1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

11

τρόπῳ βουληθείη θεὸς ταῦτα παρασχεῖν ἀνθρώπῳ, ἀνωφελὲς οὐ γίνεται τὸ πρᾶγμα. πρόσεστι δὲ τούτῳ τῷ νόμῳ καὶ ἕτερόν τι ὠφέλιμον, ἵνα ταύτῃ τῇ ἐπιγα μίᾳ ὁ κλῆρος μείνῃ ἐν τῇ αὐτῇ φυλῇ καὶ μὴ μεταβῇ εἰς ἑτέραν φυλήν. καὶ ἐπειδὴ ἅπαξ συναφθεῖσα ἡ γυνὴ τῷ πρώτῳ ἀνδρὶ ἓν σῶμα γέγονε, διὰ τοῦτο οὐ γίνεται πατὴρ ἀλλοτρίας γονῆς ὁ τε λευτήσας, ἀλλὰ τοῦ ἐκ τοῦ ἰδίου σώματος τικτομένου· ὥσπερ γὰρ ὁ τικτόμενος ἐκ τῆς τοιαύτης συναφείας υἱὸς ὀνομάζεται τοῦ τε λευτήσαντος, οὕτω καὶ ἡ γυνὴ ἐκείνου ὀνομάζεται γυνή.

Ι∆ʹ. Ἐρώτησις. Εἰ ὁ προλεχθεὶς νόμος πρὸ τῶν χρόνων τοῦ ∆αυὶδ τοῖς Ἰσραηλίταις ἐντέταλται, πῶς ὁ εὐαγγελιστὴς Ματθαῖος τῶν κατὰ φύσιν πατέρων πρὸ τοῦ ∆αυὶδ καὶ μετὰ τὸν ∆αυὶδ ἐπίσης ἐμνημόνευσεν, ὁ δὲ Λουκᾶς πρὸ μὲν τοῦ ∆αυὶδ τῶν κατὰ φύσιν, μετὰ δὲ τὸν ∆αυὶδ τῶν κατὰ νόμον πατέρων τοῦ Χριστοῦ τὴν μνήμην πεποίηται; καὶ εἰ τὰ ὀνόματα τῶν κατὰ φύσιν καὶ κατὰ νόμον πατέρων ἀπαραλείπτως μετὰ τὴν μετοικεσίαν Βαβυ λῶνος ἐν θείαις γραφαῖς οὐχ εὑρίσκεται, ἀλλὰ κατὰ ἀπόφασιν γέγραπται, πῶς τὰ κατὰ ἀπόφασιν γραφέντα ὑπὸ τῶν ἀκριβεστέ ρων πιστευθῆναι δυνήσονται; Ἀπόκρισις. Καὶ ὁ Λουκᾶς τῶν κατὰ φύσιν πατέρων τοῦ 28 Ἠλὶ ἐμνήσθη, τῶν τε πρὸ τοῦ ∆αυὶδ καὶ τῶν μετὰ τὸν ∆αυίδ· ὁ δὲ Ἠλὶ μόνος ἦν κατὰ νόμον πατὴρ τοῦ Ἰωσήφ, τοῦ διὰ τὴν κατὰ νόμον υἱότητα ἕως τοῦ Νάθαν κατὰ τὴν σχέσιν ἀναγομένου. τὸ δὲ τὸν δεσπότην Χριστὸν ὀνομασθῆναι υἱὸν τοῦ Ἰωσὴφ δύο πατέρας ἐσχηκότος, τὸν μὲν κατὰ φύσιν τὸν δὲ κατὰ νόμον, ἡ θεία χάρις ᾠκονόμησεν, ἵνα, ὅταν ἀκούωμεν τὸν Χριστὸν υἱὸν μὲν ὄντα τοῦ Ἰωσήφ, μὴ γεννηθέντα δὲ ἐξ αὐτοῦ, μὴ ξενισθῶμεν· ὥσπερ γὰρ αὐτὸς ὁ Ἰωσὴφ υἱὸς μὲν ἐκλήθη τοῦ Ἠλί, μὴ γεννηθεὶς δὲ ἐξ αὐτοῦ, ὅτι τῷ θείῳ νόμῳ οὕτως ἔδοξεν ἐκ τῆς γυναι κὸς τοῦ Ἠλὶ δοῦναι υἱὸν τῷ Ἠλί, οὕτως ἔδοξε τῷ θεῷ ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ δοῦναι υἱὸν τῷ Ἰωσὴφ μὴ γεννηθέντα κατὰ φύσιν ἐξ αὐτοῦ. "Ἰωσήφ", φησίν, "υἱὸς ∆αυίδ, μὴ φοβηθῇς πα ραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου"· τὸ γὰρ ἐκ τῆς γυναικός τινος χωρὶς πορνείας τικτόμενον υἱός ἐστιν ἐξ ἀνάγκης τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, ᾧ τρόπῳ βούλεται δοῦναι ὁ θεὸς υἱὸν τῷ ἀνδρί, ἢ διὰ συνάφειαν ἢ χωρὶς συναφείας. οὐκ ἀποφάσει δὲ χρώμενοι οἱ εὐαγγελισταὶ τὴν ἔκθεσιν ἐποιήσαντο τῶν ἐν ταῖς γενεαλογίαις ὀνο μασθέντων, ἀλλὰ ταῖς ἐγγράφοις ἱστορίαις. Ἑβραῖοι γὰρ ἦσαν ἐξ Ἑβραίων οἱ τὰς γενεαλογίας συγγραψάμενοι ἅγιοι εὐαγγελισταί, παρ' οἷς πολλή τις ἦν ἡ σπουδὴ τοῦ ἐγγράφως ἔχειν τῆς βασι λικῆς τε καὶ ἱερατικῆς φυλῆς τὴν γενεαλογίαν. ἀμέλει μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ὁ Ἔσδρας οὓς οὐχ εὗρεν ἐν τῷ τῶν ἱερέων καταλόγῳ γενεαλογουμένους, τούτους ἐξέβαλεν ἀπὸ τῆς ἱερατικῆς λειτουργίας, καὶ τοῦτο δείκνυται ἐκ τῆς βίβλου τῶν Πα ραλειπομένων.

