66
λόγον τῆς τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον ἀντιθέσεως καὶ τὰ γνωριστικὰ σημεῖα τῆς γεννητῆς οὐσίας ὑπεναντίως ἔχειν τοῖς ἐπιθεωρουμένοις τῇ 1.1.515 ἀγεννήτῳ φύσει. εἰ γὰρ τὰ αὐτὰ λέγοιεν, οὐκέτι τὸ ἑτε ροῖον τῆς τῶν ὑποκειμένων φύσεως διὰ τῆς ταὐτότητος τῶν ἐπιθεωρουμένων συστήσεται. τῶν γὰρ ἑτεροίως ἐχόντων ἕτερα χρὴ πάντως εἶναι καὶ τὰ γνωρίσματα οἴεσθαι, ὅσα δὲ ὡσαύτως κατὰ τὸν λόγον τῆς οὐσίας ἔχει, τοῖς αὐτοῖς δηλαδὴ σημείοις χαρακτηρίζεται. εἰ μὲν οὖν τὰ αὐτὰ καὶ τῷ μονογενεῖ προσμαρτυροῦσιν, οὐδεμίαν, καθὼς εἴρηται, 1.1.516 περὶ τὸ ὑποκείμενον διαφορὰν ἐννοοῦσιν. εἰ δὲ τοῖς βλα σφήμοις ἐπιμένοιεν λόγοις καὶ τὸ παρηλλαγμένον τῆς φύσεως ἐν τῇ διαφορᾷ τοῦ γεννητοῦ καὶ τοῦ ἀγεννήτου κατασκευά ζοιεν, εὔκολον συνιδεῖν πάντως τὸ ἐκ τῆς ἀκολουθίας ἀνα φαινόμενον, ὅτι, κατὰ τὴν τῶν ὀνομάτων ἀντίθεσιν καὶ τῆς φύσεως τῶν ὑπὸ τῶν ὀνομάτων σημαινομένων ὑπεναντίως ἔχειν πρὸς ἑαυτὴν νομισθείσης, ἀνάγκη πᾶσα καὶ τὰ ἐπι θεωρούμενα ἑκατέροις πρὸς τὸ ἐναντίον διενεχθῆναι, ὥστε τῶν ἐπὶ τοῦ πατρὸς λεγομένων τὰ ἀντικείμενα τῷ μονογενεῖ ἐφαρμόζεσθαι, θεότητος ἁγιασμοῦ ἀγαθότητος ἀφθαρσίας ἀϊδιότητος καὶ εἴ τι ἄλλο τὸν ἐπὶ πάντων θεὸν διὰ τῶν εὐσεβῶν ἡμῖν νοημάτων παρίστησιν· ὥστε πάντα τὰ ἀπεμ φαίνοντα καὶ ἑκάστῳ τῶν πρὸς τὸ κρεῖττον ὑπειλημμένων ἀντιδιαστελλόμενα τῆς γεννητῆς ἴδια νομίζειν οὐσίας εἶναι. 1.1.517 Σαφηνείας δὲ χάριν προσδιατριπτέον ἡμῖν ἐστι τῷ τόπῳ. ὥσπερ τῷ θερμῷ καὶ τῷ ψυχρῷ ἐναντίοις οὖσι κατὰ τὴν φύσιν (ὑποκείσθω δὲ τῷ λόγῳ πῦρ τε καὶ κρύσταλλος, ἐκεῖνο ἑκάτερον ὂν ὅπερ οὐκ ἔστι τὸ ἕτερον) καὶ τὰ ἰδίως ἑκατέρῳ τούτων ἐπιφαινόμενα παρηλλαγμένως ἔχει πάντως πρὸς ἄλληλα (ἴδιον γὰρ τοῦ μὲν κρυστάλλου ἡ ψῦξις, τοῦ δὲ πυρὸς ἡ θερμότης), οὕτως εἴπερ κατὰ τὴν ἐν τοῖς ὀνό μασιν ἐναντίωσιν ἐπὶ τοῦ ἀγεννήτου καὶ γεννητοῦ καὶ ἡ διὰ τῶν ὀνομάτων δηλουμένη φύσις πρὸς τὸ ἀντικείμενον δια σταίη, οὐκ ἐνδέχεται τὰς δυνάμεις τῶν κατὰ φύσιν ὑπεναν τίων ὁμοίας ἀλλήλαις εἶναι, ὡς οὐκ ἐνδέχεται οὔτε ἐν πυρὶ τὴν ψύξιν οὔτε ἐν κρυστάλλῳ γενέσθαι τὴν πύρωσιν. 