1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

33

ἐκράτει ἡ ἀλή θεια, μαρτυροῦσιν αἱ θεῖαι γραφαί, τὸν Ἀδὰμ καὶ πολλοὺς ἐφε ξῆς μετ' αὐτὸν δηλοῦσαι οὐκ εἰδώλοις ἀλλὰ τῷ θεῷ λατρεύσαντας, κἄν τινες αὐτῶν ἐν ἀτόποις ἐξητάσθησαν πράξεσιν. Ἀπόκρισις. Εἰ τῆς παρούσης καταστάσεως τὸ τέλος ἐστὶν ἡ διὰ τοῦ πυρὸς κρίσις τῶν ἀσεβῶν, καθά φασιν αἱ γραφαὶ προ φητῶν τε καὶ ἀποστόλων, ἔτι δὲ καὶ τῆς Σιβύλλης, καθώς φησιν ὁ μακάριος Κλήμης ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ-γίνεται δὲ αὕτη ἡ κρίσις διὰ Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ὑπὸ τῶν Ἰουδαίων, τοῦ αἰωνίως βασιλεύοντος τῶν χριστιανῶν "βασιλείαν ἀσάλευτον" τὴν κατὰ τὸν προφήτην ∆ανιὴλ δοθεῖσαν αὐτῷ-, δῆλον ὅτι οὐδεμίαν ἀνακλήσεως ἔχει ὁ ἑλληνισμὸς ἐλπίδα. ἄλλως τε, εἰ καθ' ἣν ἐκράτει ποτὲ δυναστείαν ὁ ἑλληνισμὸς τὸν λαὸν τοῦ θεοῦ, λυθείσης ταύτης, οὐδαμῶς πάλιν ταύτην ἀνέλαβε, πῶς οὐ μάτην νῦν προσδοκᾷ τὴν ἀνάκλησιν τῆς παλαιᾶς αὑτοῦ δυναστείας; τίνος δὲ ἕνεκεν καὶ προσδοκᾷ ταύτην ὁ ἑλληνισμός; πάντως ἵνα βασάνοις ἀναγκάσῃ τοὺς χριστιανοὺς ἀφίστασθαι μὲν τῆς τοῦ Χρι στοῦ ἀγάπης τε καὶ πίστεως, προσέχειν δὲ ταῖς λατρείαις τῶν δαιμόνων. ἀλλ' αἱ βάσανοι αὗται, αἷς πάλαι χρησάμενος ὁ ἑλλη 82 νισμὸς καὶ προσδοκήσας ἐν αὐταῖς ἄλυτον φυλάττειν ἑαυτόν, τὸν μὲν ἑλληνισμὸν ἔλυσαν, τὸν δὲ χριστιανισμὸν ἔστησαν κατὰ κράτος.

ΠΖʹ. Ἐρώτησις. Εἰ ἕως τῆς τῶν σωμάτων ἐγέρσεως ἡ ψυχὴ τῶν πρακτέων τὰς ἀμοιβὰς οὐ κομίζεται, ἐν ποίᾳ ἆρα ταύτῃ ἐξε τάζεται καταστάσει μέχρι τῆς ἀναστάσεως; Ἀπόκρισις. Οὐχ ἣν ἔχουσιν αἱ ψυχαὶ ἐπὶ τοῦ παρόντος κατάστασιν, ταύτην ἔχουσι καὶ μετὰ τὴν τοῦ σώματος ἔξοδον. ἐν ταῦθα μὲν τὰ τῆς φύσεως πάντα κοινὰ ὑπάρχει, δικαίων τε καὶ ἀδίκων, καὶ οὐδεμία ἐστὶν ἐν αὐτοῖς διαφορὰ κατὰ τοῦτο, οἶον τὸ γεννᾶσθαι καὶ τὸ ἀποθνήσκειν, τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν, τὸ πλουτεῖν καὶ τὸ πένεσθαι καὶ τὰ ἄλλα τὰ τούτοις ὅμοια. μετὰ δὲ τὴν ἐκ τοῦ σώματος ἔξοδον εὐθὺς γίνεται τῶν δικαίων τε καὶ τῶν ἀδίκων ἡ διαστολή· ἄγονται γὰρ ὑπὸ τῶν ἀγγέλων εἰς ἀξίους αὐτῶν τόπους, αἱ μὲν τῶν δικαίων ψυχαὶ εἰς τὸν παράδεισον, ἔνθα συντυχία τε καὶ θέα ἀγγέλων τε καὶ ἀρχαγγέλων, κατ' ὀπτα σίαν δὲ καὶ τοῦ σωτῆρος Χριστοῦ, κατὰ τὸ εἰρημένον "ἐκδημοῦν τος ἐκ τοῦ σώματος καὶ ἐνδημοῦντος πρὸς τὸν κύριον"· αἱ δὲ τῶν ἀδίκων ψυχαὶ εἰς τοὺς ἐν τῷ Ἅδῃ τόπους, κατὰ τὸ εἰρη μένον περὶ τοῦ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος· "ὁ Ἅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι" καὶ τὰ ἑξῆς. καὶ εἰσὶν ἐν τοῖς ἀξίοις αὐτῶν τόποις φυλαττόμενοι ἕως τῆς ἡμέρας τῆς ἀνα στάσεως καὶ ἀνταποδόσεως.

