1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

3

ἀπαγορεύσας ἀκάθαρτα; ˉμˉθˉʹ. Εἰ τὸ θεῖον τροπῆς ἀνεπίδεκτον, διατί περὶ τῆς χρίσεως τοῦ Σαοὺλ λέγει μεταμεμελεῖσθαι καὶ περὶ τῆς Νινευὶ ὅτι μετενόησεν; ˉνˉʹ. Εἰ τὸ Ἰωάννου βάπτισμα μὴ κατὰ νόμον ἦν, πῶς οὐκ ἦν παράνομον; ˉνˉαˉʹ. Εἰ πιστώσασθαι τοὺς μαθητὰς ὁ Ἰωάννης περὶ τοῦ Χρι στοῦ ἠβούλετο, ὅτε ἀπέστειλεν αὐτούς, διατί μὴ κατὰ ἀπόφασιν ἀλλὰ κατὰ πεῦσιν αὐτοὺς τῷ Χριστῷ προσήγαγεν; 6 ˉνˉβˉʹ. Εἰ πάντας ἕλκειν πρὸς ἑαυτὸν ὁ δεσπότης Χριστὸς μετὰ τὴν οἰκείαν ὕψωσιν ἐπηγγείλατο, πῶς οὐ πάντες τῇ εἰς αὐτὸν πίστει προσέδραμον; ˉνˉγˉʹ. Εἰ ἐν τοῖς δαιμονῶσιν οἱ δαίμονες διηνεκῶς κατοικοῦσι, πῶς ἑτέροις κατασκευάζουσι βλάβας; ˉνˉδˉʹ. Εἰ μόνου θεοῦ ἐστιν ἰσχὺν καὶ ζωὴν διδόναι τοῖς σώ μασι, πῶς τοῦτο ποιοῦσιν οἱ δαίμονες ἰσχὺν παρέχοντες, ὥστε δεσμὰ διαρρήσσειν; ˉνˉεˉʹ. Εἰ τῶν μερῶν τῆς κτίσεως οἱ δαίμονες οὐκ ἐξουσιά ζουσι, πῶς τῶν χρησμῶν αὐτῶν παρακουσθέντων τοῖς Ἕλλησι τι μωρίαν ἐπήγαγον; ˉνˉ ϛˉʹ. Εἰ ἐν τῇ κιβωτῷ δύο δύο καὶ ἑπτὰ ἑπτὰ εἰσηνέχθησαν ἄλογα, πῶς οὐ δʹ καὶ ιδʹ εἰσηνέχθησαν; ˉνˉζˉʹ. Ἐπειδὴ τὴν τῶν πολυομμάτων ὀπτασίαν Ἡσαΐας καὶ Ἰεζεκιὴλ ἐθεάσαντο, ἆρα ἀμφοτέροις ἕν τι ἀποκαλύπτεται; ˉνˉηˉʹ. ∆ιατί ἐπὶ τοῦ Ἰεζεκιὴλ ὁ θεὸς κατακέχρηται τῷ "υἱὲ ἀνθρώπου", ὅπερ ἐπὶ τῶν ἄλλων προφητῶν οὐκ ἐποίησε, καὶ εἰ ἀληθῶς ἀνέστη τὰ ὀστᾶ ἃ ἐθεάσατο; ˉνˉθˉʹ. Εἰ καλὰ τὰ τοῦ βίου πάντα, διατί οἱ τούτων ἀπεχόμενοι ἐπαινοῦνται ἐν ταῖς γραφαῖς; ˉξˉʹ. Εἰ ἐν τοῖς στοιχείοις οὐ πρόσεστιν αἴσθησις, διατί Μωυσῆς καὶ Ἡσαΐας τούτοις διαμαρτύρεται; ˉξˉαˉʹ. ∆ιατί ὁ κύριος ἔλεγε τῇ Μαριὰμ "μή μου ἅπτου" καὶ τοῖς μαθηταῖς μετὰ τοῦτο ἐπέ(τρεπε) τοῦτο ποιεῖν; ˉξˉβˉʹ. Τίς ἡ ἀπόδειξις τοῦ μόνα δύο θηρία τε καὶ κτήνη ἐν τῇ κοσμοποιίᾳ παρῆχθαι; ἐπειδὴ τοῦτό τινες τῶν εὐσεβῶν εἰρήκασι. ˉξˉγˉʹ. Ἐπειδὴ πάλαι μὲν οἱ παῖδες τὸ "ὡσαννὰ" ὕμνουν, ἡμεῖς δὲ τὸ "ἀλληλούια" νῦν, τίς ἐστιν ἡ τούτων ἑρμηνεία; ˉξˉδˉʹ. Εἰ ἄτρεπτον τὸ θεῖον, πῶς βλασφημούμενον καὶ εὐφη μούμενον τὰς ἀμοιβὰς ἀμφοτέροις πολλάκις ἀξίως