372
δόγματος αὐτῶν κατηγορίας ἐλθεῖν. εὑρεθήσεται γὰρ μάταιον μὲν ἀποδεικνὺς τὸ τῆς παλιγγενεσίας μυστή ριον, ἀνόνητον δὲ τὴν μυστικὴν δωροφορίαν, τήν τε μετου σίαν τούτων εἰς οὐδὲν πλέον τοῖς μετέχουσι γινομένην. φησὶ γὰρ μετὰ τοὺς συντόνους ἐκείνους ἀγῶνας, ἐν οἷς Οὐαλεντίνους τε καὶ Κηρίνθους καὶ Βασιλίδας καὶ Μοντανοὺς καὶ Μαρκίωνας εἰς διαβολὴν τοῦ καθ' ἡμᾶς προεστήσατο δόγ ματος, καὶ κατασκευάσας τὸ μηδὲ πρὸς τὴν τῶν Χριστιανῶν προσηγορίαν οἰκείως ἔχειν τοὺς ἄγνωστον ἀποφαινομένους τὴν θείαν φύσιν, ἄγνωστον δὲ καὶ τὸν τῆς γεννήσεως τρόπον, καὶ συναριθμήσας τοῖς διαβεβλημένοις ἡμᾶς, οὕτως ἐπάγει τὸν παρ' ἑαυτοῦ λόγον ἐν τούτοις τοῖς ῥήμασιν· 20ἡμεῖς δὲ πειθόμενοι τοῖς ἁγίοις καὶ μακαρίοις ἀν δράσιν οὔτε τῇ σεμνότητι τῶν ὀνομάτων οὔτε ἐθῶν καὶ μυστικῶν συμβόλων ἰδιότητι κυ ροῦσθαί φαμεν τὸ τῆς εὐσεβείας μυστήριον, 3.9.55 τῇ δὲ τῶν δογμάτων ἀκριβείᾳ20. ὅτι μὲν οὖν οὐδὲ τότε τοῖς εὐαγγελισταῖς οὔτε τοῖς ἀποστόλοις οὔτε τινὶ τῶν τῆς ἀρχαιοτέρας γραφῆς καθηγησαμένων πεισθεὶς ταῦτα γράφει, παντὶ δῆλον τῷ τὴν ἱεράν τε καὶ θείαν οὐκ ἀγνο οῦντι γραφήν. ἀκόλουθον δ' ἂν εἴη ἁγίους αὐτὸν καὶ μακα ρίους ἄνδρας οἴεσθαι λέγειν Μανιχαῖον Νικόλαον Κόλουθον Ἀέτιον Ἄρειον καὶ πάντας τοὺς τοῦ αὐτοῦ χοροῦ, οἷς ἀκολουθῶν ταῦτα νομοθετεῖ, ὅτι οὔτε τῶν ὀνομάτων ἡ ὁμολογία οὔτε τὰ ἔθη τῆς ἐκκλησίας οὔτε τὰ μυστικὰ 3.9.56 σύμβολα κυροῖ τὴν εὐσέβειαν. ἡμεῖς δὲ μεμαθηκότες παρὰ τῆς ἁγίας φωνῆς ὅτι ἂν μή τις γεννηθῇ ἄνωθεν δι' ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ὅτι Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐκεῖνος ζήσεται εἰς τὸν αἰῶνα, πεπείσμεθα τῇ ὁμολογίᾳ τῶν θείων ὀνομάτων, πατρὸς λέγω καὶ υἱοῦ καὶ πνεύματος ἁγίου, κυροῦσθαι τὸ τῆς εὐσεβείας μυστήριον καὶ τῇ τῶν μυστικῶν ἐθῶν τε καὶ συμβόλων κοινωνίᾳ τὴν σωτηρίαν κρατύνεσθαι· δόγματα δὲ δι' ἐπιμελείας καὶ τοῖς ἔξω τοῦ μυστηρίου πολλάκις ἐξήτασται, καὶ πολλῶν ἔστιν ἀκούειν ὑπόθεσιν ἑαυτοῖς εἰς λόγων