ΠΗʹ. Ἐρώτησις. Καὶ εἰ, καθὼς ἔφης, πρὸ τῆς ἀναστάσεως οὐκ ἔστι τῶν ἔργων ἀντίδοσις, ποῖον τῷ λῃστῇ προσγέγονεν ὄφε 83 λος, εἰς τὸν παράδεισον αὐτοῦ τῆς ψυχῆς εἰσαχθείσης, καὶ μά λισθ' ὅτι ὁ μὲν παράδεισος αἰσθητός, νοητὴ δὲ ἔστι τῆς ψυχῆς ἡ οὐσία; Ἀπόκρισις. Ὄφελος γέγονε τῷ λῃστῇ, εἰς τὸν παράδεισον εἰσελθόντι, τὸ ἔργοις μαθεῖν τῆς πίστεως τὸ ὠφέλιμον, δι' ἧς ἠξιώθη τοῦ συναθροίσματος τῶν ἁγίων, ἐν ᾧ φυλάττεται ἕως τῆς ἡμέρας τῆς ἀναστάσεώς τε καὶ ἀνταποδόσεως· καὶ ἔχει τοῦ παραδείσου τὴν αἴσθησιν, καθ' ἣν ὁρῶσιν αἱ ψυχαὶ ἑαυτάς, ἔτι δὲ καὶ τοὺς ἀγγέλους καὶ τοὺς δαίμονας-οὐ γὰρ νοήσει ὁρᾷ ψυχὴ ψυχήν, οὔτε ἄγγελος ἄγγελον, οὔτε δαίμων δαίμονα, ἀλλὰ κατὰ τὴν ῥηθεῖσαν ἐννοηματικὴν αἴσθησιν ὁρῶσιν ἑαυτούς τε καὶ ἀλλή λους-, ἔτι τε καὶ τὰ σωματικὰ πάντα

ΠΘʹ. Ἐρώτησις. Εἰ τῇ συνεργίᾳ τῶν τοῦ σώματος αἰσθήσεων τῶν αἰσθητῶν ἡ ψυχὴ λαμβάνει τὴν αἴσθησιν, αἰσθητὰ δὲ τὰ καλὰ καὶ τὰ φαῦλα τυγχάνουσι, πῶς οὐκ ἀναισθητεῖ ἡ ψυχὴ χω ρισθεῖσα τοῦ σώματος; εἰ δὲ ἀναισθητεῖ, δῆλον ὅτι νενέκρωται· νεκρῶν γὰρ καὶ ζώντων διαφορὰν ἀναισθησία διακρίνει καὶ αἴσθησις, Ἀπόκρισις. Πᾶσαι αἱ κτισταί τε καὶ λογικαὶ οὐσίαι διπλᾶς ἔχουσι καταληπτικὰς δυνάμεις, αἰσθητικήν τε καὶ νοητικήν· αἰ σθητικὴν μὲν τὴν ἐννοηματικὴν λεγομένην, καθ' ἣν καταλαμβά νουσιν ἑαυτάς τε καὶ ἀλλήλας· νοητικὴν δέ, καθ' ἣν