374
θεὸν ὑμῶν. τὴν μὲν οὖν εὐσεβῆ τῶν εἰρημένων διάνοιαν, καθ' ἣν πεπιστεύκαμεν εἰρῆσθαι ταῦτα πρὸς τὴν Μαρίαν, πρόδηλον οἶμαι τοῖς παραδεξαμένοις ἐν ἀληθείᾳ τὴν πίστιν. προστεθήσεται δὲ ὅμως καὶ παρ' ἡμῶν ὁ περὶ τούτου λόγος ἐν τῷ καθήκοντι τόπῳ· τέως δὲ μαθεῖν ἄξιον παρὰ τῶν προφερόντων ἡμῖν τὰς τοιαύτας φωνὰς ὅ τι τὸ ἀναβαῖνον καὶ τὸ ὁρώμενον καὶ τὸ διὰ τῆς ἁφῆς γνωριζόμενον καὶ ἔτι πρὸς τούτοις τὸ τοῖς ἀνθρώποις διὰ τῆς ἀδελφότητος οἰκειούμενον, ἆρα τῆς θείας ἢ τῆς ἀνθρωπίνης φύσεως ἴδιον 3.10.3 εἶναι νομίζουσιν. εἰ μὲν γὰρ τὸ ψηλαφητὸν καὶ ὁρατὸν καὶ βρώσει καὶ πόσει διοικούμενον καὶ τοῖς ἀνθρώποις ὁμογενὲς καὶ ἀδελφὸν καὶ ὅσα περὶ τὴν σωματικὴν καθορᾶται φύσιν, πάντα ταῦτα καὶ ἐν θεότητι βλέπουσι, λεγέτωσαν περὶ τοῦ μονογενοῦς θεοῦ καὶ ταῦτα καὶ ὅσα βούλονται μαρτυρεί τωσαν αὐτῷ, καὶ τὴν πορευτικὴν ἐνέργειαν καὶ τὴν τοπικὴν μετάστασιν, ὅπερ ἴδιον τῶν ἐν σώματι περιγεγραμμένων 3.10.4 ἐστίν. εἰ δὲ ὁ μὲν διὰ τῆς Μαρίας ἀδελφοῖς διαλέγεται, ὁ δὲ μονογενὴς ἀδελφοὺς οὐκ ἔχει (πῶς γὰρ ἂν ἐν ἀδελ φοῖς τὸ μονογενὲς διασῴζοιτο;) καὶ ὁ εἰπὼν Πνεῦμα ὁ θεός, φησὶ πρὸς τοὺς μαθητὰς ὁ αὐτὸς ὅτι Ψηλαφήσατέ με, ἵνα δείξῃ ὅτι ψηλαφητὴ μὲν ἡ ἀνθρωπίνη φύσις, ἀναφὲς δὲ τὸ θεῖον, καὶ ὁ εἰπὼν Πορεύομαι, τὴν τοπικὴν διαση μαίνει μετάστασιν, ὁ δὲ τὰ πάντα ἐμπεριειληφώς, ἐν ᾧ, καθώς φησιν ὁ ἀπόστολος, ἐκτίσθη τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα συνέστηκεν, οὐδὲν ἐν τοῖς οὖσιν ἔξω ἑαυτοῦ ἔχει εἰς ὃ κατά τινα κίνησιν ἡ μεταχώρησις γίνεται (οὐδὲ γὰρ ἔστιν ἑτέρως ἐνεργῆσαι τὴν κίνησιν, μὴ τοῦ μεθ ισταμένου τὸν μὲν ἐν ᾧ ἦν ἀπολείποντος, ἕτερον δὲ ἀντι μεταλαμβάνοντος τόπον τὸ δὲ διὰ πάντων ἧκον καὶ ἐν πᾶσιν ὂν καὶ πάντα περικρατοῦν καὶ ὑπ' οὐδενὸς τῶν ὄντων περιειργόμενον οὐκ ἔχει ὅπου μεταχωρήσει τῷ μηδὲν εἶναι 3.10.5 κενὸν τοῦ θείου πληρώματος), πῶς καταλιπόντες οὗτοι τὸ ἐκ τοῦ φαινομένου τὰς φωνὰς γίνεσθαι ταύτας τῇ θείᾳ τε καὶ ὑπερεχούσῃ πάντα νοῦν ἐφαρμόζουσι φύσει, σαφῶς τοῦ ἀποστόλου ἐν τῇ πρὸς Ἀθηναίους δημηγορίᾳ τὸ τοιοῦτον ἀπαγορεύοντος ἐπὶ θεοῦ νομίζειν, ὡς οὐχὶ διὰ ψηλαφήσεως εὑρισκομένης τῆς θείας δυνάμεως, ἀλλὰ διὰ νοητῆς θεω 3.10.6 ρίας καὶ πίστεως; ἢ πάλιν ὁ βεβρωκὼς ἐν ὀφθαλμοῖς τῶν μαθητῶν καὶ ὁ ἐπαγγειλάμενος ἐν τῇ Γαλιλαίᾳ προάξειν τε καὶ ὀφθήσεσθαι, τίνα τὸν ὀφθησόμενον αὐτοῖς μηνύει; ἆρα τὸν θεόν, ὃν οὔτε ἑώρακέ τις οὔτε ἰδεῖν δύναται, ἢ τὸν σωματικὸν χαρακτῆρα τουτέστι τὴν τοῦ δούλου μορφήν, ἐν ᾗ ἦν ὁ θεός; εἰ τοίνυν φανερῶς διὰ τῶν εἰρημένων πρὸς τὸ βλεπόμενον καὶ ἀντιτυποῦν καὶ κινούμενον καὶ ὁμογενὲς τῇ φύσει τῶν μαθητῶν ἡ διάνοια τῶν εἰρημένων φέρεται, τῶν δὲ τοιούτων οὐδὲν περὶ τὸν ἀόρατόν τε καὶ ἀσώματον καὶ ἀναφῆ καὶ ἀνείδεον καθορᾶται, πῶς αὐτὸν τὸν μονογενῆ θεὸν τὸν ἐν ἀρχῇ ὄντα καὶ ἐν τῷ πατρὶ ὄντα εἰς τὸ ὁμότιμον Πέτρῳ καὶ Ἀνδρέᾳ καὶ Ἰωάννῃ καὶ τοῖς λοιποῖς τῶν ἀποστόλων κατάγουσιν ἐν τῷ καὶ ἀδελ φοὺς αὐτοὺς λέγειν εἶναι τοῦ μονογενοῦς καὶ ὁμοδούλους; 3.10.7 καὶ πᾶσα πρὸς τοῦτον αὐτοῖς τὸν σκοπὸν ἡ σπουδὴ βλέπει, τὸ δεῖξαι τοσοῦτον ἀφεστῶτα κατὰ τὸ μεγαλεῖον τῆς φύ σεως τὸν υἱὸν τῆς τοῦ πατρὸς ἀξίας τε καὶ δυνάμεως καὶ οὐσίας, ὅσον καὶ τῆς ἀνθρωπίνης οὐσίας ὑπερανέστηκε. καὶ τῆς διανοίας ταύτης τοῦτον τὸν λόγον ποιοῦνται συνή γορον τὸν ἐκ τοῦ ἴσου τήν τε τοῦ πατρὸς καὶ τὴν τοῦ θεοῦ φωνὴν ἐπί τε τοῦ κυρίου καὶ τῶν μαθητῶν τοῦ κυρίου κοινοποιοῦντα, ὡς μηδεμιᾶς μεταξὺ νοουμένης κατὰ τὴν φυσικὴν ἀξίαν διαφορᾶς ἐν τῷ παραπλησίως αὐτὸν καὶ τούτου κἀκείνων πατέρα τε καὶ θεὸν εἶναι νομίζεσθαι. 3.10.8 Καὶ τοιαύτη τίς ἐστιν ἡ κατὰ τὸ ἀκόλουθον τῆς βλασφημίας κατασκευή, 20ὡς ἢ καὶ τοῖς μαθηταῖς διὰ τῆς σχετικῆς σημασίας τὸ κοινὸν τῆς οὐσίας πρὸς τὸν πατέρα συμμαρτυρεῖσθαι, ἢ μηδὲ τὸν κύριον διὰ τῆς φωνῆς ταύτης εἰς κοινωνίαν τῆς τοῦ πατρὸς ἄγειν φύσεως, καὶ ὡς τὴν δουλείαν τῶν μαθητῶν τὸ θεὸν αὐτῶν ὀνομασθῆναι τὸν ἐπὶ πάντων παρίστησι, κατὰ τὸν αὐτὸν λόγον καὶ τὸν υἱὸν δουλεύειν τῷ θεῷ διὰ τῶν εἰρημένων ὁμολογεῖσθαι20. ὅτι μὲν οὖν οὐ τῇ