304
πρὸς τὴν τοῦ ὑπερκειμένου κάλ λους κατανόησιν συγχρησάμενοι, ἀλλὰ μέχρι τῶν καταλαμ βανομένων ἔστησαν ἑαυτῶν τὴν διάνοιαν καὶ ἕκαστον τῆς κτίσεως μέρος ἰδιαζόντως ἐθαύμασαν, διὰ τοῦτο οὐκ ἐν ἑνί τινι μόνῳ τῶν φαινομένων τὴν περὶ τὸ θεῖον ὑπόληψιν ἔστησαν, ἀλλὰ πᾶν τὸ ἐν τῇ κτίσει βλεπόμενον θεῖον ἐνό 3.3.6 μισαν. καὶ οὕτω τοῖς μὲν Αἰγυπτίοις περὶ τὰ νοερὰ πλεῖον ἐνεργηθείσης τῆς πλάνης αἱ μυρίαι τῶν δαιμόνων μορφαὶ εἰς φύσεις θεῶν ἠριθμήθησαν, τοῖς δὲ Βαβυλωνίοις ἡ ἀπλα νὴς τοῦ πόλου περιφορὰ θεὸς ἐνομίσθη, ὃν καὶ Βὴλ ὠνό μασαν. οὕτω δὲ καὶ τοὺς ἐφεξῆς ἑπτὰ ἡ Ἑλληνικὴ μαότης ἰδιαζόντως θεοποιήσασα ἄλλῳ ἄλλως κατά τινα τῆς ἀπάτης ἰδιάζοντα λόγον ὑπέκυψε. πάντας γὰρ τούτους ἐν ἀλλήλοις ἀναστρεφομένους τοὺς κύκλους κατανοήσαντες, ἐπειδὴ περὶ τὸ ἀκρότατον ἐπλανήθησαν, δι' ἀκολούθου καὶ 3.3.7 μέχρι τοῦ ἐσχάτου τὴν αὐτὴν πλάνην συνδιεσώσαντο. καὶ πρὸς τούτοις αὐτόν τε τὸν αἰθέρα καὶ τὸν ὑποκεχυμένον ἀέρα τήν τε γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ὑποχθόνιον λῆξιν καὶ αὐτῆς δὲ τῆς γῆς ὅσα χρειώδη καὶ ἀναγκαῖα πρὸς τὴν ἀνθρωπίνην ἐστὶ ζωὴν οὐδὲν ὅ τι τῆς θείας ἀπό κληρον εἶναι φύσεως ἐδογμάτισαν, ἀλλ' ἑκάστῳ τούτων ὑπέκυψαν, δι' ἑνός τινος τῶν ἐν τῇ κτίσει προφαινομένων πᾶσιν ἑαυτοὺς τοῖς ἐφεξῆς τῆς κτίσεως μορίοις καταδου λώσαντες, ὡς εἴγε κἀκείνοις ἀθέμιτον ἐξ ἀρχῆς κατεφάνη τὸ πρὸς τὴν κτίσιν βλέπειν, οὐκ ἂν εἰς τὴν πολύθεον ταύ 3.3.8 την ἀπάτην ἀπεπλανήθησαν. ὡς ἂν οὖν μὴ ταὐτὰ πάθοι μεν καὶ ἡμεῖς οἱ πρὸς τὴν ἀληθινὴν θεότητα βλέπειν παρὰ τῆς γραφῆς διδασκόμενοι, πᾶν τὸ κτιστὸν ἔξω τῆς θείας φύσεως νοεῖν ἐπαιδεύθημεν, μόνην δὲ τὴν ἄκτιστον φύσιν λατρεύειν τε καὶ σεβάζεσθαι, ἧς χαρακτήρ ἐστι καὶ γνώ ρισμα τὸ μήτε ἄρχεσθαι τοῦ εἶναί ποτε μήτε παύεσθαι, οὕτως τοῦ μεγάλου Ἠσαΐου διὰ τῆς ὑψηλῆς αὐτοῦ φωνῆς περὶ τῶν δογμάτων τούτων θεολογήσαντος, ὃς ἐκ τοῦ θείου προσώπου φησὶν Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ ἔμπροσθέν μου θεὸς οὐκ ἐγένετο καὶ μετ' ἐμὲ θεὸς οὐκ 3.3.9 ἔσται. πάντων γὰρ μᾶλλον ἀκριβῶς εἰδὼς τὸ τῆς εὐαγγε λικῆς εὐσεβείας μυστήριον ὁ μέγας οὗτος προφήτης ὁ καὶ τὸ παράδοξον ἐκεῖνο σημεῖον ἐπὶ τῆς παρθένου μηνύσας καὶ τοῦ παιδίου τὴν γέννησιν εὐαγγελισάμενος καὶ τὸ τοῦ υἱοῦ ὄνομα ἐκείνῳ σαφῶς παραστήσας, οὗτος τοίνυν ὁ πᾶσαν ἐμπεριειληφὼς διὰ τοῦ πνεύματος ἐν ἑαυτῷ τὴν ἀλή θειαν, ὡς ἂν μάλιστα πᾶσι γένοιτο δῆλος ὁ τῆς θείας φύσεως χαρακτήρ, δι' οὗ τὸ ὄντως ὂν διακρίνομεν ἀπὸ τοῦ γενομένου, τοῦτό φησιν ἐκ προσώπου τοῦ θεοῦ ὅτι Ἐγώ εἰμι πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ ἔμπροσθεν ἐμοῦ θεὸς οὐ 3.3.10 γέγονε καὶ μετ' ἐμὲ οὐκ ἔσται. ἐπεὶ οὖν οὔτε τὸ πρὸ τοῦ θεοῦ θεὸς οὔτε τὸ μετὰ τὸν θεὸν θεός (τὸ μὲν γὰρ μετὰ τὸν θεὸν κτίσις, τὸ δὲ ἐπέκεινα τοῦ θεοῦ οὐδέν, τὸ δὲ οὐδὲν θεὸς οὐκ ἔστιν, μᾶλλον δὲ τὸ ἐπέκεινα τοῦ θεοῦ αὐτὸς ἐκεῖνος, ἐν τῇ ἀϊδίῳ μακαριότητι πρὸς οὐδὲν ὁριζό μενος), ἐπεὶ οὖν θεοῦ ἡ φωνὴ αὕτη ἡ πνευματικὴ ἐν τῷ προφητικῷ στόματι λαληθεῖσα, δόγμα διὰ τούτου μανθά νομεν ὅτι μία τίς ἐστιν ἡ θεία φύσις συνεχὴς πρὸς ἑαυτὴν καὶ ἀδιάσπαστος, τὸ πρότερον καὶ ὕστερον ἐφ' ἑαυτῆς οὐ προσιεμένη, κἂν ἐν τριάδι κηρύσσηται, οὔτε πρεσβύτερόν τι τῶν ἐν αὐτῇ θεωρουμένων οὔτε μεταγενέστερον ἔχουσα. 3.3.11 ἐπεὶ οὖν θεοῦ ἡ φωνή, ἐάν τε τοῦ πατρὸς δῷς εἶναι τὸν λόγον ἐάν τε τοῦ υἱοῦ, ἐπίσης δι' ἑκατέρου τὸ δόγμα τῆς εὐσεβείας κρατύνεται. ἐὰν μὲν γὰρ ὁ πατὴρ ταῦτα λέγῃ, μαρτυρεῖ τῷ υἱῷ τὸ μὴ μετ' αὐτὸν εἶναι· εἰ γὰρ θεὸς μὲν ὁ υἱός, πᾶν δὲ τὸ μετὰ τὸν πατέρα θεὸς οὐκ ἔστι, δῆλον ὅτι τὸ ἐν τῷ πατρὶ καὶ μὴ μετὰ τὸν πατέρα τὸν υἱὸν εἶναι ὁ λόγος μαρτύρεται· εἴτε τοῦ υἱοῦ δοίη τις εἶναι τὴν φωνὴν ταύτην, τὸ οὐ γέγονεν ἔμπροσθέν μου διδασκαλία σαφὴς ἔσται τῇ τῆς ἀρχῆς ἀϊδιότητι συγκαταλαμβάνεσθαι καὶ τὸν ἐν τῇ ἀρχῇ θεωρούμενον. εἴ τι οὖν μετὰ τὸν θεὸν ἔστι, κτίσις τοῦτο καὶ οὐ θεὸς διὰ τῶν εἰρημένων εὑρίσκεται. τὸ γὰρ μετ' ἐμὲ ὄν, φησί, θεὸς οὐκ ἔστι. 3.3.12 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον