1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

2

κομίζονται; ˉκˉβˉʹ. Εἰ τροπῆς γνώρισμα τὸ τὰ καλὰ καὶ τὰ φαῦλα λαμβά νειν εἰς ἔννοιαν, πῶς ἄτρεπτοι οἱ κολαζόμενοι, τὴν τῶν δικαίων ἐννοοῦντες ἄνεσιν καὶ τὰ ἑξῆς; ˉκˉγˉʹ. Εἰ τὴν γνῶσιν καλοῦ καὶ κακοῦ παρὰ θεοῦ σὺν τῷ εἶναι εἰλήφαμεν, πῶς οὐκ αἴτιος ἑκατέρου ὁ τῇ φύσει ταῦτα ἐνθεὶς πρὸς τὴν αὐτῶν ἐκπλήρωσιν; ˉκˉδˉʹ. Εἰ τὰ προλεχθέντα δέδωκεν ὁ θεός, στεφανοῖ δὲ καὶ κολάζει πρὸς ἃ ἕκαστος ἔπραξε, πῶς δικαίως ἀμφότερα ποιεῖ, παρ' αὐτοῦ δεδομένα; ˉκˉεˉʹ. Εἰ τὰ σωματικώτερον περὶ θεῶν παρὰ τῶν Ἑλλήνων καὶ περὶ θεοῦ παρὰ τῶν προφητῶν εἰρημένα κατὰ ἀλληγορίαν ἔχει τὴν νόησιν, πῶς οὐ μῦθος ἀμφότερα; ˉκˉ ϛˉʹ. Εἰ διὰ τὴν ἀντίδοσιν τῶν ἑκάστῳ βεβιωμένων ἀνάστα σις γίνεται, πῶς οὐ περιττῶς τὰ βρέφη ἢ καὶ τὰ ἐν γαστρὶ τε λευτήσαντα ἀναστήσονται; ˉκˉζˉʹ. Εἰ ἐψευσμένον καὶ μάταιον τὸ τῶν αἱρετικῶν ὑπάρχει 4 βάπτισμα καὶ ἡ χειροτονία, πῶς τοὺς τῇ ὀρθοδοξίᾳ προσφεύγοντας οὔτε βαπτίζουσιν, οὔτε χειροτονοῦσιν; ˉκˉηˉʹ. Εἰ οὐχ ἥμαρτεν ὁ Ἰὼβ ἀρασάμενος τὴν ἡμέραν, δῆλον ὅτι ὡς δίκαιος εἰσηκούσθη. τὸν οἰκεῖον ὁ Θεὸς ἀνέτρεψεν ὅρον καὶ ἀνάγκη ζητεῖν κτλ. ˉκˉθˉʹ. Εἰ ἡ τῶν παλμῶν παρατήρησις ὑπὸ τῶν εὐσεβῶν ἀπη γόρευται, διατί ταύτην οἱ βουλόμενοι ἀπωθεῖσθαι οὐ δύνανται; ˉλˉʹ. Εἰ εἰς θάνατον καὶ φθορὰν οἱ ἁλιεῖς τοὺς ἰχθύας λαμ βάνουσι, πῶς εἰς ζωὴν μέλλων ὁ Χριστὸς τοὺς ἀνθρώπους εἰσα γαγεῖν ἁλιεῖς τοὺς ἀποστόλους ὠνόμασεν; ˉλˉαˉʹ. Εἰ σώφρονι λογισμῷ τὰς γαμικὰς ἡδονὰς οἱ μοναχοὶ ἀπεστράφησαν, διατί καθ' ὕπνους φαντάζονται; καὶ εἰ τῶν μυ στηρίων δεῖ ἀπέχεσθαι. ˉλˉβˉʹ. Εἰ τῷ σίτῳ συναυξάνεσθαι τὰ ζιζάνια ὁ Χριστὸς ἀπη γόρευσε, πῶς τὰ ζιζάνια πεπλήθυνται, ὁ δὲ σῖτος ἐξέλιπεν; ˉλˉγˉʹ. Εἰ πρὸ τοῦ πάθους ὁ κύριος ηὔχετο τηρηθῆναι παρὰ τοῦ πατρὸς τοὺς μαθητάς, μετὰ δὲ ταῦτα Ἰούδας ἀπώλετο, πῶς ἐδέχθη ἡ εὐχή; ˉλˉδˉʹ. Εἰ ὁ θεός ἐστι δημιουργὸς τῆς κτίσεως, πῶς τὰ Ἀπολ λωνίου τελέσματα ἐν τοῖς τῆς κτίσεως δύνανται μέρεσιν; ˉλˉεˉʹ. Εἰ ἐπαιδεύθη Μωυσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, πῶς