375
θεότητι τοῦ μονογενοῦς ἐφαρμόζεται τὰ πρὸς τὴν Μα ρίαν ῥήματα, δι' αὐτῆς ἔστι τῆς τῶν εἰρημένων διανοίας 3.10.9 μαθεῖν. ὁ γὰρ διὰ πάντων πρὸς τὸ ὁμότιμον τῆς ἀνθρω πίνης βραχύτητος ἑαυτὸν ταπεινώσας, ἐκεῖνος φθέγγεται τὰ εἰρημένα. τίς δὲ αὐτῶν τῶν ῥημάτων ἐστὶν ἡ διάνοια, τὴν μὲν ἀκρίβειαν εἰδεῖεν ἂν οἱ διὰ τοῦ πνεύματος τὰ βάθη τοῦ μυστηρίου διερευνώμενοι· ὅσα δὲ καὶ εἰς <τὴν> ἡμε τέραν ἥκει κατάληψιν κατὰ τὴν τῶν πατέρων ὑφήγησιν, ταῦτα δι' ὀλίγων παραθησόμεθα. ὁ τῇ φύσει πατὴρ τῶν ὄντων, ἐξ οὗ τὰ πάντα τὴν γένεσιν ἔχει, εἷς παρὰ τῆς τοῦ ἀποστόλου μεγαλοφωνίας ἀνακεκήρυκται. Εἷς γὰρ θεός, 3.10.10 φησί, καὶ πατήρ, ἐξ οὗ τὰ πάντα. οὐκοῦν ἡ ἀνθρωπίνη φύσις οὐκ ἀλλαχόθεν ἐπεισῆλθε τῇ κτίσει οὐδὲ αὐτομάτως ἐνεφύη τοῖς γεγονόσιν, ἀλλὰ τὸν ποιητὴν καὶ αὐτὴ τῆς ἰδίας συστάσεως οὐκ ἄλλον ἔσχεν ἢ τὸν πατέρα τῶν πάν των. καὶ αὐτὸ δὲ τὸ τῆς θεότητος ὄνομα, εἴτε τὴν ἐπο πτικὴν εἴτε τὴν προνοητικὴν ἐξουσίαν σημαίνει, οἰκείως ἔχει πρὸς τὸ ἀνθρώπινον. ὁ γὰρ τὴν δύναμιν παρασχὼν τοῖς οὖσι τοῦ εἶναι, θεὸς καὶ ἐπόπτης τῶν ὑπ' ἐκείνου γε γονότων ἐστίν. ἀλλ' ἐπειδὴ κατ' ἐπιβουλὴν τοῦ ἐνσπείραντος ἡμῖν τὸ τῆς ἀπειθείας ζιζάνιον οὐκέτι τοῦ πατρικοῦ χαρα κτῆρος ἡ φύσις ἡμῶν τὴν εἰκόνα ἐφ' ἑαυτῆς διεσώσατο, ἀλλὰ πρὸς τὸ αἶσχος τῆς ἁμαρτίας μετεμορφώθη, διὰ τοῦτο διὰ τῆς κατὰ τὴν προαίρεσιν ὁμοιότητος εἰς τὴν πονηρὰν συγγένειαν τοῦ πατρὸς τῆς ἁμαρτίας εἰσεποιήθη· ὡς μηκέτι τοῦ ἀποκηρυχθέντος ἐν τῇ ἰδίᾳ κακίᾳ τὸν ἀγα θόν τε καὶ ἀληθινὸν εἶναι πατέρα τε καὶ θεόν, ἀλλ' ἀντὶ μὲν τοῦ φύσει ὄντος θεοῦ τοὺς φύσει μὴ ὄντας θεοὺς τι μηθῆναι, καθώς φησιν ὁ ἀπόστολος, ἀντὶ δὲ τοῦ ἀληθινοῦ πατρὸς τὸν ψευδώνυμον νομισθῆναι πατέρα, καθώς που δι' αἰνίγματος ὁ προφήτης Ἰερεμίας λέγει ὅτι Ἐφώνησε πέρ-3.10.11 διξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν. ἐπειδὴ τοίνυν τὸ κεφάλαιον τῆς συμφορᾶς ἡμῶν τοῦτο ἦν, τὸ ἐξοικειωθῆναι τοῦ ἀγαθοῦ πατρὸς τὸ ἀνθρώπινον καὶ τῆς θείας ἐπόψεώς τε καὶ κηδε μονίας ἔξω γενέσθαι, διὰ τοῦτο ὁ πᾶσαν τὴν λογικὴν κτίσιν ποιμαίνων καταλιπὼν