378
τοῖς ματαίοις καί φησιν 20ἐξ αὐ τῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν20. ἡ μὲν οὖν ὑπόσχεσις αὕτη· εἰ δὲ κατ' ἀξίαν τῶν ἐπηγγελ μένων προάγει τὸν λόγον, ὁ συνετὸς πάντως ἀκροατὴς ἐπισκοπήσει. 20ὁ μακάριος20, φησίν, 20Ἰωάννης ἐν ἀρχῇ εἶναι τὸν λόγον φήσας καὶ τοῦτον ζωὴν προσ ειπών, εἶτα τὴν ζωὴν φῶς ὀνομάσας, μικρὸν ὑποβὰς Καὶ ὁ λόγος σὰρξ ἐγένετο, φησίν. εἰ τοίνυν τὸ μὲν φῶς ἐστιν ἡ ζωή, ἡ δὲ ζωὴ ὁ λό γος, ὁ δὲ λόγος σὰρξ ἐγένετο, αὐτόθεν γίνεται 3.10.27 φανερὸν ὅτι τὸ φῶς ἐν σαρκὶ γέγονε20. τί οὖν; ἐπειδὴ τὸ φῶς καὶ ἡ ζωὴ καὶ ὁ θεὸς καὶ ὁ λόγος ἐν σαρκὶ ἐφανερώθη, διὰ τοῦτο παρήλλακται πρὸς τὸ ἐν τῷ πατρὶ φῶς τὸ ἀληθινὸν φῶς; καὶ μὴν μαρτυρεῖται παρὰ τοῦ εὐαγγελίου, ὅτι καὶ ἐν τῷ σκότει γενόμενον ἀπρόσ ιτον ἔμεινε τῇ ἐναντίᾳ φύσει. Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ, φησίν, ἔλαμψε, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. εἰ μὲν οὖν ἠλλοιώθη πρὸς τὸ ἐναντίον καὶ ἐδυναστεύθη τῷ ζόφῳ τὸ φῶς ἐν τῇ σκοτίᾳ γενόμενον, ἰσχυρὸν ἂν ἦν πρὸς ἀπό δειξιν τοῖς βουλομένοις ἐπιδεικνύειν, ὅσον πρὸς τὸ χεῖρον παρήλλακται τοῦτο τὸ φῶς πρὸς τὸ ἐν τῷ πατρὶ θεωρούμενον· 3.10.28 εἰ δὲ καὶ ὁ λόγος, κἂν ἐν σαρκὶ γένηται, λόγος μένει, καὶ τὸ φῶς, κἂν ἐν τῇ σκοτίᾳ λάμψῃ, φῶς οὐδὲν ἧττόν ἐστι, τοῦ ἐναντίου τὴν κοινωνίαν οὐ προσδεχόμενον, καὶ ἡ ζωή, κἂν ἐν τῷ θανάτῳ γένηται, ἐν ἑαυτῇ φυλάσσεται, καὶ ὁ θεός, κἂν τὴν τοῦ δούλου μορφὴν ὑπέλθῃ, οὐκ αὐτὸς γίνεται δοῦλος, ἀλλ' εἰς κυριότητα καὶ βασιλείαν ἐξαιρεῖται τὸ ὑποχείριον, κύριον καὶ Χριστὸν ποιῶν τὸ ταπεινὸν καὶ ἀνθρώπινον, πῶς διὰ τούτου πρὸς τὸ χεῖρον τὴν παραλλαγὴν τοῦ φωτὸς ἐπι δείκνυσιν, ἴσως ἑκατέρου τὸ ἄτρεπτον εἰς κακίαν καὶ τὸ ἀναλλοίωτον ἔχοντος, οὐδὲ τούτῳ προσέχων, ὅτι ὁ πρὸς τὸν σαρ κωθέντα λόγον ἰδών, ὃς ἦν καὶ φῶς καὶ ζωὴ καὶ θεός, ἐπέγνω διὰ τῆς ὀφθείσης δόξης τὸν πατέρα τῆς δόξης εἰπὼν Ἐθεασά μεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός. 3.10.29 Ἀλλ' ἦλθεν