1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

54

Ἀπόκρισις. Ὁ θεὸς μὲν ἀπερίγραπτος ὑπάρχων, πανταχοῦ πάρεστιν· "ἐάν" φησίν "ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει". οὐκ εἶπεν "ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, καὶ σὺ ἐκεῖ ἀναβαίνεις", ἀλλὰ "σὺ ἐκεῖ εἶ". οὐδὲ "ἐὰν καταβῶ εἰς τὸν ᾅδην, καὶ σὺ καταβαίνεις", ἀλλὰ "πάρει". λέγεται δὲ περὶ αὐτοῦ ἐξ οἰκονομίας τὸ παρεῖναι, παρεῖναι μὲν τῇ προβολῇ ὀπτασίας τε καὶ ἐνεργείας *. τὰ μὲν οὖν πρέποντα τῇ οὐσίᾳ νόει κατ' οὐσίαν, καὶ τὰ πρέποντα τῇ οἰκονομίᾳ νόει κατ' οἰκονομίαν, καὶ οὐδὲν ἀνακύπτει ἄτοπον· ἄλλος γὰρ ὁ λόγος τῆς θείας οὐ σίας καὶ ἄλλος ὁ τρόπος τῆς θείας οἰκονομίας· ὑπὲρ ἡμᾶς γὰρ ὁ λόγος τῆς θείας οὐσίας, καθ' ἡμᾶς δὲ ὁ τῆς οἰκονομίας, καθ' ὃν ἡμῖν προσέρχεται ὁ θεός· ἄλλως γὰρ ἀδύνατον δέξασθαι ἡμᾶς γνῶσιν θεοῦ, μὴ τοῦ θεοῦ τούτῳ τῷ τρόπῳ εἰς γνῶσιν ἡμᾶς χειραγωγοῦντος τὴν αὑτοῦ. διό, ὥσπερ κυριολογοῦμεν τὸν περί πατον, οὕτω καὶ τὸ ἀπέστειλε. θεοῦ γὰρ ἀμφότερα καὶ καθ' ἡμᾶς ἀμφότερα καὶ δι' ἡμᾶς ἀμφότερα καὶ ἐξ οἰκονομίας ἀμφό τερα. "καὶ ἤκουσε" φησὶν ὁ Ἀδὰμ "φωνὴν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ". ὡσαύτως καὶ τὸ "ἐξαπέστει λεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ".

ΡΜΒ.ʹ Ἐρώτησις. Εἰ τὰ Σεραφὶμ καλύπτει τὰ πρόσωπα, ἀτενί σαι εἰς θεοῦ δόξαν μὴ δυνάμενα, πῶς πάλιν ἑτέρως οὐκ ἠτένιζεν 132 ὅλα ὀφθαλμῶν καταγέμοντα; εἰ δὲ μὴ ἠτένιζε, πῶς οὐ περιττῶς τὸ τοσοῦτον πλῆθος πανταχόθεν τῶν ὀμμάτων ἐκέκτητο; Ἀπόκρισις. Ἄλλη ἐστὶν ἡ κατὰ τὸν προφήτην Ἡσαίαντῶν Σεραφὶμ ὀπτασία, καὶ ἄλλη ἡ κατὰ τὸν προφήτην Ἰεζεκιήλ. ἐκεῖ μὲν παρὰ τῷ Ἡσαΐᾳ τὰ Σεραφὶμ ἑξαπτέρυγα, ἐνταῦθα δὲ παρὰ τῷ Ἰεζεκιὴλ τὰ Χερουβὶμ τετραπτέρυγα καὶ τετραπρόσωπα. καὶ ἐν μὲν τῇ κατὰ τὸν προφήτην Ἰεζεκιὴλ ὀπτασίᾳ οὐκ ἦν χρεία τοῦ κατακαλύπτειν τὰ Σεραφὶμ τὰ πρόσωπα ἑαυτῶν, κά τωθεν τοῦ κρυσταλλοειδοῦς στερεώματος ἑστηκότα τήν τε στάσιν καὶ τὴν πτῆσιν, ἐφ' οὗ ἦν ὁ θρόνος τῆς δόξης. ἠτένιζε δὲ τὰ Σεραφὶμ οὐ μόνον τοῖς ὀφθαλμοῖς τοῖς ἐν τοῖς προσώποις τῶν ζῴων, ἀλλὰ καὶ τοῖς ἐν τοῖς ἄλλοις μέρεσι τοῦ σώματος αὐτῶν. καὶ ἐπειδὴ ἐν τῷ πορεύεσθαι τὰ Σεραφὶμ ἀνάκαμψις καὶ ἀνα στροφὴ οὐκ ἐγένετο τῆς τῶν ζῴων ὄψεως, διὰ τοῦτο χρεία ἦν τοῦ πανταχοῦ αὐτὰ ἀτενίζειν οἷς ἐκέκτηντο ὀφθαλμοῖς. ὥστε οὐ μάτην ἐκέκτηντο τὸ πλῆθος τῶν ὀμμάτων.

