1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

49

ἔστιν ἀχώριστον συμβεβηκός· οὐδὲν δ̣ε`̣ τῶν̣ ἀ χωρίστων̣ ἐπιγίνεται, ἐπεὶ οὐδὲ ἀποβ̣άλλεται ο̣ὐδ̣έν̣. ο̣ὕτω οὐδὲν πολλάκις ἐπιγενόμενον μένει. ἐπερ· καὶ κάκωσις τί; -μένει ἀχώριστον· πλὴν οὐκ ἀεὶ ἦν ἀχώριστον, ἀλλὰ ἀφ' οὗ ἐβεβαιώθη, ἀφ' οὗ ἕξιν ἔσχεν παράμονον.

11,9a εὐφραίνου οὖν, νεανίσκε, ἐν νεότητί σου. λοιπὸν πρὸς τὸν "νεανίσκον" ἀποτείνεται. ἐὰν δὲ ἐπὶ "νεανίσκον", μὴ χαρακτῆρας περιβλεπώ μεθα σώματος· αἱ ἐντολαὶ γὰρ καὶ αἱ ἀπαγορεύσεις καὶ αἱ προτροπαὶ ἀπαρεμφάτως γίνονται· "οὐ φονεύ σεις". καὶ λέγουσιν εἰς ἄλλας διαλέξεις τὰς προστά ξεις ἑτέρως γίνεσθαι πρὸς θηλείας, ἑτέρως πρὸς ἄρρε νας, παρ' Ἑβραίοις καὶ παρ' Αἰγυπτίοις· παρ' ἡμῖν δὲ οὐ παρενφαίνει τὸ πρόσωπον. ἐὰν λέγω ὅτι "εὐφραί νου", οὐκ ἄλλως τῇ θηλείᾳ λέγεται καὶ ἄλλως τῷ ἀν δρί. οὕτω καὶ τὸ "νεανίσκε" λέγω κ̣α̣ὶ συνήθειαν λέ γω τῆς χρήσεως τῶν τοιούτων. ἐάν τις ἅμα ἀνδρῶν καὶ γυναικῶν μνημονεύῃ, εἰς τὸ ἀρρενικὸν συνπεραίνει τὸν λόγον· λέγομεν ὅτι πάρεισιν ἄνδρες καὶ γυναῖκες 335 ἀκροασόμενοι, οὐκ ἀκροασόμεναι· ὕβριν γὰρ φέρει τὸ συναπενεχθῆναι τὸν ἄνδρα τῇ γυναικί, τὴν δὲ γυ ναῖκα τῷ ἀνδρὶ ἀποδοθῆναι μᾶλλον ἔπαινον φέρει· καὶ ἔτι προηγεῖται ἡ ἐντρέχεια τοῦ ἀνδρὸς τῆς γυ ναικός· καὶ ἔτι, ἐὰν ᾖ αὐτὴ γυνὴ σύνζυγος τῷ ἀνδρί, "ἓν σῶμά" εἰσιν καὶ οὐκ ἀποδίδοται εἰς τὸ σῶμα τῆς γυναικὸς ὁ ἀνὴρ ἀλλ' ἡ γυνὴ εἰς τὸ τοῦ ἀνδρός· "κε φαλὴ" γὰρ αὐτῆς ἐστιν. ἐὰν οὖν λέγῃ "εὐφραίνου νεα νίσκε", εἰς ἡλικίαν σκοποῦμεν· συναποδίδοται γὰρ καὶ ἡ γυνή. καὶ ἐπὶ ῥητοῦ δὲ δύναταί τις εἰπεῖν τοῦτο ὅτι "ὦ "νεανίσκε", ὅτε ἀρχὴν ἔλαβες τοῦ εἰδέναι ἐφ' οἷς "εὐφρανθῆναι" δεῖ, "εὐφραίνου". μὴ ποτὲ τοῦτο ποίει, ποτὲ δὲ μή". ὡς ἐὰν λέγω τῷ σωφρονοῦντι "σωφρόνει", οὐ λέγω ὅτι "ποτὲ ποίει, ποτὲ δὲ μή". καὶ "δικαίως τὸ δίκαιον δίωκε". εἶπον δὲ πολλάκις ὅτι τὸ ἀποπαύεσ θαι τῶν ἐπαινετῶν ψόγον φέρει. καὶ πρὸς ἀναγωγὴν δὲ πολλῷ πλέον· εἰσὶν γὰρ "νεα νίσκοι" οἱ "ἰσχυροὶ" γινόμενοι ἐκι̣ τοῦ ἔχειν τὸν τοῦ "θεοῦ λόγον" καὶ δυνατοὶ γινόμενοι κατὰ τοῦ "πονηροῦ". γράφει γοῦν ὁ Ἰωάννης καὶ λέγει ὅτι "ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λό γος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε". καὶ οὐ δήπου μιᾷ ἡλικίᾳ γράφει σωματικῇ, ἀλλὰ τῇ νεαζούσῃ ψυχῇ τῇ "ἐνδυσαμένῃ τὸν νέον ἄνθρωπον". περὶ οὗ "νεανίσκου" λέγεται· "νεανίσκος μετὰ ὁσίου, καὶ εὐ θεῖα ἡ ὁδὸς αὐτοῦ". ἐὰν γὰρ "μετὰ ὁσίου", τῆς ἀρε τῆς, ὑπάρχῃ, οὗτος "εὐθεῖαν" ἔχει "τὴν ὁδόν", οὐκ ἔχει "καμπύλην" ὁδόν, οἵαν εἶχον πρὸς οὓς ὁ λόγος "ὦ οἱ ἐνκαταλείποντες ὁδοὺς εὐθείας", ὧν αἱ "ὁδοὶ τρα χεῖαι" καὶ "καμπύλαι".