ΙΕʹ. Ἐρώτησις. Ἐπειδὴ ὁ Ἡσαΐας εἰς τὸν δεσπότην Χριστὸνπροφητεύων φησί "τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται", ἐπὶ δυσδιη 29 γήτου ἆρα ἢ ἀδιηγήτου λέγει, καὶ ἐπὶ τῆς θεότητος ἢ ἐπὶ τῆς σαρκὸς ταύτην ἐκληπτέον τὴν δόξαν; Ἀπόκρισις. Ἡ μὲν κατὰ σάρκα γέννησις τοῦ Χριστοῦ γενεαλογεῖται καὶ ὁ τρόπος ταύτης ἐν γραφικῇ διαθέσει κατήγγελται, καθάπερ ἤδη προείπαμεν, ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· ἡ δὲ κατὰ τὴν θεότητα αὐτοῦ γέννησίς ἐστιν ἀγενεαλόγητος. ἐμφαίνει οὖν ἡ προφητικὴ ῥῆσις τὸ ἀδιήγητον, οὐ τὸ δυσδιήγητον τῆς γεννήσεως.

Ιςʹ. Ἐρώτησις. Εἰ τὴν ἀρχαίαν μὲν λατρείαν ἀνεῖλεν ὁ θεός, ὡς αὐτῇ μὴ ἀρεσκόμενος, τὴν δὲ τῶν χριστιανῶν ὡς ἀρεστὴν αὐτῷ ἀντεισήγαγεν, οἱ δὲ ὀρθόδοξοι μόνοι θεῷ ἀρέσκοντες Ἑλλή νων τε καὶ Ἰουδαίων καὶ πάντων αἱρετικῶν κατὰ τὸν ἀριθμόν. ὑπάρχουσιν ἥσσονες, τίς ἡ ἀπόδειξις τοῦ μὴ κατὰ πτωχείαν δυ νάμεως τοῦ ταύτην ἀντ' ἐκείνης ἑλομένου λατρείαν τὴν πλάνην μένειν ἀνεκρίζωτον, πῶς δὲ οὐκ ἀνωφελὴς ἡ ἐκείνης κατάλυσις, πλάνης ἑτέρας κατεχούσης τὸν κόσμον; Ἀπόκρισις. Τοῦ δεσπότου θεοῦ λατρείαν λατρείας ἀντει