ἐπὶ τὸν ἀνανταγώνιστον λόγον τὸν πάλαι μὲν ἡμῖν ἐκ τῆς ἀκολουθίας τῶν λεγομένων πεφωραμένον, νῦν δὲ γυμνῇ τῇ φωνῇ προφερόμενον. βούλεται γὰρ ἐμπαθῆ τινα καὶ ἐπίκηρον καὶ οὐδὲν τῆς ὑλικῆς καὶ ῥοώδους φύ σεως διαφέρουσαν ἐπιδεῖξαι τοῦ υἱοῦ τὴν οὐσίαν, ὡς ἂν διὰ τούτου τὴν πρὸς τὸν πατέρα διαφορὰν ἀποδείξειεν. φησὶ γὰρ 20εἰ μὲν ἔχει δεικνύναι καὶ τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυνάμενον ὑπ' ἐξου σίαν ἐλθεῖν, προστάγμασιν ὑπακοῦσαι, νό μοις ἀνθρωπίνοις πολιτεύεσθαι, σταυρὸν ἐνεγ 3.10.30 κεῖν, ἴσον λεγέτω τῷ φωτὶ τὸ φῶς20. εἰ ταῦτα παρ' ἡμῶν προεφέρετο διὰ τῶν προκατεσκευασμένων κατὰ τὸ ἀκόλουθον ἐξευρισκόντων, μὴ συμμαρτυρούμενα ταῖς ἐκείνου φωναῖς. τίς οὐκ ἂν ἡμᾶς συκοφαντεῖν ᾐτιάσατο, ὡς περινοίᾳ τινὶ λόγων πρὸς τὴν ἀτοπίαν ταύτην τὸ δόγμα τῶν ὑπεναν τίων ἐκβάλλοντας; νυνὶ δὲ συνηγορία τίς ἐστι τοῦ πεφρον τισμένως ἡμᾶς μετὰ τῆς ἀληθείας εὐθύνειν τὸν τῆς αἱρέ σεως λόγον τὸ μηδὲ παρ' αὐτῶν ἐκείνων τὴν κατὰ τὸ ἀκόλουθον ἀναφαινομένην ἀτοπίαν σιωπηθῆναι. ἰδοὺ γὰρ πῶς ἀπαρακάλυπτός ἐστι καὶ πεπαρρησιασμένη ἡ κατὰ τοῦ μονογενοῦς θεοῦ μάχη, καὶ τὸ κατὰ φιλανθρωπίαν ἔργον διαβολὴ καὶ κατηγορία τῆς τοῦ υἱοῦ τοῦ θεοῦ φύσεως παρὰ τῶν ἐχθρῶν ἐνομίσθη, ὡς οὐχὶ προνοητικῶς, ἀλλὰ φυσικῶς αὐτοῦ πρὸς τὸν ἐν σαρκὶ βίον καὶ τὸ τοῦ σταυροῦ 3.10.31 πάθος κατολισθήσαντος. καὶ ὥσπερ φύσις ἐστὶ τῷ λίθῳ ἡ ἐπὶ τὸ κάτω φορὰ καὶ τῷ πυρὶ τὸ ἔμπαλιν, καὶ οὐκ ἀντιμεταλαμβάνουσι τὰς ἀλλήλων ἰδιότητας αἱ ὗλαι, ὥστε ἀνωφερῆ μὲν εἶναι τὸν λίθον, βρίθειν δὲ τὸ πῦρ ἐπὶ τὸ κάτω φερόμενον, οὕτως κατασκευάζουσι τῇ μὲν τοῦ υἱοῦ φύσει συνουσιῶσθαι τὰ πάθη καὶ διὰ τοῦτο πρὸς τὸ συγ γενὲς ἑαυτῇ καὶ οἰκεῖον ἐλθεῖν, τὴν δὲ τοῦ πατρὸς ἐλευ θέραν οὖσαν τῶν τοιούτων παθῶν ἀπρόσιτον μεῖναι τῇ τῶν κακῶν προσβολῇ. φησὶ γὰρ τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, μήτε γενόμενον ἐν σαρκὶ μήτε γε 3.10.32 νέσθαι δυνάμενον. ἤρκει τὸ πρότερον τῶν εἰρημένων εἰπεῖν, ὅτι ὁ πατὴρ οὐκ