μυστήριον ἐμφανὲς ποιῆσαι τοῖς ἀνθρώποις βουλόμενον ἄγγελον τὸν ὄντα προσαγορεῦσαι, ὡς ἂν μὴ μόνης τῆς τοῦ ὄντος ἐπωνυμίας κατὰ τὸν διάλογον εὑρισκομένης πρὸς τὸν πατέρα ὁ νοῦς τῶν λε γομένων ἐπαναφέροιτο. ἀλλ' ὥσπερ ὁ ἡμέτερος λόγος τῶν τοῦ νοῦ κινημάτων μηνυτής τε καὶ ἄγγελος γίνεται, οὕτω φαμὲν καὶ τὸν ἀληθινὸν λόγον τὸν ἐν ἀρχῇ ὄντα διαγγέλλοντα τοῦ ἰδίου πατρὸς τὴν βουλὴν τῇ ἐνεργείᾳ τῆς 3.9.38 ἀγγελίας ἐπονομαζόμενον ἄγγελον λέγεσθαι. καὶ ὥσπερ ὁ ὑψηλὸς Ἰωάννης πρότερον αὐτὸν λόγον εἰπὼν οὕτως ἐπάγει τὸ θεὸν εἶναι τὸν λόγον, ὡς ἂν μὴ προηγησαμένης τῆς τοῦ θεοῦ προσηγορίας πρὸς τὸν πατέρα ταῖς ὑπονοίαις ἀπενεχθείημεν, οὕτω καὶ ὁ μέγας Μωϋσῆς ἄγγελον προονο μάσας αὐτὸν εἶναι τὸν ὄντα τοῖς ἐφεξῆς ἐκδιδάσκει λόγοις, ὡς ἂν φανερῶς τὸ κατὰ τὸν Χριστὸν προαγγελθείη μυ στήριον, διὰ μὲν τοῦ ἀγγέλου τὸν ἑρμηνέα τοῦ πατρικοῦ βουλήματος λόγον τῆς γραφῆς διδασκούσης, διὰ δὲ τῆς τοῦ ὄντος προσηγορίας τὴν κατ' αὐτὸ τὸ εἶναι τοῦ υἱοῦ πρὸς 3.9.39 τὸν πατέρα φυσικὴν οἰκειότητα. εἰ δὲ καὶ τὸν Ἠσαΐαν προβάλοιτο ὡς εἰπόντα καλεῖσθαι τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελον, οὐδὲ οὕτως ἀνατρέψει τὸν ἡμέτερον λόγον. σαφὲς γὰρ ἐκεῖ καὶ ἀναντίρρητον ὡς ἡ κατὰ τὸ ἀνθρώ πινον οἰκονομία διὰ τῆς προφητείας σημαίνεται. Παιδίον γάρ, φησίν, ἐγεννήθη ἡμῖν καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. πρὸς ὃ καὶ τὸν ∆αβὶδ οἶμαι βλέποντα τὴν τῆς βασιλείας κατάστασιν διηγεῖσθαι, οὐχ ὡς οὐκ ὄντος βασιλέως, ἀλλ' ὡς τῆς δουλικῆς ταπεινότητος, ἣν ὑπῆλθε κατ' οἰκονομίαν ὁ κύριος, εἰς τὴν τῆς βασιλείας 3.9.40 ἀξίαν ἀναληφθείσης. Κατεστάθην γάρ, φησί, βασιλεὺς ὑπ' αὐτοῦ, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσ ταγμα κυρίου. οὐκοῦν ἄγγελός τε καὶ λόγος σφραγίς τε καὶ εἰκὼν καὶ πάντα τὰ τοιαῦτα κατὰ τὴν αὐτὴν ἔννοιαν λέγεται ὁ τὴν πατρικὴν ἀγαθότητα δι' ἑαυτοῦ