380
εἶδος τῆς φιλανθρωπίας ἰσχύσαι, ἀλλὰ τῷ φύσεως ἐμπαθοῦς εἶναι τὸ 3.10.40 κατὰ τὸν σταυρὸν δέξασθαι πάθος. ἀλλά μοι σκοπουμένῳ καὶ ἀναζητοῦντι, πόθεν ταῖς τοιαύταις τῶν ὑπολήψεων περὶ τὸ θεῖον συνέπεσεν, ὡς τὸ μὲν ἀγέννητον φῶς ἀπρόσιτον εἶναι τῷ ἐναντίῳ καὶ καθαρῶς ἀπαθὲς καὶ ἀκήρατον οἴεσθαι, τὸ δὲ γεννητὸν ἐπαμφοτερίζειν κατὰ τὴν φύσιν, ὡς οὐκ ἀκραιφνές τε καὶ καθαρὸν ἐν ἀπαθείᾳ φυλάσσειν τὸ θεῖον, ἀλλά τινα συμμιγῆ τε καὶ σύγκρατον ἐκ τῶν ἐναν τίων τὴν οὐσίαν ἔχειν τὴν καὶ τῆς τοῦ ἀγαθοῦ μετουσίας ὀρεγομένην καὶ πρὸς ἐμπαθῆ διάθεσιν μεταρρέουσαν, ἐπειδὴ παρὰ τῆς γραφῆς οὐκ ἦν τῆς τοιαύτης ἀτοπίας τὰς ὑποθέσεις εὑρεῖν, ἐπῆλθέ μοι λογίσασθαι, μή ποτε ἄρα τὰς τῶν Αἰγυπτίων περὶ τὸ θεῖον μυθολογίας θαυμάσας τὰς ἐκείνων δόξας τοῖς περὶ τοῦ μονογενοῦς ἐγκαταμίγνυσι 3.10.41 λόγοις. φασὶ γὰρ ἐκείνους τὴν ἀλλόκοτον εἰδωλοποιΐαν, ὅταν ἀνθρωπίνοις μέλεσιν ἀλόγων τινῶν μορφὰς ἐφαρμό ζωσιν, αἴνιγμα λέγειν εἶναι τῆς συμμίκτου φύσεως, ἣν προσ αγορεύουσι δαίμονα, ταύτην δὲ λεπτοτέραν μὲν τῶν ἀνθρώ πων εἶναι καὶ πολὺ τῇ δυνάμει τὴν ἡμετέραν ὑπερφέρουσαν φύσιν, τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδὲ ἄκρατον ἔχειν, ἀλλὰ καὶ ψυχῆς φύσει καὶ σώματος αἰσθήσει συγκεκραμένον, ἡδονήν τε καὶ πόνον ἀναδεχόμενον, ὧν οὐδὲν περὶ τὸν ἀγέν νητον εἶναι θεόν. καὶ γὰρ κἀκεῖνοι λέγουσι τοῦτο τὸ ὄνομα, τῷ ὑπερέχοντι κατὰ τὰς ὑπολήψεις αὐτῶν θεῷ τὴν ἀγεννησίαν ἐπιφημίζοντες. ἔοικεν οὖν ἡμῖν ὁ σοφὸς θεολόγος οὗτος ἐκ τῶν Αἰγυπτίων ἀδύτων Ἄνουβιν ἢ Ἶσιν ἢ Ὄσιριν τῷ κηρύγματι τῶν Χριστιανῶν ἐπεισάγειν πλὴν τῆς τῶν ὀνομάτων ὁμολογίας· διαφέρει δὲ πάντως οὐδὲν εἰς ἀσέβειαν ὅ τε ὁμολογῶν τὰ τῶν εἰδώλων ὀνόματα καὶ ὁ τὰς περὶ τούτων δόξας ἐν ἑαυτῷ κρατύνας, τῶν δὲ ὀνο 3.10.42 μάτων φειδόμενος. εἰ τοίνυν ἐκ μὲν τῆς θείας γραφῆς συνηγορίαν τινὰ τῆς ἀσεβείας ταύτης εὑρεῖν οὐκ ἔστιν, ἐκ δὲ τῶν ἱερογλυφικῶν αἰνιγμάτων ὁ λόγος αὐτοῖς τὴν ἰσχὺν ἔχει, πάντως οὐκ ἄδηλον τί προσήκει τοὺς εὖ φρονοῦντας περὶ τούτων λογίσασθαι. ὅτιδ' οὐκ ἐπηρεαστικῶς ταύτην τὴν διαβολὴν ἐπιφέρομεν, αὐτὸς ἂν γένοιτο ἡμῖν μάρτυς διὰ τῶν ἰδίων λόγων Εὐνόμιος, ὁ τὸν ἀγέννητον μὲν ἀπρόσ ιτον φῶς λέγων καὶ εἰς πεῖραν παθημάτων ἐλθεῖν μὴ δυνάμενον, ἐπὶ δὲ τοῦ γεννητοῦ κατάλληλόν τε καὶ συγγενῆ τὴν τοιαύτην διάθεσιν εἶναι διοριζόμενος· ὡς μηδὲ χάριν τῷ μονογενεῖ θεῷ τὸν ἄνθρωπον ὧν ἕνεκεν ἔπαθεν ἔχειν, εἴπερ αὐτομάτως κατὰ τὸν λόγον αὐτῶν πρὸς τὴν τῶν παθημάτων πεῖραν κατώλισθεν, τῆς ἐμπαθοῦς οὐσίας φυ σικῶς πρὸς τοῦτο κατασυρείσης, ὅπερ οὐδεμιᾶς ἄξιον εὐχα 3.10.43 ριστίας ἐστί. τίς γὰρ ἂν ἐν χάριτος δέξαιτο μέρει τὸ κατ' ἀνάγκην συμβαῖνον, κἂν ἐπικερδὲς καὶ ὠφέλιμον ᾖ; οὔτε γὰρ τῷ πυρὶ τῆς θερμότητος οὔτε τῷ ὕδατι τῆς ῥοῆς χάριν γινώσκομεν, εἰς τὴν ἀνάγκην τῆς φύσεως ἀνάγοντες τὸ γινόμενον, διὰ τὸ μὴ δύνασθαι τὸ πῦρ τῆς θερμαντικῆς ἐνεργείας ἀπολειφθῆναι ἢ στάσιμον ἐπὶ πρανοῦς μεῖναι τὸ ὕδωρ, αὐτομάτως τῆς τοπικῆς ἐπικλίσεως ἐφελκομένης ἐπὶ τὸ πρόσω τὴν κίνησιν. εἰ οὖν φύσεως ἀνάγκῃ τὴν διὰ σαρκὸς εὐεργεσίαν παρὰ τοῦ υἱοῦ γεγενῆσθαι τοῖς ἀνθρώ ποις λέγουσιν, οὐδεμίαν πάντως χάριν γινώσκουσιν, ὅτι οὐκ εἰς δύναμιν ἐξουσιαστικήν, ἀλλ' εἰς φυσικὴν ἀνάγκην τὸ 3.10.44 γεγονὸς ἀναφέρουσιν. εἰ δὲ τῆς δωρεᾶς αἰσθανόμενοι τὴν εὐεργεσίαν ἀτιμάζουσι, δέδοικα μὴ πρὸς τοὐναντίον περι τραπῇ πάλιν αὐτοῖς ἡ ἀσέβεια καὶ προτιμοτέραν ποιήσωνται τὴν ἐμπαθῆ τοῦ υἱοῦ διάθεσιν τῆς πατρικῆς ἀπαθείας, ἐν τῷ καθ' ἑαυτοὺς ἀγαθῷ τὴν τοῦ καλοῦ κρίσιν ποιούμενοι. εἰ γὰρ καὶ τὸν υἱόν, καθὼς περὶ τοῦ πατρὸς δογματίζουσιν, ἀπαράδεκτον εἶναι συνέβη τοῦ πάθους, ἀδιόρθωτος ἔμεινεν ἂν ἡ τῆς φύσεως ἡμῶν συμφορά, οὐκ ὄντος τοῦ διὰ τῆς οἰκείας πείρας εἰς ἀφθαρσίαν ἐξαιρουμένου τὸν ἄνθρωπον, καὶ οὕτω λανθάνει τῶν σοφιστῶν ἡ δεινότης, δι' ὧν καθ αιρεῖν ἐπιχειρεῖ τοῦ μονογενοῦς θεοῦ τὸ μεγαλεῖον, εἰς μείζονάς τε καὶ προτιμοτέρας ὑπολήψεις αὐτὸν περιάγουσα, ἐπείπερ ὁ δυνάμενος δρᾶσαι τοῦ ἀδυνατοῦντος πρὸς τὸ ἀγαθὸν προτιμότερος. 3.10.45 Ἀλλ' αἰσθάνομαι