1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

18

Θαυμάζει τὸν προφήτην ἡ θεία γραφὴ ἐπὶ τῇ δυνάμει τῶν ἔργων καὶ τῶν λόγων, οὐχ ἕνεκεν τῶν λόγων καὶ τῶν ἔργων καθ' αὑτά· ἀνάξια γὰρ ἦν ἐκεῖνα καθ' αὑτὰ πρὸς τὰ ἐγ κώμια τοῦ προφήτου· ἀλλ' ἐπειδὴ δι' ἑκατέρας μὲν περίβλεπτος ὑπῆρχε τοῖς Αἰγυπτίοις ὁ προφήτης, τῆς τε τοῦ λόγου παιδείας καὶ τῆς τοῦ βίου κοσμικῆς λαμπρότητος, ἀμφοτέρων δὲ τὴν εἰς θεὸν εὐσέβειαν προετίμησε, διὰ τοῦτο αὐτὸν ἐθαύμασεν ἡ γραφή. ἀστρονομία δὲ καὶ ἀστρολογία καὶ γεωμετρία παρ' Αἰγυπτίοις τότε χυδαῖά τε καὶ πεζὰ καὶ ἀγοραῖα μαθήματα λελόγιστο. τίμια δὲ ἦν παρ' αὐτοῖς τότε μαθήματα τὰ ἱερογλυφικὰ καλούμενα, τὰ ἐν τοῖς ἀδύτοις οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς ἐγκρίτοις παραδιδόμενα· ὧν ὁ προφήτης, εἰ καὶ τὴν εἴδησιν εἶχεν, ἀλλ' οὐκέτι καὶ τὴν χρῆσιν, ὡς ἀντικειμένην τῇ κατὰ θεὸν πολιτείᾳ τῶν Ἑβραίων. δι' ἣν καταφρονήσας πάσης τῆς ἐν Αἰγύπτῳ βασιλικῆς δυναστείας τε καὶ τιμῆς εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ.

45 Λςʹ. Ἐρώτησις. Εἰ πάντα τὰ ὕδατα αἷμα ὑπὸ Μωσέως γέγονε, πῶς ἐπάγει ἡ γραφὴ τὸ "ἐποίησαν δὲ καὶ οἱ ἐπαοιδοὶ ὡσαύτως οἱ τῶν Αἰγυπτίων"; ἢ γὰρ ψευδὲς τὸ πάντα γενέσθαι αἷμα ὑπὸ Μωυσέως τὰ ὕδατα, ἢ πάλιν τὸ τοὺς ἐπαοιδοὺς πεποιηκέναι ὡσ αύτως. καὶ περὶ τῶν λοιπῶν τῶν κατ' αὐτοὺς θαυμάτων ὁ αὐ τὸς λόγος. Ἀπόκρισις. Πάντων τῶν ὑδάτων τῶν ἐπάνω τῆς γῆς αἷμα γενομένων, ἠναγκάζοντο οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὀρύττειν φρέατα καὶ ἀντλεῖν ὕδωρ, ποτίζειν τε ἐξ αὐτοῦ ἑαυτούς τε καὶ τὰ ζῷα αὑτῶν καὶ τὰ θρέμματα. ἐκ τούτου οὖν τοῦ ὕδατος, τοῦ ἐκ τῶν φρεάτων ἀντλουμένου, ἐποίησαν οἱ ἐπαοιδοὶ τὸ αἷμα, καὶ οὐδαμῶς διέψευσται ὁ λόγος. καὶ τὰ μὲν ὑπὸ Μωσέως γενόμενα θαύματα, ἅτε κατὰ τὴν θείαν γεγενημένα ἐνέργειαν, κατὰ μετα βολὴν γεγένηται φύσεως, τοῦ προκειμένου εἰς τὴν φύσιν τοῦ ἐκτε λουμένου μεθισταμένου. τὰ δὲ ὑπὸ τῶν ἐπαοιδῶν γενόμενα κατὰ τὴν ἐνέργειαν ἐγένοντο τῶν δαιμόνων, τῶν φαντασάντων τὰς ὄψεις τῶν ὁρώντων τὸν μὴ ὄφιν ὁρᾶν ὡς ὄφιν καὶ τὸ μὴ αἷμα ὡς αἷμα καὶ τοὺς μὴ βατράχους ὡς βατράχους.

