381
ὑπατακτοῦντος τοῦ λόγου· οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημίαις συνεκφερόμενος πρὸς τὰ τῆς ὑποθέσεως ἄτοπα. οὐκοῦν καθεκτέον αὐτὸν πέρα τοῦ μέτρου πρὸς κατασκευὴν τῶν ἀτόπων ἀφηνιάζοντα. συγγνώσεται δὲ πάντως ὁ εὐγνώμων ἀκροατὴς ἐπὶ τοῖς εἰρημένοις, οὐχ ἡμῖν τὴν ἀνακύπτουσαν ἐκ τῆς ἐξετάσεως ἀτοπίαν, ἀλλὰ τοῖς τὰς πονηρὰς ὑπο τιθεμένοις ἀρχὰς λογιζόμενος. ἡμῖν δὲ πρὸς ἕτερόν τι τῶν 3.10.46 εἰρημένων μετακτέον τὴν θεωρίαν. φησὶ γὰρ ὅτι 20καὶ σύνθετον ἡμῖν τὸν θεὸν ἀπεργάζεται τῷ κοινὸν μὲν ὑποθέσθαι τὸ φῶς, ἰδιότησι δέ τισι καὶ ποικίλαις διαφοραῖς θατέρου χωρίζειν θάτε ρον. σύνθετον γὰρ οὐδὲν ἧττον τὸ κοινότητι μιᾷ συνενηνεγμένον, διαφοραῖς δέ τισι καὶ συνδρομαῖς ἰδιωμάτων χωριζόμενον20. πρὸς ταῦτα δὲ βραχὺς ἡμῖν ὁ λόγος καὶ εὐαπάλλακτος. ὃ γὰρ τοῖς ἡμετέροις ἐπεγκαλεῖ δόγμασιν, εἰ μὴ διὰ τῶν ἰδίων κατα σκευάζει λόγων, καθ' ἡμῶν αὐτῶν ὁμολογοῦμεν τὸ ἔγκλημα. σκεψώμεθα γὰρ τὰ παρ' αὐτοῦ γεγραμμένα. φῶς ἀλη θινὸν ὀνομάζει τὸν κύριον, ἀπρόσιτον δὲ φῶς τὸν πατέρα. οὐκοῦν τὴν κατὰ τὸ φῶς κοινωνίαν καὶ αὐτὸς ὡμολόγησεν, 3.10.47 οὕτως ὀνομάσας ἑκάτερον. τῶν δὲ προσηγοριῶν προσφυῶς τοῖς πράγμασιν ἐφηρμοσμένων, καθὼς πολλαχῇ διωρίσατο, οὐ ψιλὴν νοοῦμεν τοῦ φωτὸς τὴν φωνὴν δίχα τινὸς διανοίας ἐπὶ τῆς θείας φύσεως λέγεσθαι, ἀλλά τινος ὑποκειμένου κατηγορεῖσθαι. οὐκοῦν τῇ κατὰ τὸ ὄνομα κοινωνίᾳ καὶ τὴν τῶν σημαινομένων ὁμολογοῦσι ταὐτότητα, ἐπείπερ ὧν τὰ ὀνόματα τὰ αὐτά, τούτων ἀπεφήναντο μηδὲ τὰς φύσεις ἑτέρως ἔχειν. ἑνὸς τοίνυν ὄντος τοῦ κατὰ τὸ φῶς σημαι νομένου ἡ τοῦ ἀπροσίτου καὶ τοῦ ἀληθινοῦ προσθήκη κατὰ τὸν τῆς αἱρέσεως λόγον τὸ κοινὸν διορίζει τοῖς ἰδιάζουσιν, ὡς ἄλλο μὲν τὸ τοῦ πατρὸς φῶς, ἕτερον δὲ τὸ τοῦ υἱοῦ νοηθῆναι, τοῖς ἰδιώμασιν ἀπ' ἀλλήλων διακρινόμενα. ἢ τοίνυν ἀνατρεψάτω τὰ ἴδια, ἵνα μὴ σύνθετον δι' ὧν λέγει κατασκευάσῃ τὸ θεῖον, ἢ μηδὲ ἡμῶν ταῦτα κατηγορείτω, 3.10.48 ἅπερ ἐν τοῖς ἰδίοις βλέπει