11,9b καὶ ἀγαθυνάτω σε ἡ καρδία ἐν ἡμέραις νεό τητός σου. "ἡ καρδία σου ἀγαθυνάτω σε", μὴ τὰ ἔξω. πολλάκις ἐλέχθη ἡμῖν περὶ διαφορᾶς εὐδαιμονίας καὶ μακαριότητος ὅτι τίθενταί τινες εὐδαιμονίαν τὴν συνπληρουμένην ἐκ τῶν τριῶν γενῶν τῶν ἀγαθῶν. οὐκ "ἀγαθύνει" δὲ ὁ πλοῦτος, ἀγαθὸν ἀληθῶς οὐ ποιεῖ, οὐ δὲ τὸ ὑγιαίνειν τῷ σώματι οὐδὲ τὸ ἀξίωμα καὶ δοξά ριον ἔχειν. ἔχειν δὲ ψυχῆς ἀρετὴν "εὐφραίνει". τοῦτο οὖν ἐστιν "ἡ καρδία σου ἀγαθυνάτω σε", μὴ τὰ ἐκτός, μὴ τὰ περὶ σῶμα· μὴ ἐπὶ τούτοις μέγα φρό νει καὶ ταῦτα θηρᾶν σπεῦδε.

11,9c καὶ περιπάτει ἐν ὁδοῖς ἄμωμος. βάδιζε, ἃς εἶπον "εὐθείας" ἀρτίως "ὁδούς"· αἱ ἀρε 336 ταὶ δὲ καὶ αἱ κατ' αὐτὰς ἐνέργειαι καὶ αἱ θεωρίαι τῆς ἀληθείας "ὁδοὶ ἀγαθαὶ καὶ εὐθεῖαί" εἰσιν. αὐτίκα γοῦν πρὸς τὸν Ἐλύμαν τὸν μάγον τὸν διαστρέψαντα τὸν ἀνθ ύπατον ὁ Παῦλος λέγει· "οὐ παύῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας;" οὐχ ὅτι "διαστρέφονται" ἐκεῖ ναι, ἀλλ' ὅσον ἧκεν εἰς ἐκεῖνον "διαστρέφει" αὐτάς. ὡς εἴ τις νέον ἀναπείθοι λέγων ὅτι οὐ δεῖ σωφρονεῖν καὶ ψόγους φέρει τῆς σωφροσύνης, μὴ γὰρ ψεκτὴν αὐτὴν ποιεῖ. τινὲς γοῦν συναγορεύουσιν τῇ ἀδικίᾳ· οἱ δὲ ταύ τῃ συναγορεύοντες διαβάλλουσιν τὴν δικαιοσύνην. "ἀγαθυνέτω σε" οὖν "ἡ καρδία σου", μὴ τὰ τυχηρά, μὴ τὰ σωματικά. τότε δὲ "ἀμώμους ὁδοὺς" ἕξεις ὡς καὶ μακαρισμοῦ τυχεῖν· "μακάριοι" γὰρ "οἱ