1.1.518 εἰ οὖν ἐν τῇ ἀγεννήτῳ οὐσίᾳ ἡ ἀγαθότης νοεῖται, διέστηκε δέ, καθὼς ἐκεῖνοί φασιν, ἐν τῷ λόγῳ τῆς φύσεως πρὸς τὴν γεννητὴν ἡ ἀγέννητος, συνδιαστήσεται πάντως καὶ τοῦ ἀγεννήτου τὸ ἴδιον ἀπὸ τοῦ κατὰ τὸ γεννητὸν ἰδιάζοντος· ὥστε εἰ ἐν ἐκείνῳ τὸ ἀγαθόν, ἐν τούτῳ νοεῖσθαι τὸ τῷ ἀγαθῷ ἀντικείμενον. καὶ οὕτως ἡμῖν διὰ τῶν σοφῶν τού των δογματιστῶν πάλιν ὁ Μάνης ἀναβιώσεται, τὴν τῆς κακίας φύσιν ἀντιπαρεξάγων τῷ ἀγαθῷ καὶ τῇ τῶν οὐσιῶν ἑτερότητι δογματίζων τὸ ἐν ταῖς δυνάμεσιν αὐτῶν ἀντικεί μενον. 1.1.519 Εἰ δὲ χρὴ μηδὲν ὑποστειλάμενον μετὰ παρρησίας 1.1.519 εἰπεῖν, συγγνωστότερος τούτων ὁ Μάνης εἰκότως ἂν εἶναι νομίζοιτο, ὃν πρῶτόν φασι τοῖς δόγμασι τῶν Μανιχαίων ἐπιτολμήσαντα ἀφ' ἑαυτοῦ κατονομάσαι τὴν αἵρεσιν. λέγω δὲ ταῦτα, ὡς ἂν εἴ τις ἐχίδνης καὶ ἀσπίδος τὴν φιλαν θρωποτέραν ἐκλέγοιτο· πλὴν ἀλλ' ἐπειδή ἐστι καὶ ἐν θη ρίοις τοῦ χείρονος κρίσις, οὐχὶ τούτων ἐκείνους ἀνεκτοτέ 1.1.520 ρους εἶναι δοκιμαζόμενα τὰ δόγματα δείκνυσιν; ὁ μὲν γὰρ συναγορεύειν ᾤετο τῷ τῶν ἀγαθῶν αἰτίῳ, ὡς οὐδεμιᾶς κακῶν αἰτίας ἀπ' ἐκείνου τὴν ἀρχὴν λαβούσης, καὶ διὰ τοῦτο εἰς ἑτέραν ἀρχὴν ἰδιάζουσαν τῶν πρὸς τὸ χεῖρον ἀριθμουμένων πάντων τὴν αἰτίαν ἀνῆψεν οἷον ἀπολογού μενος ὑπὲρ τοῦ θεοῦ τῶν ὅλων, ὡς οὐκ εὐαγὲς ὂν τὴν τῶν ἀγαθῶν πηγὴν καὶ τῶν παρὰ λόγον πλημμελουμένων ἐπαι τιᾶσθαι, οὐ συνιεὶς ὑπὸ μικροψυχίας, ὅτι δυνατὸν ἦν μήτε κακῶν δημιουργὸν τὸν θεὸν οἴεσθαι μήτε ἄλλο τι ἄναρχον 1.1.521 παρὰ τὸν θεὸν φαντασθῆναι. περὶ ὧν πολὺς ὁ λόγος καὶ οὐ τοῦ παρόντος ἂν εἴη καιροῦ. καὶ οὗ χάριν τῶν εἰρη μένων ἐμνήσθημεν, ὅτι ἐκεῖνος μὲν ἀφιστᾶν ᾤετο δεῖν ἀπὸ τοῦ θεοῦ τῶν ὅλων τὴν τῆς κακίας ἀρχήν, οὗτοι δὲ κἀ κείνων χαλεπωτέραν κατασκευάζουσι τὴν ἔκτοπον ταύτην 1.1.522 κατὰ τοῦ υἱοῦ βλασφημίαν. τῶν μὲν γὰρ κακῶν τὴν φύσιν παραπλησίως ἐκείνοις διὰ τῆς κατὰ τὴν οὐσίαν ἐναντιότητος δογματίζουσιν