373
οὕτως ἴδιον ὡς τῶν Ἑλλήνων ἐστίν; ἐπεὶ κἀκεῖνοί φασιν εἶναί τι κατὰ τὴν ἑαυτῶν ὑπό ληψιν τοῦ κηρύγματος ἡμῶν πιθανώτερον καί τινα μέγαν ἐξ αὐτῶν τινες ὑποτίθενται θεὸν ὑπερανεστηκότα τῶν ἄλ λων καὶ ὑποχειρίους τινὰς δυνάμεις ὁμολογοῦσι, διά τινος τάξεως καὶ ἀκολουθίας ἀλλήλων μὲν πρὸς τὸ μεῖζον ἢ καταδεέστερον διαφερούσας, ὑπεζευγμένας δὲ πάσας ἐπίσης 3.9.60 τῷ ὑπερέχοντι. ταῦτα τοίνυν καὶ οἱ καθηγηταὶ τῆς νέας εἰδωλολατρίας κηρύσσουσι, καὶ οὐ δεδοίκασιν οἱ ἑπόμενοι τὴν ἐπικειμένην τοῖς παραβεβηκόσι κατάκρισιν, ὥσπερ οὐ συνιέντες ὅτι τὸ ἔργῳ τι ποιῆσαι τῶν ἀτόπων τοῦ διὰ ῥή ματος ἐξαμαρτεῖν μόνου παρὰ πολὺ χαλεπώτερον. οἱ τοίνυν ἔργῳ μὲν τὴν πίστιν ἀρνούμενοι καὶ τὰ ἔθη φαυλίζοντες καὶ τὴν τῶν ὀνομάτων ὁμολογίαν περιορῶντες καὶ τὸν ἐκ τῶν μυστικῶν συμβόλων ἁγιασμὸν ἀντ' οὐδενὸς εἶναι κρί νοντες, πρὸς δὲ τὰ σεσοφισμένα ῥήματα βλέπειν ἀνα πεισθέντες καὶ ἐν τῇ τοῦ 20γεννητοῦ20 καὶ 20ἀγεννήτου20 τεχνολογίᾳ τὴν σωτηρίαν εἶναι νομίζοντες τί ἄλλο καὶ οὐχὶ παραβάται τῶν τῆς σωτηρίας δογμάτων εἰσίν; 3.9.61 Εἰ δέ τις οἴεται ταῦτα κατά τινα συκοφαντίαν παρ' ἡμῶν αὐτοῖς ἐπιφέρεσθαι, καθ' ἑαυτὸν διασκεψάσθω τὰ παρ' αὐτοῦ γεγραμμένα, τά τε προτεθέντα ἡμῖν εἰς ἐξέ τασιν καὶ ὅσα κατὰ τὸ ἀκόλουθον τοῖς εἰρημένοις ἐπάγεται. φησὶ γὰρ τὸν τοῦ κυρίου νόμον παραγραφόμενος (νόμος γάρ ἐστιν ἡ τῆς θείας μυσταγωγίας παράδοσις) μὴ εἰς πατέρα τε καὶ υἱὸν καὶ ἅγιον πνεῦμα τὸ βάπτισμα γίνεσθαι, καθὼς ἐνετείλατο τοῖς μαθηταῖς παραδιδοὺς τὸ μυστήριον, ἀλλ' 20εἰς δημιουργὸν καὶ κτίστην καὶ οὐ μόνον πα 3.9.62 τέρα20, φησί, 20τοῦ μονογενοῦς, ἀλλὰ καὶ θεόν20. Ὢ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολερὰν πῶς ἀναταράσσει τῇ ἰλυώδει προσθήκῃ καὶ ἀναθολοῖ τὴν ἀλή θειαν, πῶς οὐ δέδοικε τὴν ἐπικειμένην ἀρὰν κατὰ τῶν προστιθέντων τι ταῖς θείαις φωναῖς ἢ ὑφαιρεῖν τολμώντων; ἀναγνῶμεν ἐπ' αὐτῶν τῶν ῥημάτων τὴν τοῦ κυρίου φωνήν. Πορευθέντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ποῦ κτίσμα τὸν υἱὸν προσηγόρευσε; ποῦ κτίστην καὶ δημιουργὸν τοῦ μονογενοῦς τὸν πατέρα ὁ λόγος ἐδίδαξε; ποῦ δοῦλος θεοῦ ἐν τοῖς εἰρημένοις ὁ υἱὸς εἶναι διδάσκεται; ποῦ θεὸς τοῦ υἱοῦ ἐν τῇ παραδόσει τοῦ 3.9.63 μυστηρίου κηρύσσεται; ἆρα νοεῖτε καὶ συνίετε οἱ δι' ἀπάτης κατασυρέντες πρὸς τὴν ἀπώλειαν, τίνα τῶν ἰδίων ψυχῶν καθηγητὴν προεστήσασθε τὸν νοθεύοντα τὰς ἁγίας γραφάς, τὸν μεταποιοῦντα τὰς θείας φωνάς, τὸν ἀναθολοῦντα τῷ ἰδίῳ βορβόρῳ τὸ καθαρὸν τῶν τῆς εὐσεβείας δογμάτων, τὸν μὴ μόνον καθ' ἡμῶν τὴν ἑαυτοῦ γλῶσσαν ὁπλίζοντα, ἀλλὰ καὶ αὐτὰς μετασκευάζειν ἐπιχειροῦντα τὰς ἁγίας φωνάς, τὸν κυριωτέραν τὴν ἰδίαν διαστροφὴν τῆς τοῦ κυ ρίου διδασκαλίας ἀποδεῖξαι φιλονεικοῦντα; οὔπω καθορᾶτε ὅτι ἀντεγείρει ἑαυτὸν τῷ προσκυνουμένῳ ὀνόματι, ὥστε σιωπηθῆναι μὲν τῷ χρόνῳ τὸ τοῦ κυρίου ὄνομα, ἀντεισαχθῆναι δὲ ταῖς ἐκκλησίαις ἀντὶ τοῦ Χριστοῦ τὸν Εὐνό 3.9.64 μιον; οὔπω λογίζεσθε ὅτι μελέτη καὶ παρασκευὴ καὶ προοίμιον τῆς τοῦ ἀντιχρίστου παρουσίας τὸ ἄθεον τοῦτο παρὰ τοῦ διαβόλου προκαταβέβληται κήρυγμα; ὁ γὰρ τῶν τοῦ Χριστοῦ λόγων κυριωτέρας τὰς ἰδίας φωνὰς ἀποδεῖξαι φιλονεικῶν καὶ μεταλλάξαι τὴν πίστιν ἀπὸ τῶν θείων ὀνο μάτων καὶ τῶν μυστικῶν ἐθῶν καὶ συμβόλων εἰς τὴν ἰδίαν ἀπάτην, τί ἂν ἄλλο κυρίως καὶ οὐχὶ ἀντίχριστος λέγοιτο; 3.10.1 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγμα τος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην ἀπόδειξιν ὧν λέγουσιν ἔχειν οἱ τὸ μεγαλεῖον τῆς τοῦ μονογενοῦς δόξης εἰς ταπεινὰς καὶ δουλοπρεπεῖς ὑπολήψεις κατάγοντες τὸν πρὸς τὴν Μαρίαν τοῦ κυρίου λόγον, ὃν μετὰ τὴν ἀνά στασιν πρὸ τῆς ἀνόδου πεποίηται λέγων Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύθητι δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς ὅτι ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ 3.10.2