ἅμιλλαν τὸ ἡμέτερον δόγμα προβαλλομένων, καί τινας αὐτῶν <ὁρῶμεν> καὶ κατεπι τυγχάνοντας τῆς ἀληθείας πολλάκις καὶ οὐδὲν ἧττον ἠλ 3.9.57 λοτριωμένους τῆς πίστεως. ἐπειδὴ τοίνυν καταφρονεῖ μὲν τῶν σεμνῶν ὀνομάτων, δι' ὧν τῆς θειοτέρας γεννήσεως ἡ δύναμις τοῖς διὰ πίστεως μετιοῦσι τὴν χάριν νέμει, περιορᾷ δὲ τὴν τῶν μυστικῶν συμβόλων τε καὶ ἐθῶν κοινωνίαν, ἐν οἷς ὁ Χριστιανισμὸς τὴν ἰσχὺν ἔχει, εἴπωμεν τὸ τοῦ προ φήτου μικρὸν παρῳδήσαντες πρὸς τοὺς ἀκροατὰς τῆς ἀπά της ὅτι Ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε τὴν ἀπώ λειαν καὶ ζητεῖτε ψεῦδος; πῶς οὐχ ὁρᾶτε τὸν διώκτην τῆς πίστεως εἰς παράβασιν τοῦ Χριστιανισμοῦ τοὺς πειθομένους 3.9.58 αὐτῷ προκαλούμενον; εἰ γὰρ ἄχρηστος μὲν ἡ τῶν σεμνῶν τε καὶ τιμίων τῆς ἁγίας τριάδος ὀνομάτων ὁμολογία, ἀνόνητα δὲ τὰ ἔθη τῆς ἐκκλησίας, ἐν δὲ τοῖς ἔθεσι τούτοις ἐστὶν ἡ σφραγίς, ἡ προσευχή, τὸ βάπτισμα, ἡ τῶν ἁμαρ τιῶν ἐξαγόρευσις, ἡ περὶ τὰς ἐντολὰς προθυμία, ἡ περὶ τὸ ἦθος κατόρθωσις, τὸ κατὰ σωφροσύνην βιοῦν, τὸ πρὸς τὸ δίκαιον βλέπειν, τὸ μὴ ταῖς ἐπιθυμίαις ἐρεθίζεσθαι μήτε ἡδονῆς ἡττᾶσθαι μήτε ἀρετῆς ἀπολείπεσθαι, εἰ οὖν μηδὲν τῶν τοιούτων ἐθῶν ἐπ' ἀγαθῷ κατορθοῦσθαι λέγει μηδὲ τὰ μυστικὰ σύμβολα φυλακτήρια μὲν τῶν περὶ τὴν ψυχὴν ἀγαθῶν, καθὼς πεπιστεύκαμεν, γίνεσθαι, ἀποτρόπαια δὲ τῶν κατ' ἐπιβουλὴν τοῦ πονηροῦ τοῖς πεπιστευκόσιν ἐπαγο μένων, τί ἄλλο καὶ οὐχὶ φανερῶς ἐμβοᾷ τοῖς ἀνθρώποις λῆρον ἡγεῖσθαι τῶν Χριστιανῶν τὸ μυστήριον, καταγελᾶν τῆς σεμνότητος τῶν θείων ὀνομάτων, παίγνιον οἴεσθαι τὰ τῆς ἐκκλησίας ἔθη, φλυαρίαν τινὰ καὶ μωρίαν τὰ κατὰ τὸ 3.9.59 μυστήριον ἐνεργούμενα πάντα; τί πλέον οἱ τῷ Ἑλληνισμῷ παραμένοντες εἰς διαβολὴν τοῦ καθ' ἡμᾶς προφέρουσι δόγ ματος; οὐχὶ κἀκεῖνοι γέλωτος ἀφορμὴν τὸ σεμνὸν ποιοῦνται τῶν ὀνομάτων, ἐν οἷς ἡ πίστις κρατύνεται, καὶ διαχλευ άζουσι τὰ μυστικὰ σύμβολα καὶ τὰ διατηρούμενα παρὰ τῶν μεμυημένων ἔθη; τὸ δὲ ἐν δόγμασι δεῖν μόνοις οἴεσθαι τὴν εὐσέβειαν εἶναι, τίνος