1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

49

ἀτρέπτῳ σώματι τῷ εἰσελθεῖν πρὸς 120 τοὺς ἀποστόλους ἐν ἀτρέπτῳ σώματι τῶν θυρῶν κεκλεισμένων- καὶ ὅτι τὰ ὑπὲρ φύσιν μὲν τῇ φύσει γινόμενα κατὰ τὴν θείαν δύ ναμιν, τούτων ἀδύνατον κατὰ τὸν λόγον τῆς φύσεως ποιήσασθαι τὴν παράστασιν. διὸ πτοηθέντων τῶν μαθητῶν ἐν τῇ τοιαύτῃ εἰσόδῳ ἐπέτρεψεν αὐτοὺς ψηλαφᾶν τοὺς πεπονθότας τόπους τοῦ σώματος αὑτοῦ, ὅτι οὐ κατὰ τρόπον τοῦ σώματος εἰς τὸ πνεῦμα ἐποίησε πρὸς αὐτοὺς τὴν εἴσοδον, ἀλλ' ἐν παχυμερεῖ σώματι τῇ θείᾳ αὑτοῦ δυνάμει ποιητικῇ τῶν ὑπὲρ φύσιν.

ΡΚΘʹ. Ἐρώτησις. Εἰ πάντα ὁ θεὸς ποιήσας τὸν κύκλον τῆς σώ ματος κτίσεως, τοῦ παντὸς δεσπότης καθέστηκε-διὸ καὶ ∆αυὶδ ἐν παντὶ τόπῳ τῆς τοῦ κυρίου δεσποτείας εὐλογεῖν ἡμῖν τὸν κύ ριον ἐγκελεύεται, ὡσαύτως δὲ καὶ ὁ ἀπόστολος ἐν παντὶ τόπῳ ἐπαίρειν ἡμᾶς ὁσίους χεῖρας πρὸς τὸν θεὸν ἐντέλλεται-, διατί ὡς μόνον ἔργον τε καὶ οἰκητήριον θεῖον τὸ ἀνατολικὸν κλῖμα νομί ζοντες, ἐν αὐτῷ ἀφορῶντες τοὺς ὕμνους καὶ τὰς προσευχὰς θεῷ ἀναπέμπομεν; τίνες δὲ καὶ οἱ ταύτην τὴν συνήθειαν τοὺς χρι στιανοὺς ἐκδιδάξαντες; Ἀπόκρισις. Ἐπειδὴ τῶν παρ' ἡμῖν ἀεὶ τὰ τιμιώτερα εἰς τιμὴν τοῦ θεοῦ ἀφορίζομεν, κατὰ δὲ τὴν τῶν ἀνθρώπων ὑπόλη ψιν τιμιωτέρα ἐστὶν ἡ ἀνατολὴ τῶν ἄλλων μερῶν τῆς κτίσεως, διὰ τοῦτο ἐν τῷ καιρῷ τῆς προσευχῆς νεύομεν πρὸς ἀνατολὴν πάντες. καὶ καθώσπερ τῇ δεξιᾷ χειρὶ ἐν ὀνόματι Χριστοῦ κατα σφραγίζομεν τοὺς τῆς σφραγῖδος ταύτης δεομένους, ἐπειδὴ τιμιω τέρα νενόμισται τῆς ἀριστερᾶς, καίτοι θέσει καὶ οὐ φύσει διαφέ ρουσα ταύτης ὑπάρχει, οὕτως καὶ ἡ ἀνατολὴ ὡς τιμιώτερον μέ ρος τῆς κτίσεως εἰς προσκύνησιν τοῦ θεοῦ ἀφώρισται. οὐκ ἐναν τιοῦται δὲ τῇ προφητικῇ τε καὶ ἀποστολικῇ φωνῇ τὸ πρὸς τὴν 121 ἀνατολὴν ποιεῖν ἡμᾶς τὰς εὐχάς· ἐν παντὶ γὰρ τόπῳ ὑπάρχει ἡ ἀνατολὴ τοῖς εὐχομένοις. καὶ ἐπειδὴ ἐφ' ὃ μέρος τὴν ὁρατικὴν αἴσθησιν κεκτήμεθα, κατὰ τοῦτο τὸ μέρος προσκυνοῦμεν, ἀδύνατον δὲ ἐν τῷ καιρῷ τῆς προσευχῆς εἰς τὰ τέσσαρα μέρη τοῦ σώμα τος ἀποβλέπειν, διὰ τοῦτο τῷ ἑνὶ μέρει τῆς κτίσεως ἀφορῶντες ποιοῦμεν τὴν προσευχήν, οὐχ ὡς μόνον ἔργον τοῦ θεοῦ, οὐδ' ὡς εἰς κατοικητήριον θεοῦ τοῦτο ἀφωρισμένον, ἀλλ' εἰς τόπον προσ κυνήσεως τῆς παρ' ἡμῶν προσαγομένης θεῷ. δοκεῖ δὲ παρ' ὧν εἴληφεν ἡ ἐκκλησία τὸ εὔξασθαι, παρὰ τούτων εἰληφέναι καὶ τὸ ποῦ εὔξασθαι, τουτέστι παρὰ τῶν ἁγίων ἀποστόλων. ΡΑʹ. Ἐρώτησις. Εἰ μήτε τοὺς ἐκ τῶν δένδρων καρπούς, μήτε τῆς τῶν κρεῶν ἐδωδῆς οἱ πρὸ τοῦ κατακλυσμοῦ μετελάμβανον, καθώς τινες τῶν πατέρων ἐδίδαξαν, πῶς ὁ Ἄβελ ἐκ τῶν στεά των τῶν προβάτων ὦν ἐποίμαινε καὶ ὁ Κάιν ἐξ ὧν ἐγεώργει καρπῶν τῆς γῆς ὁμοίως προσέφερε; καὶ δῆλον ὡς ἑκάτερος αὐτῶν τῆς οἰκείας βρώσεως προτιμῶν τὸ θεῖον τοιαύτῃ θυσίᾳ ἐκέχρητο. εἰ δὲ τὰ ἄχρηστα ἑαυτοῖς τῷ θεῷ προσεκόμιζον, πῶς τῇ τοι αύτῃ προσφορᾷ τὸ θεῖον οὐχ ὕβριζον; ἀζήμιον γὰρ αὐτῷ καὶ χλευαστικὴν χάριν ἕκαστος αὐτῶν κατετίθετο. πῶς οὖν ἡ μὲν τοῦ Κάιν θυσία ἀπόβλητος, τὰ δὲ τοῦ Ἄβελ δῶρα αἰδέσιμα γέγονε; Ἀπόκρισις. Ὁ μακάριος ἀπόστολος, ὁ τῶν πατέρων πατὴρ καὶ τῆς εὐσεβείας διδάσκαλος, φησί· "τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει"; -ἀντὶ τοῦ οὐδείς. ἀλλ' εἰ μηδείς, δῆλον ὅτι οὔτε Ἄβελ ἐποίμαινε τὴν ποίμνην, ἵνα μὴ ἐσθίῃ τοῦ γάλακτος τῆς ποίμνης αὑτοῦ, οὔτε ὁ Κάιν ἐγεώργει τὴν γῆν, ἵνα μὴ ἐσθίῃ τῶν καρπῶν αὐτῆς, ἔτι δέ, εἰ ἄχρηστοι 122 ἦσαν τῷ Κάιν οἱ καρποὶ τῆς γῆς, τίνος ἕνεκεν τοῖς χείροσι μὲν ἐτίμα τὸν θεόν, τοῖς κρείττοσι δὲ ἑαυτὸν τοῦ θεοῦ προετίμησε (διὸ ἀπόβλητος αὐτοῦ γέγονεν ἡ θυσία), μὴ χρῄζων τῶν καρπῶν τῆς γῆς; εἰ δὲ προετίμησεν ὁ μὲν Ἄβελ τῆς οἰκείας χρείας τὸν θεόν, ὁ δὲ Κάιν τὴν ἰδίαν χρείαν τοῦ θεοῦ, δῆλον ἄρα ὅτι ἕκα στος αὐτῶν τῆς ἐκ τῶν οἰκείων καρπῶν ἔχρῃζε θεραπείας.

ΡΛΑʹ. Ἐρώτησις. Εἰ βασιλείαν θεοῦ τὴν ἀνάστασίν τινες ὑπει λήφασι, δίκαιοι δὲ καὶ ἁμαρτωλοὶ ταύτης ἀξιωθῆναι πιστεύονται, πῶς τοὺς τὰ ἀπηγορευμένα