1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

60

καταρτίζειν καὶ ὀρθοῦν τὰς τῶν μαθητευομένων ψυχὰς, ἀλλὰ καὶ φοβοῦντα καὶ τῷ Θεῷ παραδιδόντα. Ἐπειδὴ γὰρ τὰ παρὰ τῶν ἀνθρώπων λεγόμενα, ὡς παρὰ ὁμοδούλων, οὐχ ἱκανὰ καθ 62.88 άψασθαι ψυχῆς, ἀναγκαῖον τῷ Κυρίῳ παραδιδόναι λοιπόν. Τοῦτο οὖν καὶ ὁ Παῦλος ποιεῖ. Περὶ ταπεινοφροσύνης γὰρ καὶ ἑνώσεως διαλεχθεὶς, καὶ τοῦ μὴ δεῖν ἕτερον κατεξανίστασθαι τοῦ ἑτέρου, ἄκουσον τί φησι· Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ. Οὐκ εἶπε, Μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς περιπατεῖτε· πληκτικώτερος γὰρ ὁ λόγος· ἀλλὰ τὸ αὐτὸ μὲν ἐδήλωσεν, ἀπὸ δὲ ἑτέρων τὸ παρά 62.89 δειγμα ἤγαγε. Καὶ πρὸς Θεσσαλονικέας δὲ γράφων, τὸ αὐτὸ τοῦτο ποιεῖ λέγων· Μὴ ἐν πάθει ἐπιθυμίας, καθὼς καὶ τὰ λοιπὰ ἔθνη. ∆ιεστήκατε, φησὶ, τοῖς δόγμασιν αὐτῶν, ἀλλὰ τὸ ὅλον γέγονε τοῦ Θεοῦ· ἐγὼ δὲ ζητῶ τὰ παρ' ὑμῶν, τὸν βίον καὶ τὸν περίπατον τὸν κατὰ τὸν Θεόν· τοῦτο ὑμέτερόν ἐστι. Μάρτυρα δὲ τὸν Κύριον καλῶ τῶν εἰρημένων ἐμοὶ, ὅτι οὐχ ὑπεστειλάμην, ἀλλ' εἶπον πῶς δεῖ περιπατεῖν. Ἐν ματαιότητι, φησὶ, τοῦ νοὸς αὑτῶν. Τί ἐστι νοῦ ματαιότης; Τὸ περὶ τὰ μάταια ἠσχολῆσθαι. Τίνα δέ ἐστι μάταια, ἀλλ' ἢ τὰ παρόντα ἅπαντα; περὶ ὧν φησιν ὁ Ἐκκλησιαστής· Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀλλ' ἐρεῖ τις· Εἰ μάταια καὶ ματαιότης, τίνος ἕνεκεν γέγονεν; εἰ τοῦ Θεοῦ ἔργα, πῶς μάταια; καὶ πολὺς περὶ τούτων ὁ λόγος. Ἀλλ' ἄκουε, ἀγαπητέ· Οὐ τὰ τοῦ Θεοῦ ἔργα εἶπε μάταια, μὴ γένοιτο· οὐκ οὐρανὸς μάταιος, οὐδὲ γῆ ματαία, μὴ γένοιτο· οὐχ ἥλιος, οὐδὲ σελήνη καὶ ἄστρα, οὐδὲ τὸ σῶμα τὸ ἡμέτερον· πάντα γὰρ ταῦτα καλὰ λίαν· ἀλλὰ τί μάταιον; Ἀκούσωμεν αὐτοῦ λέγοντος τοῦ Ἐκκλησιαστοῦ· Ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, ἐποίησά μοι κολυμβήθρας ὑδάτων, ἐγένετό μοι ποίμνια καὶ βουκόλια, συνήγαγον χρυσίον καὶ ἀργύριον· καὶ εἶδον ὅτι πάντα ματαιότης· καὶ πάλιν, Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἄκουε καὶ τοῦ Προφήτου