1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

1

Demonstratio evangelica 1.Pin.t Κεφαλαίων καταγραφή. Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως. 1.Pin.1 αʹ. Τίνα καὶ ὁπόσα ἐπαγγέλλεται ἡ πραγματεία. 1.Pin.2 βʹ. Τίς ὁ τρόπος τῆς κατὰ τὸν χριστιανισμὸν εὐσεβείας. 1.Pin.3 γʹ. Ὅτι μὴ πᾶσι τοῖς ἔθνεσι κατάλληλος ἦν ἡ κατὰ Μωσέα πολιτεία. 1.Pin.4 δʹ. Τί δήποτε τὰ παρὰ Ἰουδαίοις ἀποδεχόμενοι λόγια τὸν παρ' αὐτοῖς βίον παρῃτησάμεθα. 1.Pin.5 εʹ. Ὁποία τις οὖσα τυγχάνει ἡ καλουμένη τοῦ Χριστοῦ καινὴ διαθήκη. 1.Pin.6 ʹ. Τίς ὁ κατ' αὐτὴν κατηγγελμένος ὑπὸ τοῦ Χριστοῦ πᾶσιν ἀνθρώποις βίος. 1.Pin.7 ζʹ. Πῶς ὁ Χριστὸς τὰ παρὰ Μωσεῖ πρότερον ἐκτελέσας καινῆς καὶ νέας εἰσαγωγεὺς κατέστη πολιτείας. 1.Pin.8 ηʹ. Ὡς εἰς δύο τρόπους ὁ κατὰ τὸν χριστιανισμὸν διῄρηται βίος.1.Pin.9ʹ. Τί δήποτε μὴ ὁμοίως τοῖς παλαιοῖς καὶ παρ' ἡμῖν τὰ τῆς πολυπαιδίας σπουδάζεται. 1.Pin.10 ιʹ. Τίνι λόγῳ μὴ καὶ ἡμῖν ὁμοίως τοῖς παλαιοῖς θυμιᾶν καὶ θύειν τῷ θεῷ τὰ γεώδη παραδέδοται. 1.t.1 Εὐαγγελικῆς Ἀποδείξεως Λόγος πρῶτος Ἰδοὺ δή σοι, θεῖον ἐπισκόπων χρῆμα, Θεόδοτε, ἱερὲ θεοῦ ἄνθρωπε, σὺν θεῷ καὶ σὺν αὐτῷ γε τῷ σωτῆρι ἡμῶν τῷ τοῦ θεοῦ λόγῳ, μετὰ τὴν πρώτην Προπαρασκευὴν τῆς Εὐαγγελικῆς ὑποθέσεως ἐν ὅλοις πεντεκαίδεκα συγγράμμασι διαπεπονημένην ἡμῖν, μέγα τοῦτο πρὸς ἡμῶν ἐξανύεται. δέχου δῆτα, ὦ φίλη κεφαλή, τὴν αἴτησιν καὶ ταῖς εὐχαῖς ἡμῖν συμπόνει, τὴν Εὐαγγελικὴν Ἀπόδειξιν ἤδη λοιπὸν ἐκ τῶν ἀνέκαθεν παρ' Ἑβραίοις ἀνακειμένων προρρήσεων παραστήσασθαι πειρωμένοις. 1.Prooem.2 πῶς δὴ καὶ τίνα τρόπον; τοῖς θεοφιλέσι ἐκείνοις, οἶσθα δήπου τοὺς βοωμένους παρὰ τοῖς ἀνδράσι, Μωσέα δὴ λέγω καὶ τοὺς μετ' αὐτὸν ἐκλάμψαντας θεοπρεπεῖς καὶ τοὺς μακαρίους προφήτας τε καὶ ἱεροφάντας, μάρτυσιν ἀποχρώμενοι, ἐξ αὐτῶν τ' ἐπιδεικνύναι προῃρημένοι τὰ μακροῖς ὕστερον αἰῶσιν εἰς φῶς ἐλθόντα καὶ διὰ τῆς τοῦ σωτῆρος εὐαγγελικῆς ἀποδείξεως πραγματευθέντα τά τε καθ' ἡμᾶς αὐτοὺς εἰσέτι νῦν πρὸ ὀφθαλμῶν συντελούμενα θείῳ πνεύματι προειληφότας, ὡς ἂν παρόντα τὰ μὴ παρόντα καὶ τὰ μηδέπω μηδαμῶς ὄντα ὡς ἐναργῶς ὄντα κατωπτευκότας, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ τοῖς μετέπειτα διὰ γραφῆς τὰ μέλλοντά ποτε ἔσεσθαι προμεμηνυκότας, ὥστε ἤδη καὶ ἑτέρους ἐξ αὐτῶν εἰδέναι τε καὶ γνωρίζειν τὸ μέλλον δύνασθαι ὁσημέραι τε προσδοκᾶν τῶν λογίων τὰ ἀποτελέσματα. 1.Prooem.3 ποῖα δὲ ταῦτα; μυρία μὲν ἂν εἴη καὶ ἄλλα. παντοῖα τε καὶ περὶ πάντων, κοινῶν τε καὶ τῶν ἀνὰ μέρος, καθ' ἕκαστόν τε ἄνδρα καὶ περὶ τῶν καθόλου, ἰδίως τε ἀμφὶ τῶν καθ' Ἑβραίους πραγμάτων καὶ αὖ πάλιν περὶ τῶν ἔξωθεν ἐθνῶν· οἷον δὴ πόλεων ἀναστάσεις, καιρῶν τε ἀλλαγὰς καὶ πραγμάτων μεταβολάς, μελλόντων τε ἀγαθῶν παρουσίας, καὶ τῶν ἐναντίων ἐπιφοράς, ἀνδραποδισμοὺς ἐθνῶν, πόλεων πολιορκίας, τῶν καθόλου βασιλειῶν μεταστάσεις τε καὶ καταστάσεις, καὶ ἄλλα μυρία περὶ τῶν ἔσεσθαι μακροῖς ὕστερον χρόνοις μελλόντων προεκήρυττον. 1.Prooem.4 ἀλλ' οὐ τούτων ὅ γε παρὼν καιρὸς τὸν ἔλεγχον ἡμᾶς ἀπαιτεῖ παραστήσασθαι, τὰ πολλὰ δὲ εἰσαῦθις ὑπερθέμενος ἐκ τῆς τῶν παρατεθησομένων ἀληθείας ἠρέμα καὶ τῶν ἀποσεσιωπημένων τὴν ἀπόδειξιν πιστώσεται. 1.1.1 Τίνα τοίνυν ἡμῖν ἐπὶ τοῦ παρόντος ἐκ τῶν προφητικῶν προρρήσεων εἰς τὴν εὐαγγελικὴν ἀπόδειξιν εὖ ἂν ἔχοι συντελεῖν, καιρὸς ἂν εἴη λέγειν. 1.1.2 Χριστὸν ὀνομαστὶ καὶ θεοῦ λόγον αὐτόν τε θεὸν καὶ κύριον καί τινα «μεγάλης βουλῆς