λόγοις. οὐδὲν γὰρ τὴν ἁπλότητα διὰ τούτων ὁ λόγος λυμαίνεται, ἐπειδὴ κοινότης τε καὶ ἰδιότης οὐσία οὐκ ἔστιν, ὥστε τὴν συνδρομὴν τούτων σύν θετον ἀποδεικνύειν τὸ ὑποκείμενον. ἀλλ' ἡ μὲν οὐσία καθ' ἑαυτὴν ὅ τι ποτὲ κατὰ τὴν φύσιν ἐστὶ διαμένει, ἐκεῖνο οὖσα ὅπερ ἐστί· ταῦτα δὲ τῶν περὶ αὐτὴν νοουμένων τε καὶ θεωρουμένων εἶναι πᾶς τις ἂν εἴποι διανοίας μετέχων, ἐπεὶ καὶ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους ἔστι τι κοινὸν τῆς θείας φύσεως κατανοῆσαι, ἀλλ' οὐ διὰ τοῦτο ἀνθρωπότης 3.10.49 τὸ θεῖον ἢ θεότης ἐστὶ τὸ ἀνθρώπινον. ἀγαθὸν γὰρ τὸν θεὸν εἶναι πιστεύοντες οἴδαμεν καὶ ἐπ' ἀνθρώπου τοῦτο τὸ ὄνομα παρὰ τῆς γραφῆς τεταγμένον. ἀλλὰ διαιρεῖ τὴν ἐκ τῆς ὁμωνυμίας κοινότητα τὸ ἰδιάζον ἐφ' ἑκατέρου τῆς ση μασίας. ὁ μὲν γὰρ πηγὴ τῆς ἀγαθότητος ὢν ἀπ' αὐτῆς ὀνομάζεται, ὁ δὲ μετέχων τῆς ἀγαθότητος συμμετέχει καὶ τοῦ ὀνόματος· καὶ οὐ διὰ τοῦτο σύνθετος ὁ θεός, ὅτι κοι νωνεῖ πρὸς τὸν ἄνθρωπον τῆς τοῦ ἀγαθοῦ προσηγορίας. οὐκοῦν φανερῶς ἐκ τούτων ὁμολογεῖται ὅτι ἄλλος ὁ τῆς κοινότητος καὶ ἄλλος ὁ τῆς οὐσίας ἐστὶ λόγος, καὶ οὐδὲν μᾶλλον διὰ τοῦτο σύνθεσίς τις καὶ πολυμέρεια περὶ τὴν ἁπλῆν τε καὶ ἄποσον κατασκευάζεται φύσιν, εἴ τι τῶν ἐπιθεωρουμένων ἢ ἐν ἰδιότητι βλέποιτο ἢ κατὰ κοινοῦ τινος τὴν σημασίαν ἔχοι. 3.10.50 Ἀλλ' ἐφ' ἕτερον, εἰ δοκεῖ, τῶν εἰρημένων μετέλθωμεν τὸν διὰ μέσου λῆρον χαίρειν ἐάσαντες, ᾧ φιλοπόνως τὴν Ἀριστοτελικὴν τῶν ὄντων διαίρεσιν ἐπιθρυλῶν τῷ ἡμετέρῳ λόγῳ ἐξείργασται γένη καὶ εἴδη καὶ διαφορὰς καὶ ἄτομα καὶ πᾶσαν τὴν ἐν ταῖς κατηγορίαις τεχνολογίαν ἐπὶ δια βολῇ τῶν ἡμετέρων δογμάτων προεχειρίσατο. ταῦτα τοίνυν ἐάσαντες ἐπὶ τὸ βαρὺ καὶ δυσανταγώνιστον αὐτοῦ τῷ λόγῳ μετέλθωμεν. ∆ημοσθενικῷ γὰρ θυμῷ τὸν ἑαυτοῦ λόγον τονώσας ἄλλος τις ἡμῖν ἐξ Ὀλτισήριδος Παιανιεὺς ἀνα πέφηνε, τὸ δριμὺ τοῦ ῥήτορος ἐν τῷ καθ' ἡμῶν ἀγῶνι μιμούμενος. ἐκθήσομαι δὲ κατὰ λέξιν αὐτὰ τοῦ λογο 3.10.51 γράφου τὰ ῥήματα. 20ναί20, φησίν,