1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

31

πρωὶ δὲ παρεδόθη τῷ Πιλάτῳ καὶ τῇ ἕκτῃ ὥρᾳ τῆς παρασκευῆς ἐσταυρώθη, δῆλον ὅτι τῇ πέμπτῃ ἡ παράδοσις γεγένηται.

Πʹ. Ἐρώτησις. Εἰ μὴ τὸ αἷμα τοῦ ἀνθρώπου ἐστὶν ἡ ψυχή, διατί ἐκχυθέντος ἐκείνου τὸ ζῷον ἀπόλλυται, καὶ διὰ ποίων ὑπο δειγμάτων δείκνυται ὅτι ἐστὶ ψυχὴ ἐν τῷ σώματι ἢ ἕτερόν τι ἐν τῇ κτίσει ἀόρατον; Ἀπόκρισις. Ἔχοντες τὰς φωνὰς τοῦ δημιουργοῦ τῆς κτίσεως τὰς διαστελλούσας τὴν ψυχὴν τοῦ σώματος, ἀξιοπιστότερα τούτων ὑποδείγματα εἰς παράστασιν τῆς τοῦ ζητουμένου ἀληθείας οὐκ ὀφείλομεν ἀπαιτεῖν· τῷ γὰρ δοῦναι τῷ ∆ιαβόλῳ κατὰ πάσης τῆς σωματικῆς τοῦ Ἰὼβ συστάσεως ἐξουσίαν τοῦ πατάξαι αὐτήν, ὡς βούλεται, καὶ κωλῦσαι αὐτὸν τοῦ μὴ ἅψασθαι αὐτοῦ τῆς ψυ χῆς, δείκνυσι τὴν ἄπληκτον ψυχὴν ἕτερόν τι παρὰ τὴν πεπληγ 77 μένην αὐτοῦ σάρκα. ὡσαύτως δὲ καὶ τὸ "μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι" τοῦτο δηλοῖ, τὸ εἶναί τι τοῦ ἀναιρεθέντος ἀνθρώπου τὸ ἐν ἀθα νασίᾳ διαμένον καὶ μετὰ τὸν τοῦ σώματος θάνατον, ὅπερ ἄτοπον λέγειν αἷμα τὸ ἐκχυθὲν καὶ φθαρέν. πρόδηλον ἄρα ὅτι ἔστι τι ἡ ψυχὴ ἀόρατον τοῖς ἀνθρώποις κατὰ τὴν οἰκείαν φύσιν.

