2
148 ἐν ἑαυτῷ, ὥστε οὕτω̣ς̣ κ̣ορέννυται ἀεὶ ἔχων τὸ θεραπεῦον τ̣ο`̣ δίψος. "ὁ πί νων", φησίν, "ἐκ τοῦ ὕδ̣ατος τούτου διψήσ̣ει πάλιν". εἰ μετὰ τὸ πιεῖν διψᾷ, ο̣υ᾿̣ κορέννυται. ἀλλὰ ἄκουε πάλιν ἑτέρᾳ διανοίᾳ τοιαῦτα λεγόμενα ῥήμ̣ατα̣· ἡ σοφία φησίν· "ὁ πίνων με πάλιν διψάσει καὶ ὁ τρώγων μ̣ε πάλιν πεινάσει". τοῦτο λέγει ὅτι· ἐπειδὴ ὁ πίνων τῆς σοφίας οὐ τὸ τέλειον αὐτ̣η῀̣ς ἄφνω πίνει, ἀλλὰ καθ' ὁλίγον θεωρήματα προσλαμβάν̣ει κ̣αὶ θεραπεύει τὸ προ λαβὸν δίψος, πάλιν διψήσει οὐκ αὐτ̣ῶν ἐκε̣ι´̣νων̣ ὧν ἔπιεν, ἀλλὰ τῶν μετ' ἐκεῖνα, ἱ´̣ν̣' ᾖ δύναμιν ἔχον τὸ λεχθὲν παρα´̣ τινι· "ἃ μεμάθηκας, διατή ρει ταῖς μελέταις, προσλάμβανει δὲ ταῖς ἐπιστήμαις". εἰ προσλαμβά νει, κορεσθεὶς πάλιν διψᾷ, πάλιν πεινᾷ. καὶ τίς ἠγάπησεν ἐν πλήθ̣ει αὐτοῦ γένημα; καί γε τοῦτο ματαιότης. ἔστιν ὅστις ἠγ̣άπη̣σε̣ν πλῆθ̣ο̣ς γενήματος. τὸ "τὶς" ὧδε τὸν λεγόμενον παρά τισιν ι᾿̣δίως̣ ποιὸν σημαίνει, ὃν ἕτεροι ἄτομον καλοῦ σιν. ἔδει δὲ κα̣τὰ γένη̣μα τ̣ὸ τῆς διοικούσης προνοίας̣ ἐν πλήθει̣ εἶ ναι και`̣ τοῦ γενήματος, ὃ τῷ α᾿̣νθρώπῳ ἡ π̣ρόνοια παρέχει, ἐπιθυμῆσαι. ····· ··· κεν ····αρομεν········ ····· ····· ····
149 οὐ περὶ τὸ πνεῦμα, περὶ δὲ τὴν σάρκα. "ὁ σπείρων" οὖν "εἰς τ̣ὴν σάρ κα" πολλὰ σπείρει, τουτέστιν πέρα τοῦ δέοντος. ἔχομεν σάρκα, καὶ δεῖ αὐτῇ οὕτως χρᾶσθαι ὡς σαρκί, ὑπωπιάζειν αὐτήν, δουλαγωγεῖν. ὅταν δὲ προσπα´̣θωμεν τῇ σαρκί, καὶ προαίρεσιν σαρκίνην καὶ διάθεσιν κτώμεθα. ὁ εἰς τὴν σάρκα ταύτην σπείρων καρποὺς φέρειν ἀπωλεία̣ς. κατέιλεξεν τὰ ἔργα τῆς σαρκὸς ὁ ἀπόστολος, ὡς ἔρις καὶ φαρμακίαι καὶ αἱρέσεις καὶ ἐρισχελίαι καὶ τὰ ἄλλα εἰσίν. ἐπερ· ο̣υ᾿̣ δὲ ἐννοῆσαι δυνάμεθα "πλῆθος δυνάμεως" ἐπαινετῶς; διὰ τὸ ματαίως τοῦτο σπουδάζεσθαι. τὸ γὰρ γένημα ἐκεῖνο μένει εἰς τὸν αἰῶνα-"ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα"- εἰ μὴ ἄρα καὶ ἐπὶ αἱρετικῶν γνωμῶν λάβωμεν τὸ τοι οῦτο, ὅτι ἐκεῖνοι ἐπαγγέλλονται "σπείρειν εἰς δικαιοσύνην", οὐ τὴν ἀληθινήν, ἀλλὰ τὴν ἐπίπλαστον̣, τὴν