377
τοιαῦτα διὰ τῶν ἐπιχειρημάτων κατὰ τῆς ἀλη θείας προβάλλεται ἢ τῆς ἀναισθησίας τῶν ἑπομένων αὐτοῦ ταῖς ἀπάταις ἀποπειρώμενος, πότερον δύνανται συνιδεῖν τὸν παιδιώδη παραλογισμὸν τοῦ σοφίσματος ἢ καὶ πρὸς τὴν οὕτω πρόδηλον ἀπάτην ἀναισθητοῦσιν; ἐγὼ μὲν γὰρ οἶμαι μηδένα οὕτως ἀνόητον, ὡς μὴ συνιέναι τὴν ἐκ τῆς ὁμω νυμίας ἀπάτην, δι' ἧς ὁ Εὐνόμιος ἑαυτόν τε καὶ τοὺς κατ' αὐτὸν παρακρούεται. φῶς οἱ μαθηταί, φησίν, ὠνομάσθη σαν, φῶς δὲ λέγεται καὶ τὸ ἐν τῇ κτίσει γενόμενον. εἶτα τίς οὐκ οἶδεν ὅτι <τὸ> ὄνομα μόνον ἐν τούτοις ἐστὶ κοινόν, τὸ δὲ σημαινόμενον ἐφ' ἑκατέρου διάφορον; τὸ μὲν γὰρ ἡλιακὸν φῶς ὄψεώς ἐστι διακριτικόν, ὁ δὲ τῆς διδασκαλίας τῶν μαθητῶν λόγος ταῖς ψυχαῖς τὸν φωτισμὸν τῆς ἀλη 3.10.21 θείας ἐντίθησιν. εἰ μὲν οὖν ταύτην καὶ ἐπ' ἐκείνου τοῦ 3.10.21 φωτὸς τὴν διαφορὰν οἶδεν, ὡς τὸ μὲν σώματος οἴεσθαι, τὸ δὲ ψυχῆς εἶναι φῶς, οὐκέτι ἡμῖν ἔσται πρὸς αὐτὸν λόγος οὐδείς, αὐτῆς τῆς ἀπολογίας καὶ πρὸ τῶν ἡμετέρων αὐτὸν λόγων κατακρινούσης. εἰ δὲ τὴν τοιαύτην ἐπ' ἐκείνου τοῦ φωτὸς διαφορὰν κατὰ τὸν τῆς ἐνεργείας τρόπον εὑρεῖν οὐκ ἔχει (οὐ γὰρ τὸ μὲν ὀφθαλμῶν σαρκός, τὸ δὲ διανοίας ἐστὶ φωτιστικόν, ἀλλὰ μία καὶ τούτου κἀκείνου τοῦ φωτὸς ἡ ἐνέργεια ἐπὶ τῶν αὐτῶν ἐνεργουμένη), πῶς διὰ τῶν ἡλια κῶν ἀκτίνων καὶ τῶν ἀποστολικῶν λόγων τὸ παρηλλάχθαι τὸ μονογενὲς φῶς πρὸς τὸ πατρικὸν φῶς ἀποδείκνυσιν; ἀλλ' ὁ μὲν υἱὸς ἀληθινόν, φησί, λέγεται φῶς, ὁ δὲ πατὴρ ἀπρόσιτον. οὐκοῦν οἱ προσδιορισμοὶ τὴν κατὰ τὸ μεῖζον 3.10.22 διαφορὰν τοῦ πατρικοῦ φωτὸς ἑρμηνεύουσιν. ἄλλο γάρ τι τὸ ἀληθινὸν καὶ ἄλλο τὸ ἀπρόσιτον οἴεται. εἶτα τίς οὕτως ἠλίθιος, ὡς μὴ συνιδεῖν τὴν τῶν σημαινομένων ταὐτότητα; τὸ γὰρ ἀληθινόν τε καὶ τὸ ἀπρόσιτον ἐπίσης τοῖς κατὰ τὸ ἐναντίον νοουμένοις ἐστὶν ἀπροσπέλαστον. ὡς γὰρ τὸ ἀληθὲς τὴν τοῦ ψεύδους οὐ προσδέχεται μίξιν, οὕτως καὶ τὸ ἀπρόσιτον τὸν τοῦ ἐναντίου προσεγγισμὸν οὐ προσίεται. κακῷ γὰρ πάντως ἀπρόσιτόν ἐστι τὸ ἀπρόσιτον. τὸ δὲ τοῦ υἱοῦ φῶς κακὸν οὐκ ἔστιν· πῶς γὰρ ἂν ἐν κακίᾳ τις τὸ ἀληθινὸν βλέποι; ἐπεὶ οὖν οὐ κακὸν ἡ ἀλήθεια, οὐκ ἄν τις καὶ τῇ ἀληθείᾳ τὸ ἐν τῷ πατρὶ φῶς ἀπρόσιτον εἶναι λέγοι. εἰ γὰρ ἀποσείοιτο τὴν ἀλήθειαν, τῷ ψεύδει πάν 3.10.23 τως συνενεχθήσεται. τοιαύτη γὰρ τῶν ἀντικειμένων ἡ φύσις, ὡς ἐν τῇ ἀπουσίᾳ τοῦ κρείττονος τὸ ἐξ ἀντιθέτου νοούμενον ἀναφαίνεσθαι. εἰ μὲν οὖν τις λέγοι πόρρω τῆς ἐναντίας παραθέσεως τὸ ἐν τῷ πατρὶ φῶς θεωρεῖσθαι, ἐστοχασμένως τοῦ ἀποστολικοῦ βουλήματος ἑρμηνεύσει τοῦ ἀπροσίτου τὴν λέξιν. εἰ δὲ τὴν πρὸς τὸ ἀγαθὸν ἀλλοτρίωσιν σημαίνειν τὸ ἀπρόσιτον λέγοι, οὐδὲν ἕτερον ἢ αὐτὸν ἑαυτῷ ἐχθρόν τε καὶ ἀλλότριον ὑποθήσεται, ἀγαθὸν ὄντα καὶ ἀγαθῷ ἀντικείμενον. ἀλλὰ μὴν τοῦτο τῶν ἀμηχάνων ἐστί· τὸ γὰρ ἀγαθὸν οἰκείως ἔχει τῷ ἀγαθῷ. 3.10.24 οὐκ ἄρα τὸ φῶς τοῦτο πρὸς ἐκεῖνο παρήλλακται· ὅ τε γὰρ υἱὸς φῶς ἀληθινὸν ὅ τε πατὴρ φῶς ἐστιν ἀπρόσιτον. εἴποιμι δ' ἂν καταθαρσήσας ὅτι καὶ ὁ ὑπαλλάσσων ἐφ' ἑκατέρου τὰς τοιαύτας προσηγορίας οὐχ ἁμαρτήσεται. τό τε γὰρ ἀληθινὸν ἀπρόσιτόν ἐστι τῷ ψεύδει, [καὶ] τὸ ἀπρόσιτόν τε πάλιν ἐν ἀκραιφνεῖ τῇ ἀληθείᾳ καταλαμβάνεται. οὐκοῦν ταὐτὸν τῷ ἀληθινῷ τὸ ἀπρόσιτον, ὅτι κατὰ τὸ ἴσον ἐστὶ τὸ ἐν ἑκατέρῳ σημαινόμενον τῷ κακῷ ἀπροσπέλαστον. 3.10.25 τίνα οὖν ἐν τούτοις ἐπινοεῖ τὴν παραλλαγὴν ὁ διὰ τῆς τῶν φώτων ὁμωνυμίας ἑαυτόν τε καὶ τοὺς καθ' ἑαυτὸν φενακίζων; ἀλλὰ μηδὲ τοῦτο παραδράμωμεν ἀνεξέταστον, ὅτι παραποιήσας τὴν τοῦ ἀποστόλου ῥῆσιν κατὰ τὸ ἑαυτῷ δο κοῦν ὡς παρ' ἐκείνου τὸν λόγον ἐκτίθεται. φησὶ γὰρ ὁ Παῦλος ὅτι Φῶς οἰκῶν ἀπρόσιτον. διαφέρει δὲ πολὺ τὸ αὐτόν τε εἶναι καὶ τὸ ἔν τινι λέγειν εἶναι. ὁ γὰρ εἰπὼν ὅτι Φῶς οἰκῶν ἀπρόσιτον, τῇ τῆς οἰκήσεως φωνῇ οὐκ αὐτὸν ἀλλὰ τὸ περὶ αὐτὸν ἐνεδείξατο, ὅπερ ἴσον ἐστὶ κατὰ τὸν ἡμέτερον λόγον τῷ εὐαγγελικῷ ῥήματι τῷ λέγοντι ἐν τῷ υἱῷ τὸν πατέρα εἶναι. φῶς γὰρ ἀληθινὸν ὁ υἱός, ἀπρόσιτος δὲ τῷ ψεύδει ἐστὶν ἡ ἀλήθεια· φῶς ἀπρόσιτον ἄρα ὁ υἱός, ἐν ᾧ οἰκεῖ ὁ πατήρ [ἤτοι ἐν ᾧ ἐστιν ὁ πατήρ]. 3.10.26 Ἀλλ' ἐναγωνίζεται