ΛΖʹ. Ἐρώτησις. Εἰ ἐναντία ἑαυτῷ Μωυσῆς οὐκ ἐδίδασκε, τὰ μὲν ὀστέα τοῦ Ἰωσὴφ ἐπαγόμενος, τὸν δὲ ἁπτόμενον νεκροῦ ὡς ἀκάθαρτον μυσαττόμενος, καὶ εἰ ἦν τις ἄλογος περὶ τούτων αἰ τία, ταύτην μὲν νυνὶ μάθωμεν· τίνος δὲ ἕνεκεν ἡ γραφὴ οὐκ εἶπε δι' ἣν αἰτίαν ἐκεῖνα ποιῶν Μωυσῆς ταῦτα ἐδίδασκεν; Ἀπόκρισις. Ἐπειδὴ τελευτῶν Ἰωσὴφ περὶ τῆς μετακομιδῆς τῶν ὀστέων αὑτοῦ ὥρκισε τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἦν ἀμφό 46 τερα τῷ Μωυσῇ εἰς φυλακὴν προκείμενα, τὸ μὴ παραβαίνειν τὸν ὅρκον καὶ τὸ μὴ ἅπτεσθαι νεκροῦ, διὰ τοῦτο τῇ λύσει τοῦ νόμου, λέγοντος "μὴ ἅψησθε νεκροῦ", ἐφύλαξε τὸν ὅρκον ἀπαράβατον· ἀδύνατον γὰρ ἦν αὐτῷ ἀμφότερα φυλάττειν ἀπαράβατα, καὶ τὸν νόμον καὶ τὸν ὅρκον. τῇ μὲν οὖν φυλακῇ τοῦ ὅρκου λύει τὴν ἐλάτ τονα φυλακὴν τοῦ νόμου· πανταχοῦ γὰρ τὸ ἔλαττον αἱρετώτερον τοῦ μείζονος κακοῦ· καὶ τοιαῦτα πολλὰ εὑρίσκεται ἐν τῇ θείᾳ γραφῇ, ἅτινα οὐ λογίζεται ὁ θεὸς εἰς ἁμαρτίαν τῶν παραβαι νόντων αὐτὰ διὰ τὴν ἐν αὐτοῖς συμβεβηκυῖαν ἀνάγκην, ὡς τὴν ὀκταήμερον περιτομὴν καὶ τὴν ἑπταήμερον περικύκλωσιν τῆς Ἱε ριχὼ καὶ τὴν ἐν σαββάτῳ προσαγωγὴν τῶν θυσιῶν, ἅτινα περιέ χουσι τοῦ σαββάτου τὴν λύσιν. ἔτι δέ, εἰ ἔταξεν ὁ προφήτης τοὺς ἐκ διαδοχῆς βαστάζοντας τοῦ Ἰωσὴφ τὰ ὀστέα καὶ κατὰ καιροὺς διὰ τῆς ἐν τῷ καθαρῷ ὕδατι κατὰ τὸν νόμον ἀποπλύσεως τούτους τοῦ μιάσματος καθαρίζεσθαι, οὐδ' οὕτως ἐναντίον ὧν εἶ πέν τι διεπράξατο ὁ προφήτης· τὸ δὲ ζητεῖν διατί οὐκ εἶπεν ὁ προφήτης τούτων τὴν αἰτίαν, ὅμοιόν ἐστι τῷ λέγειν διατί μὴ πᾶσαι αἱ γραφαὶ ἡρμηνευμέναι παρεδόθησαν παρὰ τῶν ἐκτεθεικότων αὐτάς· ἐπειδὴ γὰρ ἐν τῇ τοῦ πράγματος διηγήσει ἐμφαντικῶς περιέχεται ἡ τοῦ πράγματος αἰτία, διὰ τοῦτο οὐκ ἐδοκίμασε τὸ ἐκθετικῶς ταύτην δηλῶσαι.