1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

26

τῆς γῆς μετὰ τὴν ἀνάστασιν, οὔτε πάντῃ ἀθέατον αὐ 64 τοῖς ἑαυτὸν κατέστησεν· ἀλλ' ἐκ διαλείμματος ἀμφότερα ἐποιεῖτο, καὶ τὸ ὁρᾶσθαι αὐτοῖς καὶ τὸ μὴ ὁρᾶσθαι.

ΞΒʹ. Ἐρώτησις. Τίς ἡ ἀπόδειξις τοῦ μόνα δύο θηρία τε καὶ κτήνη, ἄρρεν καὶ θῆλυ, ἐν τῇ κοσμοποιίᾳ παρῆχθαι; ἐπειδὴ τοῦτό τινες τῶν εὐσεβῶν εἰρήκασι πρὸς σύστασιν τοῦ μὴ ἐξ ἀλό γων δορᾶς τοὺς δερματίνους χιτῶνας τοῖς πρώτοις ἀνθρώποις ὑπὸ τοῦ θεοῦ δεδόσθαι. Ἀπόκρισις. Εἰ ἐν ἑκάστῳ γένει ἔστι τινὰ γεναρχῆ, καὶ τὰ μὲν γεναρχῆ εἰσιν ἔργα τοῦ θεοῦ, τὰ δὲ ὑπὸ τὰ γεναρχῆ εἰσιν ἔργα φύσεως. διὰ σπορᾶς καὶ γεννήσεως ὑφεστῶτα, δῆλον ὅτι ἑκάστου γένους * πλὴν τῆς μιᾶς ζυγῆς ἑκάστου γένους ἀρρενοθή λεος οὐκ ἐποίησεν ὁ θεός. χιτῶνας δὲ δερματίνους ἐποίησεν ὁ θεὸς οὐκ ἀνθρωπίνως, ἀλλὰ δημιουργικῶς· οὐ γὰρ ζῷα σφάξας καὶ τούτων τὰ δέρματα συρράψας χιτῶνας ἐποίησεν, ἀλλ' αὐτοὺς χιτῶνας τοὺς δερματίνους ἐδημιούργησεν. ἀλλ' ἴσως ἐρεῖ τις ὅτι, εἰ ἐδημιούργησεν ὁ θεὸς τοὺς δερματίνους χιτῶνας μετὰ ἑπτὰ ἡμέρας τῆς δημιουργίας, πῶς λέγει ἡ γραφή, ὅτι "κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων ᾧ ἤρ ξατο ποιεῖν"; γινωσκέτω ὁ τοῦτο λέγων, ὅτι ὧν ἤρξατο ποιεῖν κατέπαυσε τὴν ποίησιν, τουτέστι τοῦ ποιεῖν τὰ μὴ ὄντα· τὰ δὲ δέρματα, ἃ νῦν ποιεῖ, οὐ νῦν ἄρχεται ποιεῖν, ἀλλ' ἐν τῇ ποιή σει τῶν ζῴων καὶ τὰ δέρματα αὐτῶν ἐγένοντο πάλαι. κατὰ ταῦτα δὲ καὶ τὸ "ἔπλασεν ἔτι κύριος ὁ θεὸς ἀπὸ τῆς γῆς πάντα τὰ κτήνη καὶ τὰ θηρία τῆς γῆς καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ" καὶ τὰ ἑξῆς· τὸ γὰρ "ἔτι" τὴν δευτέραν σημαίνει τούτων γένεσιν. 65

ΞΓʹ. Ἐρώτησις. Ἐπειδὴ πάλαι μὲν οἱ παῖδες, νῦν δὲ ἡμεῖς ὑμνοῦντες τῇ ὡσαννὰ φωνῇ καὶ τῇ τοῦ ἀλληλούια κεχρήμεθα, τίς ἐστιν ἡ τούτων ἑρμηνεία; Ἀπόκρισις. Ἑρμηνεία ἐστὶ τοῦ μὲν ἀλληλούια τὸ "ὑμνήσατε μετὰ μέλους τὸ ὅν", τοῦ δὲ ὡσαννὰ "μεγαλωσύνη ὑπερ κειμένη".

