1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

32

οὐχ ὡς ἥμερόν τι, ἀλλ' ὡς ἄγριον θηρίον ἐπι σπώμενον ἑαυτῷ. δυνατὸν δὲ ὡς πρὸς τὸ ῥητὸν ἠθικοῦ παιδεύματος ἕνεκα λαβεῖν κατὰ τὴν ἱστορίαν τὴν φαύλην γυναῖκα σημαίνεσθαι. οἶδας ὅτι τὰ ἁμαρτήματα κατάλληλά τισιν τυγχάνουσιν. ὡς ἐπὶ τὸ πλεῖστον τὸ φορεύειν, τὸ περ περεύεσθαι σοφιστικῶς ἀνδρός ἐστιν, γυναικὸς δὲ τὸ ἐν ἀκολασίᾳ προκα λεῖσθαι. λέγει οὖν τὴν γυναῖκα ταύτην, ἣν λέγει πόρνην, ἣν λέγει "ἐπὶ δίφρου καθεζομένην" καὶ "προσκαλουμένην τοὺς παριόντας", θήρευμα εἶ 228 ναι. δέλεάρ ἐστιν, κἂν ἐπὶ γνώμης αὐτὰ λάβῃς, ἡ πανοῦργος καὶ ῥᾳδι ουργὸς γνώμη, καὶ σοφιστικὴ ἢ καὶ αἱρεθική· φαύλη γυνή ἐστιν. καὶ σαγῆναι καρδία αὐτῆς, δεσμο`̣ς εἰς χεῖρας αὐτῆς· ἀγαθὸς πρὸ προσώπου τοῦ θεοῦ ἐξαιρεθήσεται ἀπ' αὐτῆς, καὶ ἁμαρτάνων συνλημφθήσεται ἐν αὐτῇ. σαγηνεύειν βούλεται τοὺς πλησιάζοντας. καὶ ἀπεναντίως ἔχει ἡ σαγήνη αὐ τῆς ᾗ Ἰησοῦς ἔβαλεν εἰς τὴν θάλασσαν. ἡ γὰρ πλοκὴ τῆς θείας παιδεύσεως καὶ τῆς εὐαγγελικῆς διδασκαλίας "σαγήνη ἐστὶν βληθεῖσα εἰς τὴν θάλασσαν καὶ ἀπὸ παντὸς γένους συνάγει." καὶ ἐπεὶ μὴ αἰσθητὴ ἡ σαγήνη, οὐδὲ τὰ σα γηνευόμενα αἰσθητά ἐστιν. ἐὰν οὖν λέγῃ, ὅτι "ἀπὸ παντὸς γένους," τοῦτο λέγει· "ἀπὸ παντὸς ἤθους ἀνθρωπίνου εἰς τὸν ἔνυδρον βίον ἐκπεπτωκότας."

