1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

12

σάγειν διὰ τῆς παλαιᾶς διαθήκης προωρισμένου, εἰ μὴ ἀντεισήγαγε ταύτην ἐκείνης, ἐνῆν τότε μόνον ἐπὶ πτωχείᾳ δυνάμεως διαβάλλειν τὸν θεόν, ὡς προορισάμενον τὰ ὑπὲρ δύναμιν· νῦν δὲ ταύτην ἀντ' ἐκείνης εἰσαγαγών, πρῶτον μὲν κηρυττομένην λόγοις θείαις δυνάμεσι μαρτυρουμένοις ἀνεῖλεν ἰουδαϊσμόν τε καὶ ἑλληνισμόν, ὕστερον δὲ ἔργοις θείαις ὡσαύτως δυνάμεσι γινομένοις πάσης τῆς ἐν ἀνθρώποις 30 τε καὶ δαίμοσι πλάνης ποιεῖ τὴν ἐκρίζωσιν, σὺν ταύτῃ δὲ καὶ πάντων τῶν ἐν τῷ κόσμῳ κακῶν. τὸ δὲ κατὰ τὴν λατρείαν, διδασκαλίαν πί στεώς τε καὶ πολιτείας, εἰ μὴ πάντες οἱ δεξάμενοι τὴν λατρείαν τὴν αὐτὴν δόξαν περὶ τῶν αὐτῶν πραγμάτων ἔσχον καὶ ἔχουσιν, ἀλλ' οἳ μὲν ὀρθῶς, οἳ δὲ οὐκ ὀρθῶς, τοῦτο οὐκ ἔστι κατηγόρημα τοῦ θεοῦ ἐπὶ πτωχείᾳ δυνάμεως, τὸ ἐκείνους ἐκ τῆς οἰκείας ἀμελείας ἢ ἑτέρας ἀσθενείας ὀρθῶς μὴ νοεῖν τὰ ὑπ' αὐτῶν πιστευόμενα, ἀλλὰ τῆς ἐκείνων ἀμελείας. εἴρηται δὲ ἐν τῇ εἰσαγομένῃ λατρείᾳ περὶ τῆς τῶν ὀρθοδόξων ὀλιγότητος. ποτὲ μὲν "πολλοὶ μέν" φησί "κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί", ποτὲ δὲ "ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν". ὡσαύτως δὲ καὶ περὶ τῶν αἱρέσεων, ἃς ὁ κύριος ἐν ταῖς ἑαυτοῦ παραβολαῖς ζιζάνια καὶ σαπροὺς ἰχθύας ὠνόμασεν. εἰ τοί νυν μηδὲν ἐψευσμένον ἐστὶν ἐν τῇ τῶν χριστιανῶν λατρείᾳ, ἀλλὰ τῇ τῶν πραγμάτων μαρτυρίᾳ * ἐκ τῶν προλαβόντων πεπιστευμένα ἔχουσα τὰ μέλλοντα, οὐδαμῶς ἄρα ὑπολέλειπται πρόφασις ἡ τοῦ διαβάλλειν τὸν θεὸν ἐπὶ πτωχείᾳ δυνάμεως, ἢ τοῦ ἀνωφελῆ λέ γειν τὴν λατρείαν, λατρείας ἀντεισαγομένην, νῦν μὲν λυτικὴν οὖ σαν ἰουδαϊσμοῦ τε καὶ ἑλληνισμοῦ, ὕστερον δὲ καὶ τῶν αἱρέσεων.

