1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

42

ἐκκλησιῶν καὶ τὰ θεῖα χαρίσματα, ἀλλ' ἡ μὲν τῆς πλάνης λα τρεία ταῖς ἐκκλησίαις ἐπεισέφρησε, τὰ δὲ πρὸς τὴν αὔξησιν τῆς ὀρθοδοξίας ὑπὸ τοῦ θεοῦ δωρηθέντα καὶ ἐπὶ τῶν αἱρετικῶν τὴν αὐτὴν ἐν ταῖς ἐκκλησίαις εἶχεν ἐνέργειαν; Ἀπόκρισις. Εἰ μὲν τῶν αἱρετικῶν ζώντων ἢ ἀποθανόντων ἡ θεία χάρις ἐνήργει τὰ χαρίσματα, εἶχεν ἂν τὸ γιγνόμενον εὔλογον ἀπορίαν· εἰ δὲ οἱ τὰ θεῖα θαύματα ἐν ταῖς ἐκκλησίαις ἐνεργοῦντες ἅγιοί εἰσιν ἀπόστολοι προφῆται καὶ μάρτυρες, ὧν τὰ λείψανα κεῖν ται ἐν ταῖς ἐκκλησίαις, δῆλον ὅτι καὶ νῦν οἱ ὀρθόδοξοι ἐνεργοῦσι τὰ θαύματα· ὀρθόδοξοι γάρ εἰσιν οἱ ἀπόστολοι προφῆταί τε καὶ μάρτυρες, ὧν τοῖς θείοις ἔργοις διαμαρτύρεται τῷ κόσμῳ ὁ θεὸς ἐκείνων εἶναι τὰς ἐκκλησίας, δι' ὧν τὰ θαύματα ἐκτελεῖται, του τέστι τῶν ὀρθοδόξων.

ΡΙΒʹ. Ἐρώτησις. Εἰ μελέτῃ λογικὸς ἅπας τὴν γνῶσιν κομίζεται, γνώσεως δὲ νόμος τῶν μειζόνων προτάττειν τὰ ἥσσονα-ὅπερ κρατῆσαν ἐπὶ τῶν Ἰουδαίων σαφέστερον δείκνυται-πρότερον τὰ τοῦ νόμου, εἶθ' οὕτως τὰ εὐαγγελικὰ παρειληφότων μαθήματα, 104 πῶς ἡμεῖς οὐκ ἀνακολούθως μανθάνομεν πρὸ τῶν ἡσσόνων τὰ μείζονα μανθάνοντες, λέγω δὲ τὰ τοῦ νόμου ἥσσονα, τὰ δὲ τῶν εὐαγγελίων μείζονα; μιᾶς γὰρ ἡμῶν καὶ τῶν πρὸ ἡμῶν τυγχα νούσης τῆς φύσεως, μίαν εἶναι καὶ τὴν τάξιν ἐχρῆν τῆς μαθή σεως, ἐπειδὴ καὶ ἐν τοῖς μαθήμασιν, ἐὰν μὴ φθάσῃ τὰ χείρονα, τὰ ἀμείνω κωλύεται. Ἀπόκρισις. Εἰ τὴν ἀνάγκην, ἣν ἔχει ἐκεῖνα τὰ μαθή ματα, ὧν, εἰ μὴ προηγεῖται τῶν ἡσσόνων ἡ μάθησις, τὰ ἀμείνω κωλύεται, ταύτην εἶχε καὶ τὰ ἡμέτερα μαθήματα, οὐδ' ἂν ἐδυ νήθημεν οὐδὲ ἀνακολούθως μαθεῖν τὰ ἡμέτερα μαθήματα. ἀλλ' ἐπειδὴ τὰ ἡμέτερα δυνατὸν καὶ ἀνακολούθως μαθεῖν, δῆλον ὅτι ἀπήλλακται τὰ ἡμέτερα μαθήματα ἐκείνης τῆς ἀνάγκης. τὸ δὲ ἀνάγκης ἀπηλλαγμένον, ὡς ἂν γένηται, ἀδιάβλητόν ἐστιν ἐπὶ τῇ ἀνακολουθίᾳ. καὶ ταῦτα μὲν ὡς πρὸς τὴν λύσιν τοῦ ἐν τῇ ἐρω τήσει σοφίσματος· πρὸς αὐτὴν δὲ τὴν ἐρώτησιν οὕτως ἀποκρινόμεθα· ὅτι οὐδὲ ἡμεῖς ἀνακολούθως διδασκόμεθα, ἀλλ' ὡς ἐμάνθανον οἱ ἀπόστολοι πρῶτον μὲν τὰ τοῦ νόμου, ὕστερον δὲ τὰ εὐαγγέλια, οὕτω καὶ ἡμᾶς ἐδίδαξαν· μαρτυροῦσι δὲ τούτων αὐτῶν αἱ φωναί, ἐν αἷς κατήγγειλαν τὸ εὐαγγέλιον· πανταχοῦ γὰρ ἐκ τοῦ νόμου τὸν Χριστὸν κηρύξαντες ἐκ τῶν πρώτων τὰ ἥσσονα καὶ ἐκ τῶν ἡσσόνων τὰ μείζονα δείκνυται· τὸ γὰρ "προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν κατ' ἐμέ", καὶ τὸ "εἶπεν ὁ κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου", καὶ τὸ "οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ ἡ σάρξ μου εἶδε διαφθοράν", φωναί εἰσι τοῦ νόμου, προκαταγγείλαντος ἐν αὐ ταῖς τὸν Χριστόν· αἷς καὶ ὁ ἀπόστολος Πέτρος χρησάμενος τοῖς Ἰουδαίοις τὸ εὐαγγέλιον ἐκήρυξε. καὶ ὡς μὲν πρὸς τὴν μάθησιν 105 οὐδὲν διέστηκε τοῦ νόμου τὰ εὐαγγέλια, ὡς δὲ πρὸς τὴν ἐπαγ γελίαν καὶ ἀπόδοσιν διέστηκε· τί γάρ ἐστιν ὁ νόμος; εὐαγγέλιον προκατηγγελμένον. τί δὲ τὸ εὐαγγέλιον; νόμος πεπληρωμένος.

ΡΙΓʹ. Ἐρώτησις. Εἰ περιττὸν καὶ λεῖπον ἐν τῇ τοῦ σώματος ἡμῶν κατασκευῇ ὁ δημιουργὸς οὐ πεποίηκε, διατί ὡς περιττὸν τὸ τῆς ἀκροβυστίας μέρος τῶν Ἰουδαίων περιετέμνετο; εἰς τί δὲ χρή σιμον οὐκ ἐν ἑτέρῳ μέρει, ἀλλ' ἐν τῷ παιδοποιῷ μορίῳ τὴν πε ριτομὴν οἱ πρὸ τῆς τοῦ δεσπότου Χριστοῦ παρουσίας εἰλήφασι; διατί δὲ ὡς χρησίμην ἐκείνων ταύτην λαβόντων, τῇ τοιαύτῃ χει ρουργίᾳ ὁμοίως καὶ ἡμεῖς οὐ κεχρήμεθα; Ἀπόκρισις. Ἐπειδὴ διὰ τὸ γῆρας τοῦ Ἀβραὰμ καὶ τῆςἐλευθέρας γαμετῆς αὐτοῦ ἐν ἀπογνώσει τοῦ παιδοποιεῖν ἐξ αὐτῆς καθισταμένου, ἐπαγγελίαν παιδοποιίας ἐδέξατο παρὰ θεοῦ, καὶ πιστεύσας τῷ θεῷ παρὰ καιρὸν ἡλικίας ἔσεσθαι πατὴρ τοῦ ἐκ τῆς γεγηρακυίας στείρας αὐτῷ γενομένου υἱοῦ, διὰ τοῦτο δέδωκεν αὐτῷ ὁ θεὸς σφραγῖδα ταύτης τῆς πίστεως τὴν περιτομὴν τοῦ τῆς ἀκροβυστίας μορίου, τοῦ διὰ μὲν τὸ γῆρας πρὸς παιδοποιίαν ἀχρήστου γενομένου, διὰ δὲ τὴν πίστιν τοῦ Ἀβραὰμ εἰς παιδο ποιίαν χρησίμου γενομένου. παρέπεμψε δὲ