λέγοντος· Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Κατὰ τοῦτο ματαιότης ματαιοτήτων, αἱ λαμπραὶ οἰκοδομαὶ, ὁ πολὺς καὶ περιῤῥέων χρυσὸς, τῶν ἀνδραπόδων αἱ ἀγέλαι κατὰ τὴν ἀγορὰν σοβοῦσαι, ὁ τῦφος καὶ ἡ κενοδοξία, τὰ φρονήματα καὶ ὁ κόμπος. Ταῦτα γὰρ πάντα μάταια· οὐ γὰρ παρὰ Θεοῦ γεγένηται, ἀλλὰ παρ' ἡμῶν δεδημιούργηται. Τί δήποτε δὲ μάταια; Ὅτι οὐδὲν ἔχει τέλος χρηστόν. Τὰ χρήματα μάταια, ὅταν εἰς τρυφὴν ἀναλίσκηται· οὐ μάταια δὲ γίνεται, ὅταν εἰς πένητας σκορπίζηται. Ὅταν δὲ εἰς τρυφὴν ἀναλώσῃς, ἴδωμεν αὐτῶν τὸ τέλος τί ποτέ ἐστι· λιπασμὸς σώματος, ἐρυγαὶ, πνεύματα, κόπρου πλῆθος, καρηβαρία, μαλακία σαρκὸς, καὶ θερμότης καὶ ἔκλυσις. Ὡς γὰρ ἂν εἴ τις τετρημένον πίθον ἐπαντλῶν ματαιοπονεῖ, οὕτω καὶ ὁ τρυφῶν εἰς πίθον τετρημένον ἀντλεῖ. Ἄλλως δὲ, μάταιον λέγεται τὸ προσδοκηθὲν μὲν ἔχειν τιμὴν, μὴ ἐσχηκὸς δέ· ὅπερ καὶ κενὸν λέγουσι, καὶ κενὰς ἐλπίδας, καὶ τὸ εἰκῆ. Καὶ ἁπλῶς δὲ μάταιον λέγεται τὸ πρὸς μηδὲν χρήσιμον. Ἴδωμεν οὖν, εἰ μὴ τοιαῦτα τὰ ἀνθρώπινα. Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Τί οὖν τὸ τέλος, εἰπέ μοι; Φθορά. Ἐνδυσώμεθα καὶ περιβαλώμεθα, καὶ τί τὸ πέρας; Οὐδέν. Τοιαῦτά τινες τῶν Ἑλλήνων ἐφιλοσόφησαν, ἀλλὰ μάτην· τὸν σκληρὸν βίον ἐπεδείξαντο, ἀλλ' ἁπλῶς, οὐ πρός τι τέλος χρήσιμον ὁρῶντες, ἀλλὰ πρὸς κενοδοξίαν καὶ τὴν παρὰ τῶν πολλῶν τιμήν. Τί δὲ ἡ παρὰ τῶν πολλῶν τιμή; Οὐδέν. Εἰ γὰρ αὐτοὶ οἱ τὴν τιμὴν παρεχόμενοι ἀπόλλυνται, πολλῷ μᾶλλον ἡ τιμή. Ὁ τιμὴν παρέχων ἑτέρῳ, ἑαυτῷ πρότερον ὀφείλει παρασχεῖν· εἰ δὲ μὴ παρέχοι ἑαυτῷ, πῶς ἂν ἑτέρῳ παρέξοι; Νῦν δὲ καὶ τὰς τιμὰς ζητοῦμεν ἐξ εὐτελῶν καὶ εὐκαταφρονήτων ἀνδρῶν, ἀτίμων ὄντων καὶ ἐπονειδίστων. Ποία οὖν αὕτη τιμή; 62.90 βʹ. Ὁρᾷς ὅτι ματαιότης ματαιοτήτων τὰ πάντα; ∆ιὰ τοῦτο ἔλεγεν· Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν. Ἀλλ' ἡ θρησκεία αὐτῶν οὐ τοιαύτη; Τί δαί; ἆρα οὐ ξύλα καὶ λίθοι τὰ προσκυνούμενα; Ἥλιον φαίνειν ἡμῖν ἐποίησεν ἀντὶ λύχνου· τίς τὸν λύχνον τὸν ἑαυτοῦ προσκυνεῖ; Ἥλιος παρέχει τὸ φῶς· ἀλλ' ὅταν ἐκεῖνος μὴ