1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

17

περὶ αὐτοῦ λόγος· εἰ δὲ ἐξ ἀρχῆς τοῦ κηρύγματος ἕως τῆς συντελείας τοῦ αἰῶνος πάντα τὰ συμβησόμενα αὐτῷ διὰ τῶν προρρήσεων δεδήλωται, φανερὸν ὑπάρχει ὅτι οὐδαμῶς διέψευσται ὁ περὶ αὐτοῦ λόγος, ἀλλ' εἰ μὲν ἔστι τὰ ζιζάνια, ἀνάγκη εἶναι καὶ τὸν σῖτον· ἐκ γὰρ τῆς ἀλλή λων παραθέσεως ὁ μὲν σῖτος γνωρίζεται ὅπερ ἐστίν, ὡσαύτως καὶ τὰ ζιζάνια· καὶ θατέρου μὴ ὄντος, οὐδὲ τὸ ἕτερον γνωρίζεται ὅπερ ἐστίν.

ΛΓʹ. Ἐρώτησις. Εἰ πρὸ μὲν τοῦ πάθους ὁ κύριος ηὔχετο ἁγια σθῆναι καὶ τηρηθῆναι ὑπὸ τοῦ πατρὸς τοὺς μαθητάς, μετὰ δὲ ταῦτα ὁ Ἰούδας ἀπώλετο, πῶς ἡ ὑπὲρ αὐτῶν προσενεχθεῖσα εὐχὴ φαίνεται δεδεγμένη; πῶς δὲ δείκνυται ἀληθές, ὅτι "οἶδα ὅτι πάν τοτέ μου ἀκούεις"; Ἀπόκρισις. Ἡ μὲν τοῦ Ἰούδα ἀπώλεια ἔκτοτε γεγένηται,ἐξ οὗ τε λαβὼν ὁ κύριος τὸν ψωμὸν καὶ βάψας αὐτῷ ἐπέδωκε· καὶ λαβὼν ὁ Ἰούδας τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς, καὶ ἐξελθὼν ἀπέρρηξεν ἑαυτὸν τῶν λοιπῶν μαθητῶν. ἡ δὲ ὑπὲρ τῶν μαθητῶν εὐχὴ μετὰ τὸν χωρισμὸν τοῦ Ἰούδα ἐγένετο, καὶ τοῦτο δείκνυται ἐξ αὐτῆς τῆς εὐχῆς· εὐξάμενος γὰρ ὁ κύριος ἔλε γεν· "οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ". γέγονε μὲν οὖν πρῶτον ἡ τοῦ Ἰούδα ἀπώλεια, ὕστερον δὲ ἡ ὑπὲρ τῶν μα θητῶν εὐχή, ἔπειτα τὸ πάθος τοῦ κυρίου.

