1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

45

παρὰ τὸ χεῖλος τῆς θαλάσ σης", καὶ ὡς τὸ "οἷς μὲν δέδοται διὰ τοῦ πνεύματος λόγος σοφίας, ἄλλοις δὲ λόγος γνώσεως".

ΡΙΗʹ. Ἐρώτησις. Εἰ ὑπὸ μὲν τῶν ἀπίστων πρὸς ἀπάτην εὑρέθη τὰ ᾄσματα, τοῖς δὲ ἐν νόμῳ εἰσηγήθη διὰ φρενῶν νηπιότητα, οἱ τῆς χάριτος τέλεια καὶ τῶν ῥηθέντων τρόπων ἀλλότρια πα ρειληφότες μαθήματα διατί ἐν ταῖς ἐκκλησίαις κατὰ τοὺς ἐν τῷ νόμῳ νηπίους τοῖς ᾄσμασι κέχρηνται; Ἀπόκρισις. Οὐ τὸ ᾆσαι ἁπλῶς ἐστι τοῖς νηπίοις ἁρμό διον, ἀλλὰ τὸ μετὰ τῶν ἀψύχων ὀργάνων ᾆσαι καὶ μετὰ ὀρχή σεως καὶ κροτάλων. διὸ ἐν ταῖς ἐκκλησίαις περιαίρεται ἡ χρῆσις τῶν τοιούτων ὀργάνων καὶ τῶν ἄλλων τῶν νηπίοις ὄντων ἁρμο δίων, καὶ ὑπολέλειπται τὸ ᾆσαι ἁπλῶς· ἡδύνει γὰρ τὴν ψυχὴν πρὸς ζέοντα πόθον τοῦ ἐν τοῖς ᾄσμασιν ᾀδομένου, κοιμίζει τὰ ἐκ τῆς σαρκὸς ἐπανιστάμενα πάθη, τοὺς ὑπὸ τῶν ἀοράτων ἐχθρῶν ἐμβαλλομένους ἡμῖν λογισμοὺς ἀπωθεῖται, ἀρδεύει τὴν ψυχὴν πρὸς 111 καρποφορίαν παντοίων ἀγαθῶν, γενναίους πρὸς τὴν ἐν τοῖς δεινοῖς καρτερίαν τοὺς ἀγωνιστὰς ἐργάζεται τῆς εὐσεβείας, πάντων τῶν ἐν τοῖς βιωτικοῖς λυπηρῶν ἰαματικὸν γίνεται τοῖς εὐσεβέσι, -"μά χαιραν" τοῦτο ὁ Παῦλος "τοῦ πνεύματος" ὀνομάζει, ἐν ᾧ κατὰ τῶν ἀοράτων πολεμίων ὁπλίζει τοὺς ὁπλίτας τῆς εὐσεβείας· ῥῆμα γάρ ἐστι τοῦ θεοῦ τὸ καὶ ἐνθυμούμενον καὶ ᾀδόμενον καὶ ἀνα γινωσκόμενον-, δαιμόνων γίνεται ἀπελατικόν. ἅπερ ἐστὶν ἅπαντα τελειωτικὰ τῆς ψυχῆς ἐν ταῖς κατ' εὐσέβειαν ἀρεταῖς, διὰ τῶν ἐκκλησιαστικῶν ᾀσμάτων τοῖς εὐσεβέσι προσγινόμενα.

