371
ψεύδεσθαι τῆς ἀκτίστου φύσεως τὴν δημιουργίαν τῷ υἱῷ προσμαρτυροῦντα, εἰ δὲ κτιστὴν πιστεύοι, αὐτὸν ἑαυτοῦ κτίστην εἶναι κατασκευάζει. 3.9.48 εἰ γὰρ μὴ τῷ καθ' ἑαυτὸν ἀκτίστῳ τῆς νοητῆς οὐσίας ἀφορίζοιτο ἡ δημιουργία, οὐδὲν ἔτι τὸ διακρῖνον ὑπολειφθή σεται, τῆς τε αἰσθητῆς κτίσεως καὶ τῆς νοερᾶς οὐσίας ἐπικοίνου νοουμένης. ἀλλ' ἐπάγει τούτοις 20ὅτι ἐν τῇ τῶν ὄντων κτίσει παρὰ τοῦ πατρὸς ἐπιτέτραπται τὴν τῶν ἁπάντων, ὁρατῶν τε καὶ ἀοράτων, δη μιουργίαν καὶ τῶν γενομένων τὴν πρόνοιαν, ἀρκούσης αὐτῷ τῆς ἄνωθεν ἀποκληρωθείσης δυνάμεως πρὸς τὰς γενέσεις τῶν δημιουργη θέντων20. ταῦτα βιάζεται μὲν τὸ πλῆθος τῶν γεγραμμένων ἐν συντόμῳ παραδραμεῖν, παρακατέχει δέ πως ἡ βλασφημία τὸν λόγον, πολὺν ἑσμὸν νοημάτων οἷόν τινων ἰοβόλων σφη 3.9.49 κῶν περιέχουσα. ἐπετράπη, φησί, παρὰ τοῦ πατρὸς τὴν δημιουργίαν. εἰ δὲ περὶ χειροτέχνου τινὸς ὁ λόγος ἐγίνετο κατὰ γνώμην τοῦ μισθουμένου μεταχειριζομένου τὴν ἐργα σίαν, ἆρ' οὐκ ἂν τοῖς αὐτοῖς ἐχρήσατο λόγοις; καὶ γὰρ περὶ τοῦ Βεσελεὴλ τὸ ἴσον οὐχ ἁμαρτάνομεν λέγοντες ὅτι ἐπιτραπεὶς παρὰ τοῦ Μωϋσέως τὴν σκηνοποιΐαν δημιουργὸς τῶν ἐκεῖ μνημονευθέντων ἐγένετο, οὐκ ἂν ἐπὶ τὴν πρᾶξιν ἐλθὼν μὴ πρότερον θείᾳ τε δυνάμει τὴν ἐπιστήμην κτησά μενος καὶ τῇ τοῦ Μωϋσέως ἐπιτροπῇ τῆς ἐνεργείας κατα 3.9.50 τολμήσας. οὐκοῦν ἡ τοῦ 20ἐπιτετράφθαι20 λέξις ἐπί κτητον αὐτῷ γεγενῆσθαι τὴν δημιουργικὴν ἐνδείκνυται δύ ναμίν τε καὶ ἐξουσίαν, ὡς πρὶν ἐπιτραπῆναι μήτε θαρ σοῦντα μήτε δυνάμενον, ἐπεὶ δὲ τὴν τῶν ἔργων ἐξουσίαν ἔλαβε καὶ ἀποχρῶσαν πρὸς τὰ ἔργα τὴν δύναμιν, οὕτω γεγενῆσθαι δημιουργὸν τῶν ὄντων, 20ἀρκούσης αὐτῷ20, καθώς φησιν ὁ Εὐνόμιος, 20τῆς ἄνωθεν ἀποκληρωθείσης δυνάμεως20. ἆρα μὴ κατά τινα τερατείαν τῶν γενεθλιακῶν λόγων καὶ ἐν εἱμαρμένῃ τινὶ τοῦ υἱοῦ τὴν γέννησιν τίθεται, καθάπερ φασὶν οἱ τὴν ματαίαν ταύτην ἐξησκηκότες ἀπάτην κατὰ τὰς ποιὰς τῶν ἀστέρων ἐπι πλοκάς τε καὶ ἀποστάσεις