379
ἐν σαρκὶ ἐγένετο· νυνὶ δὲ διπλῆ τίς ἐστι διὰ τῆς προσθήκης ἡ τοῦ ἀτόπου κατασκευή. ἢ γὰρ τοῦ 3.10.33 υἱοῦ κατηγορεῖ κακίαν ἢ τοῦ πατρὸς ἀδυναμίαν. εἰ μὲν γὰρ κακὸν ἡ τῆς σαρκὸς κοινωνία, τῷ μονογενεῖ θεῷ προσ μαρτυρεῖ τὴν κακίαν· εἰ δὲ ἀγαθὸν ἡ φιλανθρωπία, ἀδύ νατον εἰς τὸ ἀγαθὸν ἀποδείκνυσι τὸν πατέρα, λέγων μὴ ἂν αὐτὸν δυνηθῆναι τὴν τοιαύτην χάριν διὰ σαρκὸς ἐνεργῆσαι. καίτοι τίς οὐκ οἶδε τῶν πάντων, ὅτι ἡ ζωοποιὸς δύναμις ὁμοίως ἐκ πατρός τε καὶ υἱοῦ πρόεισιν εἰς ἐνέργειαν; Ὥσπερ γάρ, φησίν, ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωο ποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποεῖ, ἡμᾶς δηλαδὴ 3.10.34 νεκροὺς λέγων τοὺς τῆς ἀληθινῆς ἀποπεσόντας ζωῆς. εἰ οὖν ὥσπερ ὁ πατὴρ ζωοποιεῖ, οὕτω καὶ οὐκ ἄλλως ὁ υἱὸς τὴν αὐτὴν ἐνεργεῖ χάριν, πῶς ὁ θεομάχος κατ' ἀμφοτέρων κινεῖ τὴν βλάσφημον γλῶσσαν, τὸν μὲν πατέρα τῇ πρὸς τὸ ἀγαθὸν ἀδυναμίᾳ, τὸν δὲ υἱὸν τῇ πρὸς τὸ κακὸν οἰκειότητι καθυβρίζων; 3.10.35 Ἀλλ' οὐκ ἔστι, φησί, τῷ φωτὶ τὸ φῶς ἴσον, διότι τὸ μὲν ἀληθινόν, τὸ δὲ ἀπρόσιτον λέγεται. τὸ οὖν ἀληθινὸν ἐν ἐλαττώσει κρίνεται; διὰ τί; καὶ μὴν ἐκείνων ἐστὶ λόγος, ὅτι διὰ τοῦτο μείζων καὶ ὑψηλοτέρα τοῦ πατρὸς ἡ θεότης παρὰ τὴν τοῦ υἱοῦ νοεῖται, διότι ὁ μὲν ἀληθινὸς θεὸς ἐν τῷ εὐαγγελίῳ προσείρηται, ὁ δὲ χωρὶς τῆς τοῦ ἀληθινοῦ προσθήκης. πῶς οὖν ὁ αὐτὸς λόγος ἐπὶ μὲν τῆς θεότητος αὔξησιν, ἐπὶ δὲ τοῦ φωτὸς ἐλάττωσιν τοῦ νοουμένου ση μαίνει; εἰ γὰρ διὰ τοῦτο μείζονα τοῦ υἱοῦ τὸν πατέρα φησίν, ὅτι ἀληθινὸς θεός ἐστι, κατὰ τὸν αὐτὸν λόγον μείζων ἂν ὁμολογηθείη τοῦ πατρὸς ὁ υἱός, ὅτι ὁ μὲν ἀλη 3.10.36 θινὸν φῶς, ὁ δὲ οὐχ οὕτως κατονομάζεται. 20ἀλλὰ τοῦτο μέν20, φησί, 20τὸ φῶς τὰ τῆς φιλανθρωπίας ἐνήρ γησεν, ἐκεῖνο δὲ πρὸς τὴν τοιαύτην χάριν ἀν ενέργητον ἔμεινε20. καινὸς προτιμήσεως τρόπος· τὸ ἄπρακτον εἰς φιλανθρωπίαν τοῦ ἐνεργήσαντος ὑπέρτερον κρίνουσιν. ἀλλ' οὔτε ἔστιν οὔτε γενήσεται τοιοῦτον ἐν Χρι στιανοῖς ποτε νόημα, δι' οὗ κατασκευάζεται μὴ πᾶν ἀγα θόν, ὅτιπερ ἐν τοῖς οὖσίν ἐστιν, ἐκ τοῦ πατρὸς τὴν αἰτίαν ἔχειν. τῶν δὲ καθ' ἡμᾶς ἀγαθῶν τὸ κεφάλαιον ἡ πρὸς τὴν ζωὴν ἐπάνοδος παρὰ τοῖς εὖ φρονοῦσι πεπίστευται· αὕτη δὲ διὰ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας τοῦ κυρίου κατώρθωται, οὐκ ἀπράκτου καὶ ἀνενεργήτου, καθὼς ἡ αἵρεσις βούλεται, τοῦ πατρὸς ἐν τῷ καιρῷ τῆς οἰκονομίας ἀπιδιάσαντος. οὐ γὰρ τοῦτο ἐνδείκνυται ὁ εἰπὼν ὅτι Ὁ πέμψας με μετ' ἐμοῦ ἐστι, καὶ Ὁ πατὴρ ἐν ἐμοὶ μένων 3.10.37 ποιεῖ τὰ ἔργα ταῦτα. πῶς οὖν ἡ αἵρεσις μόνῳ τῷ υἱῷ τὴν ὑπὲρ ἡμῶν χάριν προσμαρτυροῦσα ἀπόμοιρον ποιεῖ τὸν πατέρα τῆς ἐπὶ τοῖς κατορθωθεῖσιν εὐχαριστίας; μόνοις γὰρ κατὰ φύσιν ὀφείλεται τοῖς εὐεργέταις ἡ τῆς εὐχαρι στίας ἀντίδοσις, ὁ δὲ πρὸς εὐεργεσίαν ἀδύνατος ἔξω τοῦ εὐχαριστεῖσθαι πάντως ἐστίν. ὁρᾷς ὡς διὰ πάντων αὐτοῖς πρὸς τοὐναντίον ὁ σκοπὸς περιτρέπεται τῆς κατὰ τοῦ μονο γενοῦς βλασφημίας, κατὰ τὸ ἀκόλουθον ἐπὶ τὸν πατέρα μεταβαινούσης. καί μοι δοκεῖ κατ' ἀνάγκην τὸ τοιοῦτον συμβαίνειν. εἰ γὰρ ὁ τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα, κατὰ τὴν θείαν ἀπόφασιν, δῆλον ὅτι καὶ ἡ πρὸς τὸ ἐναν τίον κατὰ τοῦ υἱοῦ σπουδὴ ἐπὶ τὸν πατέρα τὴν ἀναφορὰν 3.10.38 ἔχει. ἐγὼ δέ φημι δεῖν τοῖς ἁπλούστερον δεχομένοις τὸ περὶ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν κήρυγμα ἴσης εὐχαρι στίας πρός τε τὸν υἱὸν καὶ τὸν πατέρα τὴν αὐτὴν χάριν ὑπόθεσιν γίνεσθαι, καὶ τὸ πατρικὸν θέλημα τοῦ υἱοῦ τε λειώσαντος (τοῦτο δέ ἐστι τὸ πάντας ἀνθρώπους σωθῆναι, καθώς φησιν ὁ ἀπόστολος) ὁμοίως ἐπὶ τῇ χάριτι ταύτῃ τιμᾶν τὸν πατέρα τε καὶ τὸν υἱόν, ὡς οὐκ ἂν γενομένης ἡμῖν τῆς σωτηρίας, εἰ μὴ τὸ ἀγαθὸν θέλημα τοῦ πατρὸς διὰ τῆς ἰδίας δυνάμεως αὐτοῦ προῆλθεν ἡμῖν εἰς ἐνέργειαν. δύναμιν δὲ τοῦ πατρὸς τὸν υἱὸν εἶναι παρὰ τῶν γραφῶν μεμαθήκαμεν. 3.10.39 Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. 20εἰ μὲν ἔχει δεικνύναι20, φησί, 20τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυνάμενον, ἴσον λεγέτω τῷ φωτὶ τὸ φῶς20. πρόδηλος γὰρ ὁ τῶν εἰρημένων σκοπὸς δι' αὐτῆς τῆς τῶν ῥημάτων κατασκευῆς, ὅτι οὐκ οἴεται τῇ παντο δυνάμῳ θεότητι τὸν υἱὸν καὶ πρὸς τὸ τοιοῦτον