1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

35

οὐχ οἷόν τέ ἐστιν εἰδέναι σοφὸν μὴ ἐγνωκότα τὴν σοφίαν, καθ' ἣν οὗτος πεποίωται καὶ ἀφ' ἧς παρονομάζεται. ἀμέλει γοῦν, ἄλλοι ἄλλους γιγνώσκουσιν καὶ ἕτεροι ἑτέρους οὐκ ἐπίστανται. τὰς ἐπιλύσεις οὖν τῶν ῥημάτων τῶν σοφῶν τὰς γνωμονικὰς τίς οἶδεν; σπα´̣νιός ἐστιν καὶ ὁ ταῦτα ἐπιστάμενος ὁ δυνάμενος νοήμων εἶναι καὶ δια`̣ το`̣ νοήμων εἶναι ἐπιστάμενος παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥῆσιν σοφῶν καὶ αἰνίγματα. τὰς ἐπιλύσεις τῶν αἰνιγματωδῶν ῥημάτων οὐχ ὁ τυχὼν οἶδεν, ἀλλ' ὁ κατὰ τὴν σοφίαν, καθ' ἣν προφέρεται τὰ ῥήματα, σοφὸς ὠ´̣ν. σ̣οφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ. τοῦτο λέγει, ὅτι ἡ τοῦ ἀνθρώπου σοφία τ̣ο`̣ π̣ρόσ̣ωπον αὐτοῦ φωτεινὸν δείκνυσιν, οὐ τὸ πρόσωπον τοῦ σώματος, οὐ τὸ μέλος τῆς σαρκός, ἀλλὰ τὸ πρόσωπον τοῦ ἔσω ἀνθρώπου, περὶ οὗ λέγουσιν οἱ σοφοί· "ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε." εἰ δὲ τὸ φῶς τὸ σοφίζον καὶ σοφοὺς ποι οῦν καὶ πεφωτισμένους κατασκευάζον τοῦ προσώπου σου φῶς ἐστιν-ὁ λόγος σου γάρ ἐστιν ἡ εἰκών σου, ὁ χαρακτήρ, -φωτίζεται ὁ μετέχων τούτου τοῦ φω τὸς καὶ γίνεται πεφωτισμένος. οὕτω γοῦν τοῖς πλησιάσασιν αὑτῷ Ἰησοῦς λέγει· "λαμψάτω τὸ φῶς ὑμῶν ἔνπροσθεν τῶν ἀνθρώπων." καὶ λέγει πᾶσιν· "ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου." οὐκ αἰσθητὸν δὲ φῶς εἰσιν οἱ ἀπόστολοι τοῦ κόσμου, τουτέστιν τοῖς πολλο̣ῖς τῶν ἀνθρώπων φαινόμενον, ἀλλὰ τοῦ ἀληθινοῦ κόσμου. οὐ τὴν ἁμαρτία̣ν ε̣ὗρεν Ἰησοῦς τοῦ καταλλαγέντος ἐν Χριστῷ τῷ θεῷ. τοῦτο οὖν τὸ πρόσωπον τοῦ ἔσω ἀνθρώπου φωτίζεται ὑπὸ τῆς σοφίας. ταὐτὸν δέ ἐστιν σοφία καὶ φῶς καὶ λόγος κ̣αὶ ἀλήθεια καὶ αἱ ἄλλαι ἐπίνοιαι αἱ περὶ Χριστοῦ λεγόμεναι.

