1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

37

ςΗʹ. Ἐρώτησις. Τί ἑρμηνεύεται τὸ ὑφί, τὸ νέβελ, τὸ γόμορ, τὸ σίκλον, τὸ βασιλικὸν καὶ τὸ ἅγιον, ὁ στατήρ, ἡ δραχμή, ὁ κοδράντης, ὁ ὁρμίσκος, τὸ δίδραχμον, τὸ τάλαντον, τὸ ἀσσάριον, τὸ θεραφίμ, τὸ βεζέκ, τὸ σαβαώθ, τὸ ἀδωναΐ, τὸ ἐφούδ; ἀμφο τέρων δὲ ἡμῖν ἀναγκαία ἡ γνῶσις, ἐπειδὴ ἑκάτερα τῇ γραφῇ περιέχεται. Ἀπόκρισις. Εἴρηται τῷ Ὠριγένει, ἀνδρὶ ἐπισταμένῳ τὴν τῶν Ἑβραίων διάλεκτον, πάντων τῶν ἐν ταῖς θείαις γραφαῖς ἐμφερομένων ἑβραϊκῶν ὀνομάτων ἢ μέτρων ἡ ἑρμηνεία. τὴν ἑρμη νείαν ἐκείνην ζητήσας εὑρήσεις ἐν αὐτῇ τὴν πάντων ἑρμηνείαν ὧν ἐζήτησας.