Λ∆ʹ. Ἐρώτησις. Εἰ ὁ θεός ἐστι δημιουργὸς καὶ δεσπότης τῆς κτίσεως, πῶς τὰ Ἀπολλωνίου τελέσματα ἐν τοῖς μέρεσι τῆς κτί σεως δύνανται; καὶ γὰρ θαλάττης ὁρμὰς καὶ ἀνέμων φορὰς καὶ 43 μυῶν καὶ θηρίων ἐπιδρομάς, ὡς ὁρῶμεν, κωλύουσι. καὶ εἰ τὰ ὑπὸ τοῦ κυρίου μὲν γεγονότα θαύματα ἐν μόνῃ τῇ διηγήσει φέ ρεται, τὰ δὲ παρ' ἐκείνου πλεῖστα καὶ ἐπ' αὐτῶν δεικνύμενα τῶν πραγμάτων, πῶς οὐκ ἀπατᾷ τοὺς ὁρῶντας; καὶ εἰ μὲν κατὰ θείαν τοῦτο συγχώρησιν γέγονε, πῶς ὁδηγὸς πρὸς ἑλληνισμὸν οὐ γέγονεν ἡ τοιαύτη συγχώρησις; εἰ δὲ μὴ τοῦτο, πῶς οὐ δυνάμει τῶν δαιμόνων ἐκεῖνα γεγένηται; πάλιν δέ, εἴπερ [ὁ θεὸς] ὡς ἀγαπητῷ γινομένῳ ἡδόμενος ἐκείνῳ συνήργησε, διατί μὴ διὰ προφητῶν ἢ δι' ἀπο στόλων τὰ τοιαῦτα γεγένηται; εἰ δὲ μὴ ἠρέσκετο ὡς φαύλῳ, τίνος ἕνεκεν τὸ φαῦλον ἢ εὐθὺς οὐκ ἐκώλυσεν, ἢ μετὰ βραχὺ οὐ κα τέλυσεν, ἀλλ' ἕως αἰῶνος τῶν μερῶν τῆς κτίσεως κρατεῖν συ νεχώρησεν; Ἀπόκρισις. Ὁ μὲν Ἀπολλώνιος, ὡς ἀνὴρ ἐπιστήμων τῶνφυσικῶν δυνάμεων καὶ τῶν ἐν αὐταῖς συμπαθειῶν τε καὶ ἀντιπα θειῶν, κατὰ ταύτην τὴν ἐπιστήμην τὰ τελέσματα ἐποιεῖτο, οὐ κατὰ τὴν θείαν αὐθεντίαν. διὸ ἐν ἅπασι τοῖς ἀποτελέσμασιν ἐδε ήθη τῆς τῶν ἐπιτηδείων ὑλῶν παραλήψεως, συνεργούσης αὐτῷ πρὸς τὴν τοῦ τελουμένου ἐκπλήρωσιν. ὁ δὲ σωτὴρ ἡμῶν Χριστὸς κατὰ τὴν θείαν αὑτοῦ αὐθεντίαν ποιῶν τὰ θαύματα, οὐδαμῶς ἐδεήθη ὕλης, ἀλλὰ τοῖς προστάγμασιν αὐτοῦ καὶ προρρήσεσιν ἠκο λούθει καὶ ἀκολουθοῦσι τὰ πράγματα. καὶ τὰ μὲν ὑπὸ τοῦ Ἀπολ λωνίου γεγονότα τελέσματα, ἐπειδὴ κατὰ τὴν ἐπιστήμην γεγένην ται τῶν φυσικῶν δυνάμεων πρὸς τὴν σωματικὴν τῶν ἀνθρώπων εὐεργεσίαν, οὐκ ἀνέτρεψεν ὁ κύριος· αὐτὸν δὲ τὸν δαίμονα τὸν ἐν τῷ ἐκείνου ἀγάλματι ἱδρυμένον, τὸν ἐν ταῖς μαντείαις ἀπατήσαντα τοὺς ἀνθρώπους ὡς θεὸν σέβειν καὶ τιμᾶν τὸν Ἀπολλώνιον ἐφί μωσε, καταργήσας αὐτοῦ τὰς μαντείας· σὺν αὐτῷ δὲ καὶ τῶν λοι πῶν δαιμόνων τῶν ἐν τῷ θεῶν ὀνόματι ὑπὸ τῶν Ἑλλήνων τι 44 μωμένων καθεῖλε τὴν δυναστείαν, καθὼς ὁρᾶται τὰ πράγματα. ἔχοντες δὲ ἐν τούτοις τῆς τοῦ Χριστοῦ δυνάμεως τὰ γνωρί σματα, οὐ χρὴ λέγειν τὰ τοῦ Χριστοῦ θαύματα ἐν ψιλῇ κεῖσθαι διηγήσει.

ΛΕʹ. Ἐρώτησις. Εἰ "ἐπαιδεύθη Μωυσῆς ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων καὶ ἦν δυνατὸς ἐν ἔργοις καὶ λόγοις", καθώς φησιν ἡ γραφή, πῶς ἀστρονομίαν καὶ γεωμετρίαν καὶ ἀστρολογίαν καὶ τὰ τούτοις ἑπό μενα <οὐ> μετῄει ὁ αὐτὸς μακάριος προφήτης; τῶν γὰρ Αἰγυπτίων τότε ἡ σοφία τὰ τῆς πλάνης ὑπῆρχε διδάσκουσα διδάγματα. διατί οὖν ἐπὶ τοιούτοις λόγοις ἢ ἔργοις θαυμάζεται; Ἀπόκρισις.