1
In Ecclesiasten
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ
ΟΜΙΛΙΑ Αʹ Πρόκειται ἡμῖν ὁ Ἐκκλησιαστὴς εἰς ἐξήγησιν ἴσον ἔχων τῷ μεγέθει τῆς ὠφελείας τὸν πόνον τῆς θεωρίας. τῶν γὰρ παροιμιακῶν νοημάτων ἤδη προγυμνασάντων τὸν νοῦν, ὧν οἱ σκοτεινοὶ λόγοι καὶ αἱ σοφαὶ ῥήσεις καὶ τὰ αἰνίγματα καὶ αἱ ποικίλαι τῶν λόγων στροφαί, καθὼς περιέχει τὸ τοῦ βιβλίου ἐκείνου προοίμιον, ... τότε τοῖς πρὸς τὰ τελειότερα τῶν μαθημάτων αὐξηθεῖσιν ἐπὶ ταύτην τὴν γραφὴν τὴν ὑψηλὴν 5.278 ὄντως καὶ θεόπνευστον ἡ ἄνοδος γίνεται. εἰ οὖν ἡ παροιμιακὴ μελέτη ἡ πρὸς ταῦτα ἡμᾶς ἑτοιμάζουσα τὰ μαθήματα οὕτως ἐπίπονός τίς ἐστι καὶ δυσθεώρητος, πόσον χρὴ πόνον αὐτοῖς ἐνορᾶν τοῖς ὑψηλοῖς τούτοις νοήμασι τοῖς νῦν προκειμένοις εἰς θεωρίαν ἡμῖν; ὥσπερ γὰρ οἱ ἐν παιδοτρίβου τὴν παλαι στρικὴν ἐκπονήσαντες πρὸς μείζονας ἱδρῶτας καὶ πόνους ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς ἀποδύονται, οὕτω μοι δοκεῖ μελέτη τις εἶναι ἡ παροιμιώδης διδασκαλία, πρὸς τοὺς ἐκκλησιαστικοὺς ἀγῶνας παιδοτριβοῦσα τὰς ψυχὰς ἡμῶν καὶ προμαλάσσουσα. εἰ οὖν ἡ μελέτη μετὰ τοσούτων ἱδρώτων κατορθοῦται καὶ πόνων, τί χρὴ περὶ αὐτῶν τῶν ἀγώνων λογίσασθαι; ἦ που πᾶσάν τις ὑπερβολὴν ἐννοήσας οὐκ ἂν παραστήσειε κατ' ἀξίαν τῷ λόγῳ, πόσους ὑποδείκνυσι πόνους τὸ τῆς γραφῆς ταύτης στάδιον τοῖς ἀγωνιζομένοις πρὸς τὴν τῶν νοημάτων ἀσφάλειαν διὰ τῆς ἀθλητικῆς ἐμπειρίας, ὡς μὴ ἐν πτώματι δεῖξαι τὸν λόγον, ἀλλ' ἐν πάσῃ νοήματος συμπλοκῇ ὄρθιον διασῶσαι διὰ τῆς ἀληθείας τὸν νοῦν. πλὴν ἀλλ' ἐπειδὴ καὶ τοῦτο τῶν δεσποτικῶν παραγγελμάτων ἐστὶ τὸ δεῖν ἐρευνᾶν τὰς γραφάς, ἀνάγκη πᾶσα, κἂν κατόπιν τῆς ἀληθείας ὁ ἡμέτερος εὑρεθῇ νοῦς τοῦ μεγέθους τῶν νοημάτων οὐκ ἐφικνούμενος, ὅμως τὸ μὴ δοκεῖν παρορᾶν τὴν ἐντολὴν τοῦ κυρίου διὰ τῆς κατὰ δύναμιν περὶ τὸν λόγον σπουδῆς κατορθῶσαι. οὐκοῦν ἐρευνήσωμεν τὴν προκειμένην 5.279 γραφὴν ὡς δυνάμεθα. πάντως γὰρ ὁ τοῦ ἐρευνᾶν τὴν ἐντολὴν δε δωκὼς καὶ τὴν πρὸς αὐτὸ τοῦτο δύναμιν δώσει, καθὼς γέγραπται ὅτι Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Καὶ πρῶτόν γε ἡμῖν ἡ ἐπιγραφὴ τοῦ βιβλίου προτεθήτω εἰς θεωρίαν. κατὰ πᾶσαν ἐκκλησίαν Μωϋσῆς καὶ ὁ νόμος ἀναγινώσκεται, οἱ προφῆται, ἡ ψαλμῳδία, ἡ ἱστορία πᾶσα καὶ εἴ τι τῆς ἀρχαίας τε καὶ τῆς καινῆς διαθήκης ἐστί, πάντα ἐπὶ τῶν ἐκκλησιῶν καταγγέλλεται. πῶς οὖν τοῦτο μόνον κατ' ἐξαίρετον τῇ ἐπιγραφῇ τοῦ ἐκκλησιαστοῦ καλλωπίζεται; τί οὖν ἐστιν ὃ περὶ τούτων ἡμεῖς ὑπειλήφαμεν; ὅτι ταῖς μὲν ἄλλαις πάσαις γραφαῖς, ἱστορίαις τε καὶ προφητείαις, καὶ πρὸς ἄλλα τινὰ τῶν μὴ πάνυ τῇ ἐκκλησίᾳ χρησίμων ὁ σκοπὸς βλέπει. τί γὰρ μέλει τῇ ἐκκλησίᾳ τὰς τῶν πολέμων συμφορὰς δι' ἀκριβείας μαθεῖν ἢ τίνες ἐθνῶν ἄρχοντες καὶ πόλεων γεγόνασιν οἰκισταὶ καὶ τίνες τίνων ἄποικοι ἢ ποῖαι βασιλεῖαι κατὰ τὸν ἐφεξῆς χρόνον διαφανήσονται καὶ ὅσοι γάμοι καὶ παιδοποιΐαι δι' ἐπιμελείας ἐμνημονεύθησαν καὶ πάντα τὰ τοιαῦτα, ὅσα δι' ἑκάστης ἔστι διδαχθῆναι γραφῆς· τί ἂν τοσοῦτον πρὸς τὸν σκοπὸν τῆς εὐσεβείας τῇ ἐκκλησίᾳ συναγωνίσαιτο; ἡ δὲ τοῦ βιβλίου τούτου διδασκαλία πρὸς μόνην βλέπει τὴν ἐκκλησιαστικὴν πολιτείαν, 5.280 δι' ὧν ἄν τις τὸν ἐν ἀρετῇ κατορθώσειε βίον, ταῦτα ὑφηγου μένη. ὁ γὰρ σκοπὸς τῶν ἐνταῦθα λεγομένων ἐστὶ τὸ ὑπερθεῖναι τὸν νοῦν τῆς αἰσθήσεως καὶ πεῖσαι καταλιπόντα πᾶν ὅτιπέρ ἐστι μέγα τε καὶ λαμπρὸν ἐν τοῖς οὖσι φαινόμενον πρὸς τὰ ἀνέφικτα τῇ αἰσθητικῇ καταλήψει διὰ τῆς ψυχῆς ὑπερκύψαι κἀκείνων τὴν ἐπιθυμίαν λαβεῖν, ὧν οὐκ ἐφικνεῖται ἡ αἴσθησις. τάχα δὲ