ςΘʹ. Ἐρώτησις. Εἰ πρὸ τῆς τοῦ βαπτιστοῦ ἀναιρέσεως τῇ ποιή σει τῶν θαυμάτων ὁ δεσπότης διέπρεπε, καθώς φησιν ὁ Ματ θαῖος, καὶ πάντας ἡ περὶ τούτων φήμη τοὺς ἐν τῇ Ἰουδαίᾳ κατέλαβε, πῶς μετὰ τὴν τοῦ προδρόμου ἀναίρεσιν ἀκούων τὰ ὑπὸ τοῦ Χριστοῦ γενόμενα θαύματα Ἡρώδης τοῖς Ἰουδαίοις ἔλεγεν, ὅτι Ἰωάννης ἐστὶ πρὸς ζωὴν ὑποστρέψας ὁ ποιῶν τὰ σημεῖα; ταῦτα γὰρ ἡμῖν διηγεῖται ὁ μακάριος Μάρκος. Ἀπόκρισις. Ὅτι μὴ πάντα τὰ ὑπὸ τοῦ σωτῆρος γεγονότα θαύματα πάντες οἱ ἀκούσαντες ἐνὶ καιρῷ ἤκουσαν, ἀλλ' οἳ μὲν πρότερον, οἳ δὲ ὕστερον, μαρτυροῦσιν αἱ φωναὶ τῶν εἰρηκό 92 των τὸν Ἰωάννην εἶναι ἐργάτην τῶν θαυμάτων τῶν γεγενημένων ὑπὸ τοῦ σωτῆρος μετὰ τὴν ἀναίρεσιν τοῦ Ἰωάννου· οὐκ ἂν γὰρ ἔλεγον τοῦτο, εἰ ἦσαν ἀκούσαντες τὰ πρὸ τῆς ἀναιρέσεως Ἰωάν νου γεγονότα θαύματα ὑπὸ τοῦ σωτῆρος. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ ὁ Ἡρώδης μετὰ τὴν ἀναίρεσιν Ἰωάννου ἀκούει τὰ ἔργα τῶν μαθητῶν τοῦ Ἰησοῦ, τὰ ἐπ' ὀνόματι τοῦ Ἰησοῦ γεγονότα· τότε γὰρ ἤκουσεν ὁ Ἡρώδης τὸ ὄνομα τοῦ Ἰησοῦ, ὅτε ἀπέστειλε τοὺς μαθητὰς αὑτοῦ ὁ Ἰησοῦς εἰς τὰς πόλεις καὶ κώμας κηρύτ τειν τὴν μετάνοιαν καὶ θεραπεύειν τὰς νόσους, καθά φησι Μάρκος ὁ εὐαγγελιστής· καὶ γὰρ αὐτὸς Ἰωάννης πρὸ τῆς ἐγέρσεως τοῦ υἱοῦ τῆς χήρας οὐκ ἦν ἀκούσας πάντα ὅσα ἐποίησεν ὁ Ἰησοῦς ἔν τε τῇ Γαλιλαίᾳ καὶ ἐν τῇ Ἱερουσαλήμ, καίτοι πολλῶν ὄντων τῶν ἤδη γεγενημένων ὑπὸ τοῦ σωτῆρος θαυμάτων, καὶ πρὸ τοῦ βληθῆναι τὸν Ἰωάννην εἰς φυλακὴν καὶ μετὰ τὸ βληθῆναι αὐτόν· τότε γὰρ ἀπέστειλε τοὺς μαθητὰς αὑτοῦ ὁ Ἰωάννης πρὸς τὸν Ἰησοῦν μαθεῖν, εἰ αὐτὸς εἴη ὁ προσδοκώμενος ἐλθεῖν, καθά φησι Λουκᾶς, [ὅτε] * * *, [Λουκᾶς] μὲν ὁ εὐαγγελιστὴς τοῦτο, Ἰωάννης δὲ ὁ εὐαγγελιστὴς ἐκεῖνο. Ρʹ. Ἐρώτησις. Εἰ, καθὼς ἡ θεία διδάσκει γραφὴ καὶ ἡμεῖς πεπιστεύκαμεν, "ἁμαρτίαν" γεννηθεὶς ὁ Χριστὸς "οὐκ ἐποίησε", πῶς πάλιν ἀληθεύει ἡ γραφὴ μεθ' ὅρκου βοῶσα, ὅτι "οὐδεὶς γεννηθεὶς, ὃς οὐχ ἥμαρτεν, οὐδὲ πεφυκώς, ὃς οὐκ ἠνόμησεν"; πῶς δὲ καὶ βρέφος τὸ σύγχρονον τῷ τόκῳ τὸ τέλος δεξάμενον, ἢ βραχυήμερον 93 ζωὴν κομισάμενον, ἁμαρτίαν καὶ ἀνομίαν ἢ τὰ τούτων ἐναντία ποιῆσαι ἠδύνατο; Ἀπόκρισις. Τὸ "οὐδεὶς γεννηθεὶς ὃς οὐχ ἥμαρτεν, οὐδὲ πεφυκὼς ὃς οὐκ ἠνόμησεν", οὐ δείκνυσι ψευδὲς τὸ περὶ τοῦ Χρι στοῦ εἰρημένον, τὸ "ἁμαρτίαν οὐκ ἐποίησε"· περὶ γὰρ τοῦ ἐξ ἀνδρὸς καὶ γυναικὸς γεννηθέντος εἴρηται ὁ λόγος οὗτος. ὁ δὲ Χριστὸς ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας καὶ θεοτόκου ἐγεν νήθη Μαρίας. νοεῖται δὲ καὶ ὁ λόγος οὕτως. οὐδεὶς πεφυκὼς ἁμαρτάνειν ἢ ἀνομεῖν, ὃς οὐχ ἥμαρτεν ἢ οὐκ ἠνόμησε· πέφυκε δὲ ἁμαρτάνειν ὁ κατὰ τὴν αὐθαίρετον προαίρεσιν ἄγων ἑαυτὸν εἰς τὸ πράττειν ἃ βούλεται, εἴτε ἀγαθὰ εἴτε φαῦλα. τὸ δὲ βρέφος, ἅτε οὔπω ὂν τῆς τοιαύτης δυνάμεως, δῆλον ὅτι οὐδὲ πέφυκεν ἁμαρτάνειν. καὶ τὸ "τίς καθαρὸς ἔσται ἀπὸ ῥύπου; ἀλλ' οὐδείς, ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς", οὐδενὶ τρόπῳ ἁρ μόττει τῷ βρέφει· τὸ γὰρ "βίος" ἀντὶ τῆς πολιτείας εἴληπται ἐνταῦθα, τῷ βρέφει δὲ ὥσπερ οὐκ ἔστι πολιτεία, οὐδὲ βίος.

ΡΑʹ. Ἐρώτησις. Εἰ εὐσεβεῖ λογισμῷ οἱ πατριάρχαι κινούμενοι ἑαυτοῖς καὶ τοῖς παισὶ τὰς γαμετὰς ἐκ τῆς οἰκείας συγγενείας εἰλήφασι, πῶς οὐ παρὰ τὸν εὐσεβῆ τῶν προγόνων σκοπὸν Ἰωσὴφ καὶ Μωυσῆς διεπράξαντο, ὃ μὲν Αἰγυπτίαν, ὃ δὲ Μαδιανίτιδα γυ ναῖκα γημάμενος; Ἀπόκρισις. Οἱ μὲν πατριάρχαι, φόβῳ τοῦ μὴ