ΡΙΘʹ. Ἐρώτησις. Εἰ συγγνώμην ἡ ἀκούσιος ἐφέλκεται ἄγνοια, καθὼς ὑπὸ τῆς γραφῆς διδασκόμεθα, πῶς οἱ μὲν πάλαι Ἰουδαῖοι τὸν Χριστὸν ἐξ ἀγνοίας σταυρώσαντες πλείστων καὶ ἀνυποίστων δεινῶν ἐπειράθησαν, ὡς ἐν τοῖς περὶ ἁλώσεως λόγοις μαρτυρεῖ ὁ Ἰώσηπος, οἱ δὲ νῦν αὐτῶν τῷ Χριστῷ ἀπειθοῦντες τῆς μὲν οἰκείας πατρίδος ἀπελαθέντες εἰς πᾶσαν τὴν γῆν ἐλικμίσθησαν, τοῖς δὲ ἔθνεσιν εἰς δουλείαν ἐξεδόθησαν ἄτιμον, ὡς τὰ πράγματα στήλης βοᾷ περιφανέστερον, τὴν δὲ ἐν ἑκατέροις αὐτῶν συνίστη σιν ἄγνοιαν, ποτὲ μὲν λέγων ὁ κύριος "πάτερ ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι", ποτὲ δὲ ὁ ἀπόστολος φάσκων "εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν"; καὶ ταῦτα μὲν περὶ τῶν παλαιῶν Ἰουδαίων· περὶ δὲ τῶν νῦν "μαρτυρῶ" φησίν "αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν". Ἀπόκρισις. Ὅτε ἡ ἀκούσιος ἄγνοια τοῖς ἀγνοοῦσι νομισθῇ γνῶσις, τότε ἡ ἀπόβασις τοῦ κατὰ ἄγνοιαν πραττομένου πράγμα τος δείκνυσι τὴν γνῶσιν κατὰ ἀλήθειαν οὖσαν γνῶσιν, ἢ κατὰ πλάνην καὶ ἄγνοιαν. δειχθείσης δὲ τῆς νομιζομένης γνώσεως διὰ 112 τῆς ἀποβάσεως τοῦ πράγματος ἀγνοίας ὑπαρχούσης, ἐὰν ἐμμείνῃ τῇ αὐτῇ ἀγνοίᾳ ὁ ἀγνοήσας, οὐκέτι ἐφέλκεται συγγνώμην, ἀλλὰ τιμωρίαν ἀπαραίτητον. ἀλλ' ὅτι μὲν οὕτως ἐσταύρωσαν οἱ Ἰου δαῖοι τὸν Χριστόν, ὡς γινώσκοντες αὐτὸν ἀντίθεον καὶ σύμψηφον ἔχοντες τὸν θεὸν ἐν τῇ ἀναιρέσει αὐτοῦ, παντὶ δῆλον· οὐκ ἂν γὰρ αὐτὸν ἐσταύρωσαν, εἰ ἦσαν γινώσκοντες, ὅτι μετὰ τὸν θάνα τον αὐτοῦ ὁ θεὸς αὐτὸν ἐγερεῖ ἐκ τῶν νεκρῶν. ἐγερθεὶς δὲ ἐκ τῶν νεκρῶν ὑπὸ τοῦ θεοῦ, ἔδειξε τὴν νομιζομένην κατὰ Χριστὸν γνῶσιν τῶν Ἰουδαίων κατὰ ἀλήθειαν ἄγνοιαν οὖσαν. ἐπειδὴ οὖν μετὰ τὸ ἀναστῆναι τὸν κύριον ἐκ τῶν νεκρῶν καὶ δειχθῆναι μήτε τὸν θεὸν σύμψηφον γεγονότα τοῖς Ἰουδαίοις ἐν τῷ θανάτῳ τοῦ Χριστοῦ, μήτε τὸν Χριστὸν ἀνεγέρτως μένειν ἐν τῷ τάφῳ κατὰ τὴν προσδοκίαν τῶν αὐτὸν σταυρωσάντων, ἔτι τοὺς Ἰουδαίους ἐν τῇ ἀπειθείᾳ μένειν, διὰ τοῦτο οὐκ ἦσαν συγγνώμης ἄξιοι· τὸ γὰρ ἐξαργυρίζειν αὐτοῦ τὴν ἀνάστασιν καὶ κλοπὴν ταύτην ὀνομάζειν καὶ κωλύειν τοὺς ἀποστόλους ἐπὶ τῷ ὀνόματι αὐτοῦ μὴ ἐκτελεῖν θεῖα ἔργα ἐν τῇ δυνάμει τοῦ ἁγίου πνεύματος γινόμενα, οὐκ ἔστιν ἀκουσίου ἀγνοίας συγγνώμην ἐφελκομένης, ἀλλ' ἐγνωσμένης ἑκου σίου θεομαχίας τιμωρίαν ἐπισπωμένης· εἰ μὲν γὰρ ταύτῃ τῇ ἐλπίδι ἐσταύρωσαν τὸν Χριστὸν οἱ Ἰουδαῖοι, τοῦ μὴ κρατῆσαι τὴν διδασκαλίαν αὐτοῦ καὶ τοῦ μὴ λυθῆναι τὸν Ἰουδαϊσμόν, πῶς οὐκ