ΠΑʹ. Ἐρώτησις. ∆ιατί ὁ ἑπτὰ ἀριθμὸς ἐναλλαγὴν δέχεται; καὶ γὰρ ἐν σαββάτῳ ὡς τὰ πολλὰ ὁ ἀὴρ μεταβάλλεται, καὶ ἡ τοῦ ἀνθρώπου κατὰ τὴν ἡλικίαν προκοπὴ ἐν τούτῳ τῷ ἀριθμῷ λαμ βάνει τὴν ἐπίδοσιν, ὀδόντων μὲν φυομένων τῷ ἑβδόμῳ μηνί, τῷ δ' αὐτῷ ἔτει ἀλλασσομένων τούτων, διπλασιασθέντων δὲ πάλιν, σπερματικὴν προσκτωμένου δύναμιν. καὶ ἵνα συντόμως εἴπω, ὁ ἀριθμὸς τῶν ἑπτὰ τὴν αὔξησιν τῶν ἀνθρώπων ἐργάζεται καὶ τῶν νοσημάτων ποιεῖται διάκρισιν, καὶ ἐν νόμῳ δὲ τῶν λοιπῶν ἀριθμῶν τὸ αἰδεσιμώτερον κέκτηται. Ἀπόκρισις. Πρὸς τὴν δύναμιν τῆς φύσεως τῶν ἔργων ἡ τῆς φύσεως ἐκπλήρωσις γίνεται καὶ οὐ πρὸς τὴν χρονικὴν παράτασιν ἑβδομάδι μηνῶν ἢ ἐνιαυτῶν ὡρισμένην· διὸ τὰ ὀνομα σθέντα ἔργα τῆς φύσεως ἐν τῇ ἐρωτήσει πολλάκις θᾶττον ἢ βρα δύτερον τῶν ἑπτὰ ἀριθμῶν ἐπὶ τὴν οἰκείαν ἄγει ἡ φύσις τελειό τητα· ἅπερ οὐκ ἂν ἐγίνετο, εἰ ἡ φύσις τῇ ἑβδομάδι καὶ μὴ ἡ ἑβδομὰς τῇ φύσει ἠκολούθει. οὐχ ἡ ἑβδομὰς οὖν αἰτία τῆς ἐκ πληρώσεως τῶν ἔργων τῆς φύσεως, ἀλλ' ἡ δύναμις τῆς φύσεως αἰτία τῆς ἑβδομάδος, καθ' ἣν συμβῆναι τῇ φύσει τὰ οἰκεῖα ἔργα ἐκτελέσαι. ὡσαύτως δὲ καὶ περὶ τῶν ἄλλων ἀριθμῶν μηνῶν τε καὶ ἐνιαυτῶν, δι' ὧν ἐκπληροῦται τὸ ἔργον τῆς φύσεως ἐν τοῖς 78 λοιποῖς ζῴοις τε καὶ φυτοῖς, ἡ δύναμις τῆς φύσεώς ἐστιν αἰτία τοῦ ἴσου χρόνου, καὶ τοῦ πλείονος καὶ ἐλάττονος. αἰδεσιμώτερος δὲ ἐν τῇ θείᾳ γραφῇ ὁ ἑπτὰ ἀριθμός, ὅτι ἐν αὐτῷ περιέχεται ὁ πᾶς χρόνος τῆς τε τοῦ κόσμου ποιήσεως καὶ τῆς τοῦ πεποιη κότος αὐτὸν καταπαύσεως, ἑξὰς μὲν τῆς ποιήσεως, μονὰς δὲ τῆς καταπαύσεως. ἵνα οὖν φυλαχθῇ ἡ μνήμη τῆς τοῦ κόσμου ποιή σεως ἐν τοῖς ἀνθρώποις, διὰ τοῦτο τιμιώτερον τῶν ἄλλων ἀριθμῶν ἔταξε τὸν ἐπτὰ ἀριθμὸν ἐν τῇ θείᾳ γραφῇ.

ΠΒʹ. Ἐρώτησις. Εἰ τὸ χαίρειν καὶ γαυριᾶν ἐν τοῖς χαρίσμασιν ἀπηγόρευται ὡς ὑπερηφανείας ποιητικόν, ταπεινοφροσύνη δὲ καὶ ἐπιείκεια τοῖς ταῦτα εἰληφόσιν ὑπὸ τῆς θείας γραφῆς παραδέδο ται, πῶς οὐκ ἀνωφελῆ αὐτοῖς τὰ δωρήματα, αἴσθησιν ἐπὶ τοῦ παρόντος ἐκείνοις τοῦ οἰκείου καλοῦ παρασχεῖν οὐ δυνάμενα; Ἀπόκρισις. Τὸ χαίρειν ἐπὶ τοῖς χαρίσμασι μετὰ τῆς ὑπερη φανείας ἀπαγορεύει, ὡς ἀναιρετικὸν τοῦ χαίρειν καλῶς· τὸ χαί ρειν δὲ ἐπὶ τοῖς χαρίσμασι μετὰ τῆς ἐπιεικείας, οὐ μόνον οὐκ ἀποτρέπει, ἀλλὰ τὸ ἐναντίον ἐπὶ τὴν τοιαύτην χαρὰν ἐπιτρέπει, ποτὲ μὲν λέγων ὁ σωτήρ "χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς", ποτὲ δὲ ὁ ἀπόστολος φησίν "χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ χαίρετε· τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις", τῷ διπλασιασμῷ τοῦ "χαίρετε" τὴν ἐπίτασιν τῆς χαρᾶς ἐμφαί νων. οὔτε οὖν ἡ χαρὰ ἀναιρεῖ τὴν