234 καὶ ἀναιδὴς πρὸ πρ̣οσώπου αὐτοῦ μισηθήσεται. στόμα βασιλέως φύλαξον καὶ περὶ λόγου ὅρκου θεοῦ μὴ σπου δάσῃς. ὁ ἀναιδὴς ὁ μὴ ἔχων παρρησίαν ἐκ φωτὸς καὶ σοφίας ἀπούσης ἐπίτιμον μισηθήσεται. ὑπάρχει δὲ τοῦτο μάλιστα τοῖς σοφισταῖς τοῖς τὴν ἀλήθειαν σοφίζεσθαι θέλουσιν. ἀπὸ πολλῆς γὰρ ἀναίδειας ἀντιλέγουσιν τῇ ἀληθείᾳ. οὕτω ἑρμηνεύουσιν τὰ πράγματα, ὡς οὐκ ἔχουσιν φύσεως. μισητὸς οὖν ἐστιν, κἄν ποτε λανθάνῃ διὰ πανουργίαν καὶ μὴ μισῆται, ἀλλ' οὖν γε μισητός ἐστιν. μισητὸς δέ ἐστιν ὁ ἄξιος τοῦ μισεῖσθαι, κἂν μηδεὶς αὐτὸν μισῇ. ἡ κακία γοῦν, εἰ καί τις ἄλλη, μισητή ἐστιν· ἡ ἡδονὴ πολλοὺς ε᾿̣π̣έχει τοὺς ἀγαπῶντας. πολλοί εἰσιν οἱ θελγόμενοι· καὶ οὐ δήπου οὐκ ἔστιν μισητὸν τὸ κακόν. στόμα βασιλέως φύλαξον. τὸ στόμα τοῦ βασιλέως τοῦ ἀληθινοῦ φύλαξον, τὸν λόγον αὐτοῦ τήρει, κατὰ τὸν λόγον αὐτοῦ πολιτεύου καὶ φρόνει. τὸ γὰρ στόμα πολλάκις ἡμῖν ἀποδέδεικται, ὅτι τὸν λόγον σημαίνει. ἐπίστανε τῷ λόγῳ τοῦ θεοῦ, ὃ κα λεῖται αὐτοῦ στόμα βασιλέως, καὶ οὕτω πρᾶττε, οὕτω φρόνει, οὕτω πολιτεύ ου. καὶ περὶ λόγου ὅρκου θεοῦ μὴ σπουδάσῃς. καὶ παρὰ τοῖς ἔξω νόμοις μ̣ι̣σ̣η̣τ̣ο´̣ν̣ ἐστιν τὸ τοιοῦτον. ὑπόνοιαν ἐφιόρ κου παρέχει ὁ σπουδάζων ἐπὶ τὸ ὀμόσ̣αι, εἰ μὴ παρὰ τοῦ ἄρχοντος αὐτῷ ὅρκος ἐπιτεθῇ μὴ οὔσης μαρτυρίας τινὸς κ̣αὶ ἀναγκασθῇ περὶ τούτου ὀμόσαι. διὰ τοῦτο οὖν εἶπεν· "μὴ σπουδάσῃς", μὴ π̣ρ̣ο̣α̣ι´̣ρ̣ετος ὅρμα ἐπὶ τὸ ὀμνύναι· μὴ τὴν ἀναπόδεικτον πίστιν μεταχειρ̣ι´̣σ̣ῃ̣ς̣. ἐὰν δύνηται πίστις παρασχεθῆ ναι, μὴ σπουδάσῃς περὶ ὅρκον. ὁ ὀμν̣υ´̣ων τῷ πλησίον αὑτοῦ καὶ οὐκ ἀθετῶν, ὁ οὕτως ἀληθεύων, ἵνα μὴ ἀθετήσῃ̣, ο̣ὐκ ἔστιν μισητός. ἀπὸ προσώπου αὐτοῦ πορεύσῃ, μὴ στῇς ἐν λόγῳ πονηρῷ· ὅτι οὐκ, ὃ ἐὰν ἐθελήσῃ, ποιη´̣σει̣ καθὼς βασιλεὺς ἐξουσιάζων; δύναται κατὰ ὑπερβατὸν περὶ τοῦ ἀνα̣ι̣δο̣ῦς̣ λε´̣γεσθαι, ὅτι "ἀπὸ προσ ώπου αὐτοῦ πορεύσῃ." ἔξω γενοῦ τοῦ ἀναιδου῀̣ς. ἀν̣α̣φ̣έρεσθαι δὲ δύναται ταῦτα καὶ εἰς τὸν διάβολον αὐτὸν καὶ πᾶσαν πονηρ̣ὰν δ̣ύναμιν. τὰ γὰρ περὶ ἀνθρώπων λεγόμενα ὡς κακῶν, ὡς πονηρῶν, ῥη̣θείη ἂν καὶ περὶ τῶν δαιμόνων καὶ τοῦ διαβόλου. ἃ γὰρ περὶ ἀνθρώπων λέγεται ὡς θν̣η̣τ̣ῶν ζῴων, οὐκ ἀναφέρεται οὐδὲ εἰς διάβολον οὐδὲ εἰς δαίμονα. 235 δυνατὸν δὲ καὶ περὶ τοῦ βασιλέως, οὗ ἀπὸ προσώπου δεῖ ὀρθῶς πολι τεύεσθαι, εἰρῆσθαι· "ἀπὸ προσώπου αὐτοῦ πορεύσῃ" ὡς παρ' αὐτοῦ πεμ πόμενος, καθὸ σημαινόμενον λέγομεν ὅτι· ὅσδε ἀπὸ βασιλέως ἦλθεν.