τὰς ἀποκληρώσεις τῶν βίων τοῖς τικτομένοις συμβαίνειν, τῆς ἄνωθεν εἱρμῷ τινι φερο μένης δινήσεως τὰς περί τι δυνάμεις τοῖς γινομένοις ἐπι 3.9.51 κλωθούσης; τάχα τι τοιοῦτον ὁ σοφὸς ἐννοεῖ καί φησι τῷ ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι καθάπερ ἐν κοίλοις τισὶ καθειργ μένῳ χωρίοις ἄνωθεν ἀποκεκληρῶσθαι διαμεμετρημένην πρὸς τὴν ποσότητα τῶν γινομένων τὴν δύναμιν. παραδρα μοῦμαι καὶ τοῦτον διὰ συντομίας τὸν λόγον, ἐξ ὀλίγης τῆς τῶν ἐξετασθέντων ἀρχῆς σπέρματα πρὸς τὴν κατανόησιν τῆς βλασφημίας τοῖς συνετωτέροις τῶν ἐντυγχανόντων κατα 3.9.52 βαλλόμενος. εἶτα διὰ τῶν ἐφεξῆς ἀπολογία τις ὑπὲρ ἡμῶν αὐτῷ γέγραπται. οὐ γὰρ ἂν ἔτι δοκοίημεν τοῖς ἐντυγχά νουσι παραστοχάζεσθαι τῆς διανοίας τοῦ λόγου καὶ πρὸς τὸ ὑπεύθυνον μεθερμηνεύειν τὰ ῥήματα, αὐτῆς τῆς ἐκείνου φωνῆς ὁμολογούσης τὴν ἀτοπίαν. ἔχει γὰρ οὕτω τὰ γε γραμμένα· 20ἦ γὰρ οὐχὶ γῆ μὲν καὶ ἄγγελος οὐκ ὄντα γέγονεν20; ὁρᾶτε τὸν ὑψηλὸν θεολόγον ὡς οὐκ αἰσχύνεται τὸν αὐτὸν γῇ τε καὶ ἀγγέλοις καὶ αὐτῷ τῷ ποιητῇ τοῦ παντὸς ἐφαρμόζων λόγον; οὐκοῦν εἰ τὰ αὐτὰ πρέπειν οἴεται περί τε τῆς γῆς καὶ τοῦ κυρίου λέγειν, ἢ καὶ ταύτην πάντως θεοποιήσει ἢ καὶ ἐκεῖνον ταύτῃ συν ατιμάσει. 3.9.53 Εἶτα προστίθησι τούτοις δι' ὧν ἀπογνυμνοῦται πλέον ἡ βλασφημία, ὡς μηδὲ παιδὶ δυσκατανόητον εἶναι τὸ ἄτοπον. φησὶ γὰρ ὅτι 20μακρὸν ἂν εἴη πάσας ἐπεξιέναι τῶν νοητῶν τὰς γενέσεις ἢ τὰς οὐσίας, αἷς ἁπάσαις οὐχὶ κοινή τις ἡ τοῦ μὴ ὄντος φύσις, ἀλλὰ κατὰ τὰς τοῦ δημιουργήσαντος ἐνεργείας ἡ παραλλαγή20. ταῦτα γὰρ καὶ σιωπώντων ἡμῶν ἀρίδηλον ἔχει καὶ περιφανῆ τὴν κατὰ τοῦ υἱοῦ βλασφημίαν, ὅταν ὁμολογῇ τὸ κατὰ πάσης γενέσεως καὶ οὐσίας λεγόμενον μηδὲν ἀπᾴδειν τοῦ περὶ τῆς θείας τοῦ μονογενοῦς ὑπο στάσεως λόγου. ἀλλά μοι δοκεῖ καλῶς ἔχειν ὑπερβάντα τὴν διὰ μέσου τῆς βλασφημίας κατασκευὴν τρόπον τινὰ προδιελεγχθεῖσαν ἐν τοῖς ἐξητασμένοις ἐπὶ τὰ κεφάλαια 3.9.54 τῆς τοῦ