ἀστρονομίαν καὶ γεωμετρίαν καὶ ἀστρολογίαν οὐ μετῄει; ˉλˉ ϛˉʹ. Εἰ πάντα τὰ ὕδατα αἷμα ὑπὸ Μωσέως γέγονε, πῶς λέγει ἡ γραφὴ τὸ "ἐποίησαν δὲ καὶ οἱ ἐπαοιδοὶ ὡσαύτως"; ˉλˉζˉʹ. Πῶς ὁ Μωυσῆς τὰ τοῦ Ἰωσὴφ ὀστᾶ ἐπιφερόμενος ἐναν τία ἑαυτῷ ἐνομοθέτησεν, ἀκάθαρτον τὸν ἁπτόμενον νεκροῦ λέγων; ˉλˉηˉʹ. Εἰ τὴν τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν ἐλέγ χων ὁ κύριος ἔλεγεν ὅτι "τάφοι κεκονιαμένοι εἰσί", τί ἄτοπον ἐργάζονται Ἕλληνες τοὺς νεκροὺς μυσαττόμενοι; ˉλˉθˉʹ. Εἰ πεπλήρωτο ὁ οἶκος ἔνθα ὁ κύριος ἦν, πῶς οἱ τὴν ὀροφὴν καθαιροῦντες καὶ τὸν παράλυτον μετὰ τῆς κλίνης καθιέντες τοὺς ἐν τῷ οἴκῳ οὐκ ἔπληξαν; 5 ˉμˉʹ. Εἰ ἑκάστῳ ἀνθρώπῳ ἄγγελος φύλαξ καθέστηκεν, οἱ δὲ ἄνθρωποι αὔξησιν καὶ μείωσιν δεχόμενοι, ὡς ἐπὶ τοῦ κατακλυ σμοῦ, ποίαν λειτουργίαν οἱ ἄγγελοι μειούμενοι τότε ἐπλήρουν; ˉμˉαˉʹ. Εἰ νεύματι θείῳ αἱ νεφέλαι τὸν ὑετὸν καταπέμπουσι, διατί οἱ ἐπαοιδοὶ ἔνθα βούλονται χαλάζας ἀμέτρους καὶ ὑετοὺς ἀκοντίζουσιν; ˉμˉβˉʹ. Εἰ θνητὴν ὁ θεὸς τὴν ἡμετέραν ἔκτισε φύσιν, πῶς λέγει ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησε; ˉμˉγˉʹ. Εἰ τῶν ἀνθρώπων ἡ φύσις ὡς θνητὴ τὸ οἰκεῖον ἐπι γινώσκει πέρας, ὁ δὲ ἑκάστου χρόνος οὐ κατά τινά ἐστιν ὅρον, πῶς τῷ Ἐζεκίᾳ προσετέθη χρόνος; ˉμˉδˉʹ. Καὶ ὥραις καὶ ἡμέραις τὰ καθ' ἡμᾶς οὐ κατέχεται· πῶς ἐν τῷ γάμῳ εἶπεν ὁ κύριος "οὔπω ἥκει ἡ ὥρα μου" καὶ ὁ εὐαγγελιστὴς "οὔπω ἐληλύθει ἡ ὥρα"; ˉμˉεˉʹ. Εἰ καθὼς φασί τινες ὅτι ὁ κατακλυσμὸς οὐκ ἐν παντὶ τῷ κόσμῳ γέγονεν, ἀλλ' ἔνθα οἱ ἄνθρωποι ᾤκουν, πῶς λέγει ὅτι ὑψώθη τὸ ὕδωρ ἐπάνω πάντων τόπων; ˉμˉ ϛˉʹ. Εἰ πάντων τῶν ἀλόγων δημιουργός ἐστιν ὁ θεός, διατί τὰ μὲν αὐτῶν καθαρὰ τὰ δὲ ἀκάθαρτα ἡ γραφὴ προσηγόρευσεν; ˉμˉζˉʹ. Εἰ ἀποχὴν καὶ μετάληψιν ἀκαθάρτων καὶ καθαρῶν μό νοις διηγόρευται τοῖς Ἰσραηλίταις, πῶς καὶ οἱ ἐν τῇ νέᾳ μετά ληψιν καθαρῶν καὶ ἀκαθάρτων γινώσκουσιν; ˉμˉηˉʹ. Εἰ τὸ σκεῦος, ὅπερ ὁ Πέτρος ἐθεάσατο, εἶχε πάντα τὰ καθαρὰ καὶ ἀκάθαρτα πετεινὰ καὶ τετράποδα, πῶς οὐ δείκνυται πάντα