ἀποδίδωσι; ˉξˉεˉʹ. Εἰ εὐσεβεῖ ζήλῳ τὰς ἐγγαστριμύθους Σαοὺλ ἀνεῖλε, διατί 7 παρ' αὐτῶν ἐζήτει πρόρρησιν, καὶ εἰ τῳόντι ἐκείνη τὸν Σαμουὴλ ἀνήγαγε; ˉξˉ ϛˉʹ. Εἰ ἄρρεν καὶ θῆλυ χάριν παιδοποιίας ἐκτίσθη, ταύτης ἐν τῇ ἀναστάσει οὐ γινομένης, ἆρα ἀνιστάμενοι οἱ ἄνθρωποι τὴν τῶν παιδογόνων ἔχουσι μορίων διάπλασιν; ˉξˉζˉʹ. Εἰ τὴν παράβασιν καὶ τὴν μέλλουσαν τιμωρίαν ὁ Μω σῆς τῷ λαῷ προεφήτευσε, διατί μετ' ᾠδῆς αὐτὰ ἔλεγεν; ˉξˉηˉʹ. Εἰ χρήσιμος καὶ ἀναγκαία ἐστὶν ἡ ἰατρικὴ ἐπιστήμη, διατί μὴ ὑπὸ εὐσεβῶν, ἀλλ' ὑπὸ ἐναντίων ἡ ταύτης γεγένηται εὕρεσις; ˉξˉθˉʹ. Εἰ τὰ τελευτῶντα βρέφη ἔπαινον ἢ ψόγον οὐκ ἔχουσι, τίς ἡ διαφορὰ ἐν τῇ ἀναστάσει τῶν βαπτισθέντων καὶ μὴ βα πτισθέντων; ˉοˉʹ. Εἰ δύο οὐρανῶν ὁ Μωσῆς διδάσκει γένεσιν, πῶς ἡ γραφὴ πλείονας οὐρανοὺς μέμνηται; ˉοˉαˉʹ. Εἰ πάντων τελείαν πρόγνωσιν ἔχει ὁ Χριστός, πῶς οὐκ ἔστιν αἴτιος τῆς τοῦ Ἰούδα προδοσίας καὶ τῆς τοῦ Πέτρου ἀρνήσεως; ˉοˉβˉʹ. Εἰ ἐν τῇ νυκτὶ ὁ ἥλιος ἀποκρύπτεται, πῶς οὐ σφαῖρα ὁ οὐρανὸς δείκνυται; ˉοˉγˉʹ. Εἰ διὰ τὸ σφαῖραν ὄντα κινεῖσθαι τὸν οὐρανὸν ἐν τόπῳ ἐστί, πῶς διὰ τὸ καμάραν πεπῆχθαι, ἢ ὡς δέρριν ἐκτετάσθαι, οὐκ ἐν τόπῳ ἐστίν; ˉοˉδˉʹ. Εἰ ἡ διαφορὰ κατὰ τὰς μορφὰς χρήσιμος ἐνταῦθα διὰ τὰς χρείας καὶ τὰ συναλλάγματα, πῶς ἐν τῇ ἀναστάσει οὐκ ἄχρη στος αὕτη; ˉοˉεˉʹ. Εἰ μόνος ἀθάνατος ὁ θεός, πῶς ἄληθες τὸ "πάντες μὲν οὐ κοιμηθησόμεθα"; ˉοˉ ϛˉʹ. Ἐν τῇ δʹ ἡμέρᾳ οἱ φωστῆρες ἐγένοντο καὶ ἐξ αὐτῶν ὁ ἀριθμὸς τῶν ἡμερῶν συνίσταται. ˉοˉζˉʹ. Πῶς ἆρα δεῖ νοεῖν τὸ "ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ"; δίδαξον. ˉοˉηˉʹ. Εἰ ὥσπερ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους γʹ ἡμέρας, 8 οὕτω καὶ ὁ κύριος ἐν τῇ γῇ, πῶς οὐ δοκήσει ὁ θάνατος αὐ τοῦ γέγονε; ˉοˉθˉʹ. Ἐπειδή τινες τὴν τοῦ κυρίου παράδοσιν τῇ τετράδι λέ γουσι γεγονέναι, τίς ἡ ἀπόδειξις τῆς ἡμέρας, ἐν ᾗ ἡ παράδοσις γέγονε; ˉπˉʹ. Εἰ μὴ τὸ αἷμα τοῦ ἀνθρώπου ἐστὶν ἡ ψυχή, διατί ἐκχυ θέντος ἐκείνου τὸ ζῷον ἀπόλλυται; ˉπˉαˉʹ. ∆ιατί ὁ ζʹ ἀριθμὸς ἐναλλαγὴν δέχεται; καὶ γὰρ ἐν σαβ βάτῳ ὡς τὰ πολλὰ ὁ ἀὴρ μεταβάλλεται