καὶ περὶ τοῦ διαβόλου λέγεται ἐν ἑνὶ τῶν δώδεκα προφητῶν-Ἀμβακοὺμ δέ ἐστιν οὗτος-"παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; καὶ ποι ήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον." λέγει γάρ· "συντέλειαν ἐν ἀνγίστρῳ ἀνέσπασεν καὶ συνήγαγεν ἐν τῇ σαγήνῃ αὐτοῦ. ἕνεκα τούτου θύσει τῇ σαγήνῃ αὐτοῦ καὶ θυσιά σει τῷ ἀμφιβλήστρῳ αὐτοῦ. διὰ παντὸς ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ καὶ ἀποκτένειν ἔθνη οὐ φείσεται;" διαφόρως οὖν ἀγρεύει καὶ ὁ ἐχθρὸς ὥσπερ καὶ "ὁ τῆς σωτηρίας Λόγος." ὡς γὰρ σαγήνην ὁ Ἰησοῦς "ἔβαλεν εἰς τὴν θάλασσαν", καὶ "ὁ Πέτρος προσ τάττεται βαλεῖν." μερικαὶ δέ εἰσιν αἱ διδασκαλίαι, πρὸς ἕνα τὸν λεγό μενον ἰδίως ποιὸν ἑκάστου βλέπουσαι. ὅταν γὰρ ποικίλα ἔθνη συνάγῃ σαγήνῃ, ἔστιν· "διὰ παντὸς ἀποκτέννειν ἔθνη οὐ φείσεται." καὶ ἐπεὶ οἱ προίστορες τῶν ψευδοδοξιῶν θεοποιοῦσιν αὐτάς, ὡς θείᾳ τινὶ τέχνῃ ἢ ὡς θεῷ τινι θυμιάζουσιν. αὕτη οὖν ἡ γυνὴ λεχθεῖσα σαγήνας ἔχειν ἐν καρδίᾳ ἑαυτῆς διὰ τὸ πολυτρόπως αἱρεθίζειν καὶ ἐπισπᾶσθαι τοὺς ἀν θρώπους σαγήνη ἐστὶν τοῦ διαβόλου. ὧδε τὸ τοῦ Ἰὼβ θέλομεν νοῆσαι, ἵν' ἐξ ἐκείνου καὶ τούτου τὴν θεω ρίαν λάβωμεν. λέγει, ὅτι "πᾶν πλωτὸν συνερχόμενον οὐ μὴ ἐνέγκῃ μίαν βύρσαν οὐρᾶς αὐτοῦ, οὐδὲ πλοῖα ἁλιέων κεφαλὴν αὐτοῦ." εἶτα λέγει· "τίς ἀποκαλύψει ἔνδυμα προσώπου αὐτοῦ; εἰς δὲ πτύξιν θώρακος αὐτοῦ 229 τίς ἂν εἰσέλθοι;" οὐδεὶς δύναται ἀποκαλύψαι τὸ πρόσωπον αὐτοῦ. πολυ πρόσωπός ἐστιν, μιμεῖται τὸν ἐνάλι̣ον̣ Πρωτέα· ἐκεῖνος γὰρ οὐκ ἔχει ὅλως τεταγμένον πρόσωπον. τοῦτο οὖν λέγει ἐν τῷ Ἰώβ· "τίς ἀποκα λύψει ἔνδυμα προσώπου αὐτοῦ;" οὐκ ἔχεις εἰπεῖν, ὅτι τόδε τὸ πρόσωπον αὐτοῦ ἐστιν. ἐὰν ἄρῃς τὸ πρόσωπον αὐτοῦ τῷ λόγῳ ἢ νοήσει, ἄλλο τι χεῖρον ε̣ὑρίσκεται. εἶτα καὶ περιεπτυγμένος ἐστὶν πανταχόθεν· "εἰς πτύξιν θώρακος αὐτοῦ" οὐδεὶς δύναται εἰσελθεῖν. καὶ ἐὰν εἰσέλθῃς, πάλιν περιέπτυκται. οὕτω καὶ ἐνταῦθα ἡ κακοῦργος ἡ ὀνομαζομένη γυνὴ ἐνταῦθα-ἤτοι ἐπὶ ῥητοῦ θέλῃς ἤτοι ἐπὶ γνώμης-οὐ μίαν ἔχει σαγήνην. ὅταν δοκῇς ἐκπεφευγέναι μίαν, ἄλλῃ ὑποβάλλῃ. δεσμὸς εἰς χεῖρας αὐτῆς. τὸν πλησιάζοντα εὐθέως δεσμεῖ. χεῖρα δὲ αὐτῆς τὴν πρᾶξιν λέγει καὶ ἐνέργειαν. ὁ ἐνεργῶν κατ' αὐτὴν οὐ μόνον ἀγρεύετ̣αι καὶ σαγηνεύε ται, ἀλλὰ καὶ δεσμῷ περιπίπτει· δέσμιον αὐτὸν ἀποφαίνει. ἀγαθὸς πρὸ προσώπου τοῦ θεοῦ ἐξαιρεθήσεται ἀπ' αὐτῆς. ὁ πρὸ προσώπου τοῦ θεοῦ ἀγαθὸς οὐ κατ' οὐσίαν ἐστὶν τοιοῦτ̣ος, ἀλλὰ ὁ σπεύδων ἀρετὴν ἔχειν, ἵνα ἐπίπροσθεν θεοῦ ἀγαθὸς γένηται. οὗτος οὖν οὐκ ἐνπίπτει εἰς αὐτήν, οὐκ ἀγρεύεται, οὐ σαγηνεύεται. τοῦ ἀγαθοῦ δὲ "μὴ ἐμπίπτοντος εἰς τὰς παγὰς αὐτῆς" ἢ εἰς τοὺς δεσμοὺς ὁ φαῦλος πα ραδίδοται αὐτῇ. τὸ παραδίδοσθαι δὲ