ἐν τοῖς ὑψηλοῖς τὴν ἀπλανῆ τε καὶ ὑπερκόσμιον ποίμνην τὸ πεπλανημένον πρόβατον, τὴν ἡμε τέραν λέγω φύσιν, ὑπὸ φιλανθρωπίας μετέρχεται. πολλο στὸν γάρ ἐστι καὶ ἐλάχιστον μέρος, εἰ πρὸς τὸ πᾶν κρί νοιτο, ἡ ἀνθρωπίνη φύσις ἡ μόνη κατὰ τὸ τῆς παραβολῆς αἴνιγμα τῆς λογικῆς ἑκατοντάδος διὰ τῆς κακίας ἀποφοι 3.10.12 τήσασα. ἐπεὶ οὖν ἀποξενωθεῖσαν τοῦ θεοῦ τὴν ἡμετέραν ζωὴν δι' ἑαυτῆς πάλιν ἐπὶ τὸν ὑψηλόν τε καὶ οὐράνιον χῶρον ἀναληφθῆναι ἀμήχανον ἦν, διὰ τοῦτο, καθώς φησιν ὁ ἀπόστολος, ὁ μὴ γνοὺς ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτία γίνεται καὶ τῆς κατάρας ἡμᾶς ἐλευθεροῖ τὴν ἡμετέραν κατάραν οἰκειωσάμενος καὶ τὴν ἔχθραν ἡμῶν τὴν διὰ τῆς ἁμαρτίας πρὸς τὸν θεὸν γεγενημένην ἀναλαβὼν καὶ ἐν ἑαυτῷ ἀποκτείνας κατὰ τὸν τοῦ ἀποστόλου λόγον (ἔχθρα δὲ ἦν ἡ ἁμαρτία) καὶ γενόμενος ὅπερ ἡμεῖς δι' ἑαυτοῦ 3.10.13 πάλιν συνῆψε τῷ θεῷ τὸ ἀνθρώπινον. τὸν γὰρ καινὸν ἐκεῖνον ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, ἐν ᾧ κατῴκησε τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, τοῦτον διὰ καθαρό τητος τῇ συγγενείᾳ τοῦ πατρὸς τῆς φύσεως ἡμῶν προσ οικειώσας πᾶσαν τὴν κοινωνὸν τοῦ σώματος αὐτοῦ καὶ συγ γενῆ φύσιν πρὸς τὴν αὐτὴν χάριν συνεφειλκύσατο. καὶ τοῦτο διὰ τῆς γυναικὸς οὐ πρὸς ἐκείνους τοὺς μαθητὰς μόνον, ἀλλὰ καὶ πρὸς πάντας τοὺς μέχρι τοῦ νῦν μαθη τευομένους τῷ λόγῳ εὐαγγελίζεται, ὅτι οὐκέτι ἐν ἀποκη ρύκτοις ὁ ἄνθρωπος οὐδὲ τῆς τοῦ θεοῦ βασιλείας ἀπό βλητος, ἀλλὰ πάλιν υἱός, πάλιν ὑπὸ τὸν θεὸν τεταγμένος, τῇ ἀπαρχῇ τῆς ἀνθρωπότητος συναγιασθέντος καὶ τοῦ 3.10.14 φυράματος. Ἰδοὺ γάρ, φησίν, ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός· ὅθεν ὑμεῖς ἀπεφοιτήσατε σάρκες καὶ αἷμα διὰ τὴν ἁμαρτίαν γενόμενοι, ἐκεῖ πάλιν ὑμᾶς ἀναλαβὼν ἐπανήγαγεν ὁ δι' ἡμᾶς κεκοινωνηκὼς σαρκός τε καὶ αἵματος. καὶ οὕτω γέγονε καὶ ἡμέτερος πατὴρ καὶ θεός, οὗ πρότερον διὰ τῆς ἀποστασίας ἠλλοτριώθημεν. οὐκοῦν εὐαγ γελίζεται τὴν ἀγαθὴν ταύτην εὐεργεσίαν διὰ τῶν εἰρημένων ὁ κύριος, καὶ ἔστι τὰ ῥήματα οὐ τῆς τοῦ υἱοῦ ταπεινό τητος ἔλεγχος, ἀλλὰ