δοκοῦσαν δικαιοσύνην· τοῦτου τὸ γ̣ένημ̣α οὖν ματαιότης ἐστίν, κἂν πολὺ δοκῇ εἶναι. λαβέ μοι τινὰ κε κτημένον πολλὰ γενήματα κατὰ τὸ ῥητόν, αὐτὸν δὲ ἐκεῖνα ἔχοντα μόνα ····· ε᾿̣π̣ι̣θ̣υμη῀̣σαι αὐτ̣ὸν καὶ χορτάσαι κ̣ατ' ὀλίγον ἔξεστι̣ν, οὐκ ἔστιν ····· ····· ····· ····· ·· μάταιόν ἐστ̣ιν. οὐδὲ γὰρ ὁ´̣λο̣̣ν̣ ἀναλῶσαι ταῦτα δύναται. --
150 σκοτίαν, καὶ μάταια ἐκείνου ἡ σπουδὴ καὶ ὁ πόθος κενὸς γέγονεν. ἐν πλήθει ἀγαθοσύνης ἐπληθύνθησαν οἱ ἐσθίον τες αὐτήν. καταλλήλως ἀγαθοσύνην τὴν ἡδονὴν λαμβ̣άν̣ομεν· ἐπεὶ γὰρ ἀδιάφορά ἐστιν τὰ ἀγαθά-τ̣ὰ μὲν περὶ ψυχήν, τ̣α`̣ δὲ περὶ σῶμα, τὰ δὲ περὶ τὰ ἐκτός. τὰ περὶ ψυχὴν οὐ τοσοῦτον ἡδονὴν ἐγείρει, ὅσον πόνον καὶ ἱδρῶτα πρὸς τὰ κα̣λ̣ά. τὰ γὰρ περὶ σῶμα καὶ τὰ ἐκτὸς ἡδονῆς εἰσιν πεπληρωμένα καὶ ποιητικά. ἐάν τις ο̣ὐ῀̣ν ἔχῃ τὰ ἐγείροντα πολλὴν ἡδονήν, "πλῆθος ἀγαθο σύνης" ἔχει, νομιζομένην ἀγαθοσύνην, ἐπεὶ καὶ τὰ ἐφ' οἷς ἡ´̣δεται, δο κεῖ ἀγαθὰ εἶναι, οὐκ ὄντα ἀληθῶς καὶ κυρίως ἀγαθά. οὐδὲν οὖν ἀγαθόν ἐστι̣ν̣, ὃ μὴ ποιεῖ ἀγαθὸν τὸν ἔχοντα. οὐδὲν ἀγαθὸν σὺν ἁμαρτίᾳ εἶναι δ̣ύναται, σὺν ὑγιείᾳ δὲ καὶ ἰσχύι καὶ εὐμορφίᾳ δ̣ύ ναται εἶναι ἁμαρτία. οὐδεὶς σὺν ἀγαθῷ ἁμαρτάνει, σὺν ὑγιείᾳ δὲ ἁμαρ τάνομεν. οὐκ ἄρα ἀγαθὸν ἡ ὑγιεία. ὧδε καὶ συλλογισμῷ ἐδείχθη τ̣ὸ πρό βλημ̣α. ἐπερ· μέμεικται ἡ ἀναγωγὴ τῷ ῥητῷ; τό, ὅτι πολλοὶ σπουδα´̣ζουσιν περὶ παίδευσίν τινα καὶ ἡ´̣δ̣ο̣νται πάνυ ἐπ' αὐτὴν τη`̣ν "ψευδώνυμον γνῶσιν". ἐν τῷ π̣λήθε̣ι τῆς ἡδονῆς ταύ της πλη̣θύνονται. οἱ ἐσθίοντες αὐτὴν δοκοῦσιν ἔχε̣ιν τι´̣·····η̣ν̣···· κατα λαμβάνε̣ι̣ τὸ πλῆθος ····· ····· ····· ····· ····
151ν καὶ τί ἀνδρεία τῷ παρ' αὐτῆς -- τὰ ἀγαθὰ αἱρετώτερόν ἐστιν τ̣οῦ ἐλαττοῦντος. ὅτι ἀρχὴ τοῦ ὁρᾶν ὀφθαλμοῖς αὐτοῦ. ἐλέγομεν ὅτι ἡ κυρίως̣ ἀνδρεία ἕξις ἐστὶν παρασκευαστι̣κὴ τ̣οῦ γενναίως φέρειν τὰ ἐπίπονα. ἔχει γὰρ ἀρετὴν σὺν αὐτῇ καὶ τὸ κρίνει̣ν. σὺν φρο νήσει γὰρ ἔστιν. πολλάκις γὰρ ἐλέχθη, ὅτι αἱ ἀρεταὶ ἔχονται ἀλ̣λήλων. πάντως ὁ ἔχων ἀν δρείαν ἔχει καὶ λόγον θεωρητικόν· κἂν ποιὰ