ΙΖʹ. Ἐρώτησις. Εἰ τὰ μέλλοντα γίνεσθαι, οἷον πολέμων τρό παια, λοιμῶν ἐφόδους, τῶν τεμενῶν τὰς λύσεις, προειρήκασι προ φῆται καὶ ἀπόστολοι, προεῖπον δὲ καὶ παρ' Ἕλλησι διὰ χρησμῶν λόγοι, πόθεν οἱ τούτων κρείττους γνωρίζονται, ἅπαξ παρ' ἑκατέ ρου μέρους τῆς τῶν ἐσομένων γεγενημένης προρρήσεως; 31 Ἀπόκρισις. Τοῦ αὐτοῦ θεοῦ ἐστι ταῦτα πάντα, καὶ ἡ πρόρρησις τῶν λόγων καὶ ἡ ἔκβασις τῶν ἔργων, τοῦ καὶ διὰ τῶν προφητῶν τε καὶ ἀποστόλων προμηνύσαντος ἃ ἔμελλε ποιεῖν. ὡσαύτως δὲ καὶ διὰ τῶν ἔξωθεν τῆς εὐσεβείας αὐτὸς προεμήνυεν ἃ ἔμελλε ποιεῖν· ὥσπερ γὰρ διὰ τοῦ μάντεως Βαλαὰμ τὸν μὲν Ἰσραὴλ εὐλόγησε, τοὺς δ' ἐχθροὺς αὐτοῦ κατηράσατο, ἑκάτερα δὲ ποιήσας διὰ τῆς προμηνύσεως τῶν ἐσομένων, ὡσαύτως δὲ καὶ διὰ μαντείας τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τὴν ἅλωσιν τῆς Ἱερουσαλὴμ προεμήνυσε, καθά φησιν ὁ προφήτης Ἰεζεκιήλ- "καὶ στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπ' ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύεσθαι μαντείαν καὶ τοῦ ἀναβρά σαι ῥάβδον καὶ τοῦ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ ἡπατοσκο πήσασθαι ἐκ δεξιῶν αὐτοῦ· καὶ ἐγένετο μαντεῖον ἐν Ἱερουσα λὴμ" καὶ τὰ ἑξῆς-, οὕτω καὶ διὰ τῶν παρ' Ἕλλησι μάντεων, ὅσα διὰ τῶν ἔργων ἐδέξατο τὴν ἔκβασιν, αὐτὸς προεμήνυσε. δια φορὰ δὲ τῶν προφητῶν καὶ τῶν μάντεων πολλή, πρῶτον μὲν ὅτι θεὸν οὗ τῷ ὀνόματι προεφήτευσαν οἱ προφῆται καὶ οἱ ἀπόστολοι, τούτου ἐσχήκασι τὴν γνῶσιν καὶ τὴν πίστιν καὶ τὴν λατρείαν· καὶ πάντα ὅσα περί τε τῆς τῶν ἑλληνικῶν θεῶν τε καὶ μαντείων καθαιρέσεως καὶ τῆς τῶν χριστιανικῶν πραγμάτων συστάσεως προεῖπον οἱ προφῆται, τὴν ἔκβασιν ἐδέξατο· ἔπειτα δέ, ὅτι οὐδὲν ὧν προεῖπον οἱ μάντεις, ἢ κατὰ τοῦ τῆς ἀληθείας θεοῦ καὶ τῶν σεβομένων αὐτόν, ἢ ὑπὲρ τῆς συστάσεως τῶν ἑλληνικῶν πραγμά των, τὴν ἔκβασιν ἐδέξατο. καὶ τούτων μάρτυς ἡ τῶν Ἀσσυρίων ἀναίρεσις, οἳ ἀπὸ τῆς οἰκείας μαντείας ὁρμώμενοι ἔλεγον "μὴ ἄνευ κυρίου. ἀνέβην ἐπὶ τὴν γῆν ταύτην τοῦ ἐρημῶσαι αὐτήν; 32 κύριός μοι εἶπεν ἀνάβηθι καὶ ἐρήμωσον αὐτήν", καὶ ἀναβὰς παρὰ τὴν μαντείαν ἐρημώθη.

ΙΗʹ. Ἐρώτησις. Εἰ πάντες μὲν ἐν τῇ ἀναστάσει οἱ ἡμαρτηκό τες κολάζονται, πλέον δὲ οἱ ἐγνωκότες τὸ τοῦ θεοῦ θέλημα καὶ μὴ ποιήσαντες, τί τὸ κέρδος τοῦ