ΡΜΓʹ. Ἐρώτησις. Εἰ διὰ τὴν εἰς Χριστὸν οἱ Ἰουδαῖοι ἀπείθειαν ὑποχείριοι τοῖς Χριστῷ πειθομένοις ἐδόθησαν, οἱ δὲ τὸν ἀληθῆ Χριστὸν μὴ γινώσκοντες χριστιανοὶ ἀληθῶς οὐ δύνανται εἶναι, κἂν χριστιανοὶ ὀνομάζονται, οἷά ἐστι τῶν αἱρετικῶν τὰ συστήματα, πῶς οἱ τοιοῦτοι οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ [τῶν] τὸν ἀληθῆ Χριστὸν δεσπότην τοῦ παντὸς γνωριζόντων ἐκράτησαν καὶ μυρίοις δεινοῖς περιέβαλον, τοῦ ἀληθοῦς χριστιανισμοῦ οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ τῶν ψευδοχριστιανῶν διὰ τὸ ἀληθὲς δεσπόζειν ὀφείλοντος; εἰ δὲ τὸ δεσπόζειν ὀφεῖλον ὑπὸ τῆς πλάνης δεσπόζεται, πῶς τὴν δουλείαν τῶν Ἰουδαίων τῇ εἰς Χριστὸν ἀπειθείᾳ ἐπιγράφομεν, καὶ αὐτῶν σὺν τοῖς ἀληθινοῖς χριστιανοῖς τοῖς ψευδωνύμοις Χρι στιανοῖς δεδουλευκότων πολλάκις; Ἀπόκρισις. Τὸ κράτος τῆς τοῦ δεσπότου Χριστοῦ δυνα στείας ἐν τῇ καθαιρέσει τῶν αὐτῷ ἀπειθησάντων Ἰουδαίων δεί 133 κνυται, τὸ ὅλως αὐτοὺς ἐκπεσεῖν μὲν ἁπάντων τῶν πάλαι παρ' αὐτοῖς σεμνῶν τε καὶ τιμίων, εἶναι δὲ ἐν τῇ δουλείᾳ τῶν ἐθνῶν. τὸ δὲ δεσποτικῶς ἐν τῷ παρόντι βίῳ ἄρχειν τῶν γηίνων πραγ μάτων οὐκ ἔστι κληρονομία τῶν ἀληθινῶν χριστιανῶν, εἴ γε κατὰ τὸν ἀπόστολον Παῦλον "εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν". ὁ οὖν τῶν ἀλη θινῶν χριστιανῶν βουλόμενος τὴν δεσποτείαν καταμαθεῖν, πρὸς τὴν μέλλουσαν κατάστασιν ὀφείλει ἀποβλέπειν. τὸ γὰρ ἐπὶ τοῦ παρόντος δεσποτικῶς ἄρχειν τῶν ὑλικῶν πραγμάτων οὐκ ἔστιν ἀμοιβὴ τῆς τῶν χριστιανῶν πίστεως, ἀλλὰ λειτουργία τις, κατὰ τὴν τοῦ θεοῦ διάταξιν πρὸς τὴν συγκρότησιν τῆς τῶν ἀνθρώπων εὐνόμου πολιτείας