Ξ∆ʹ. Ἐρώτησις. Εἰ ἄτρεπτον τὸν θεῖον, πῶς βλασφημούμενον καὶ εὐφημούμενον τὰς ἀμοιβὰς ἀμφοτέροις τῆς ἑκατέρων πράξεως πολλάκις ἀξίας ἀντέδωκεν; Ἀπόκρισις. Μένων ὁ θεὸς ἐν τῇ οἰκείᾳ αἰσθήσει τε καὶ δικαιοσύνῃ ἀτρέπτως ἑκάστῳ τὸ κατ' ἀξίαν ἀποδίδωσιν, οὐ νῦν κατὰ παρατροπὴν τοῦτο ποιεῖν εὑρών, ἀλλ' ἀεὶ ἐσχηκὼς καὶ ἔχων τὸ ἐν τούτοις ἄτρεπτον· τὸ δὲ ἐν ἴσῃ τάξει ἔχειν τοὺς βλασφή μους καὶ τοὺς εὐχαρίστους ἀναισθησίας ἦν ἢ ἀδικίας, ἅπερ ἐστὶ θεοῦ ἀλλότρια.

ΞΕʹ. Ἐρώτησις. Εἰ εὐσεβεῖ ζήλῳ κινούμενος ὁ Σαοὺλ τὰς ἐγγα στριμύθους ἀνεῖλε, διατί συνηλάθη, ὥστε παρ' ἐγγαστριμύθου ζη τῆσαι πρόρρησιν; καὶ εἰ τῷ ὄντι ἐκείνη τὸν Σαμουὴλ ἀνήγαγεν, ἐπειδὴ τοῦτο φησὶν ἡ γραφή; καὶ ὅτι ἀληθεύει μὲν αὕτη, τὸ δὲ πρᾶγμα ἀσεβὲς δῆλον. Ἀπόκρισις. Ὁ ζήλῳ θείῳ ποιῶν τι, οὗτος οὐ θεομαχεῖ. ὑπόνοιαν δὲ ὁ Σαοὺλ ἐσχηκὼς εἰς τὸν ∆αυίδ, ὡς ὅτι εἰς αὐτὸν μετέθηκεν ὁ θεὸς τὴν βασιλείαν, παντοίως ἐμηχανᾶτο ἀναιρεῖν τὸν ∆αυίδ, ἵνα εἰς ἔργον μὴ ἐκβῇ ἡ ἐπ' αὐτὸν θεία ψῆφος. ἀνεῖλε δὲ τὰς ἐγγαστριμύθους, τούτῳ προσδοκήσας διαλλάξαι τὸν 66 θεόν, ὥστε ἀνατρέψαι τὴν ἀποδοκιμάσασαν αὐτὸν τῆς βασιλείας οἰ κείαν ψῆφον, οὐ τὴν ἀσέβειαν τῶν ἐγγαστριμύθων μισῶν, ἀλλὰ τὴν βασιλείαν φιλῶν. καὶ ἐπειδὴ οὐ προσεδέξατο ὁ θεὸς τὸν σκοπὸν αὐτοῦ, διὰ τοῦτο αὐτὸν ἐγκατέλιπεν ἐπιδεηθῆναι ὧν οὐκ ἀγαθῷ σκοπῷ ἐποιή σατο τὴν ἀναίρεσιν· τὰ δὲ ἄλλα πάντα τὰ ὑπὸ τῆς ἐγγαστριμύθου γε γονότα, κατὰ τὴν ἐνέργειαν γεγένηται τοῦ δαίμονος τοῦ τὰς ὄψεις φαντάσαντος τῶν ὁρώντων τὸν οὐκ ὄντα Σαμουὴλ ὡς τὸν Σα μουὴλ ὁρᾶν. ἡ δὲ ἀλήθεια τῶν ῥημάτων γέγονεν ἐκ τοῦ θεοῦ τοῦ δεδωκότος τῷ δαίμονι ἐν σχήματι τοῦ Σαμουὴλ ὀφθῆναι τῇ ἐγγαστριμύθῳ καὶ δεῖξαι τοῦ μέλλοντος τὴν δήλωσιν. καὶ ἐπειδὴ τοῦ Σαμουὴλ οὐκ ἤκουσεν ὁ Σαούλ, τοῦ εἰρηκότος αὐτῷ τῆς βασιλείας τὴν ἀφαίρεσιν, ἀλλὰ καὶ μετὰ τὴν θείαν ψῆφον τὴν ἀποδοκιμά σασαν αὐτὸν τῆς βασιλείας ἔτι ἀντεποιεῖτο τῆς βασιλείας, διὰ τοῦτο