1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

48

φυσικῇ ἀνάγκῃ ἀλλ' ἰδίᾳ βουλῇ ἀφέστηκεν, οὗτος ἀνυπόβλητος τῷ τῆς ἐλαττώσεως ὀνόματι. "διενοήθης", φησί, "καὶ πάντα σοι πάρεστι".

ΡΚςʹ. Ἐρώτησις. Εἰ τὸ κλίνειν γόνυ ἐν ταῖς εὐχαῖς τὸ ἑστῶ τας εὔχεσθαι μᾶλλον θεῷ τοὺς εὐχομένους παρίστησι, καὶ πλέον ἐφέλκεται τὴν θείαν συμπάθειαν, διατί ἐν ταῖς κυριακαῖς ἡμέ ραις καὶ ἀπὸ τοῦ πάσχα ἕως τῆς πεντηκοστῆς γόνυ οὐ κλίνουσιν οἱ εὐχόμενοι; πόθεν δὲ καὶ ἡ τοιαύτη ἐν ταῖς ἐκκλησίαις εἰσῆλθε συνήθεια; Ἀπόκρισις. Ἐπειδὴ ἐχρῆν ἀμφοτέρων ἡμᾶς ἀεὶ μεμνῆ 118 σθαι, καὶ τῆς ἐν ταῖς ἁμαρτίαις πτώσεως ἡμῶν καὶ τῆς χάριτος τοῦ Χριστοῦ, δι' ἧς ἐκ τῆς πτώσεως ἀνέστημεν, διὰ τοῦτο ἡ ἐν ταῖς ἓξ ἡμέραις γονυκλισία ἡμῶν σύμβολόν ἐστι τῆς ἐν ταῖς ἁμαρ τίαις ἡμῶν πτώσεως· τὸ δὲ ἐν τῇ κυριακῇ μὴ κλίνειν γόνυ σύμ βολόν ἐστι τῆς ἀναστάσεως, δι' ἧς τῇ τοῦ Χριστοῦ χάριτι τῶν τε ἁμαρτημάτων καὶ τοῦ ἐπ' αὐτῶν τεταγμένου θανάτου ἐλυτρώ θημεν. ἐκ τῶν ἀποστολικῶν δὲ χρόνων ἡ τοιαύτη συνήθεια ἔλαβε τὴν ἀρχήν, καθώς φησιν ὁ μακάριος Εἰρηναῖος ὁ μάρτυς καὶ ἐπί σκοπος Λουγδούνων ἐν τῷ περὶ τοῦ πάσχα λόγῳ, ἐν ᾧ μέμνη ται καὶ περὶ τῆς πεντηκοστῆς, ἐν ᾗ οὐ κλίνομεν γόνυ, ἐπειδὴ ἰσο δυναμεῖ τῇ ἡμέρᾳ τῆς κυριακῆς, κατὰ τὴν ῥηθεῖσαν περὶ αὐτῆς αἰτίαν.

ΡΚΖʹ. Ἐρώτησις. Εἰ ἀνιστάμενος ὁ δεσπότης ἀπὸ τοῦ μνήματος τὰ ἐντάφια ἐν τῷ τάφῳ κατέλιπε, πῶς μετὰ τὴν ἀνάστασιν ἢ γυμνὸν αὐτὸν ὀφθέντα ἢ ἑτέρωθεν ἐσθῆτα κομισάμενον ἡ γραφὴ οὐχ ἱστόρησεν; εἰ δὲ μήτε ἑτέρωθεν ἀμφιάσματα εἴληφε, μήτε γυμνὸς τοῖς τότε αὐτὸν ὁρῶσιν ἐφαίνετο, πῶς ἄληθες ὅτι τὰ ἱμά τια ἐν τῷ τάφῳ κατέλιπεν; Ἀπόκρισις. Τὰ μὲν ἱμάτια τοῦ σωτῆρος μετὰ τὸ σταυ ρωθῆναι αὐτὸν οἱ στρατιῶται διεμερίσαντο, τὰ δὲ μετ' αὐτοῦ εἰσε νεχθέντα εἰς τὸν τάφον ἱμάτια εἰς φόρεσιν τοῦ ζῶντος ἀνεπιτή δεια ἦν. τὰ οὖν ἱμάτια, ἃ ἐφόρει ὁ κύριος μετὰ τὴν ἀνάστασιν, ἢ ἐδημιούργησεν, ἢ ἔλαβεν ἀλλαχόθεν, ὡς ἔλαβε τὸν πῶλον εἰς κάθισμα· ἑκατέρως γὰρ ἐδύνατο, καὶ τὸ δημιουργῆσαι καὶ τὸ λα βεῖν ἀλλαχόθεν. πολλῶν δὲ ὄντων τῶν ὑπὸ τοῦ κυρίου λεχθέν των τε καὶ πραχθέντων, ὧν ἡ θεία γραφὴ τὰς ἱστορίας οὐ πε ριέχει, ἐξ ὧν ἐστι καὶ μετὰ τὴν ἀνάστασιν τὰ ἐνδύματα τοῦ κυ 119 ρίου, οὐκ ἔστιν εὔλογον τὸ ἐκ πάντων τῶν ἀνιστορήτων τοῦ ἑνὸς ἀνιστορήτου ζητεῖν τὴν αἰτίαν. οὐ χρὴ οὖν ἐκ τοῦ ἀνιστορήτου κατασκευάζειν τὴν ἀπορίαν τοῦ περὶ τοῦ ἐνδύματος τοῦ κυρίου, ἀλλ' ἐκ τῆς δυνάμεως αὐτοῦ λαβεῖν τὴν πίστιν περὶ τοῦ ἐνδύμα τος αὐτοῦ.

ΡΚΗʹ. Ἐρώτησις. Εἰ σῶμα παχυμερὲς θυρῶν κεκλεισμένων κε κωλυμένην ἔχει τὴν πάροδον, πῶς μετὰ τὴν ἀνάστασιν "τῶν θυ ρῶν κεκλεισμένων" πρὸς τοὺς μαθητὰς εἰσῆλθεν ὁ κύριος; ἀλλ' εἰ μὲν ἀληθὲς ὅτι κεκλεισμένων τῶν θυρῶν ἔνδον ὁρμώμενον σῶμα ἐτύγχανε, πῶς ὁ λίθος ὁ τῷ δεσποτικῷ ἐπικείμενος μνήματι ὑπὸ τοῦ ἀγγέλου ἀπεκυλίσθη διὰ τὴν αὐτοῦ τοῦ σώματος ἔγερσιν; εἰ δὲ ἀληθεύει ἡ γραφὴ περὶ τῆς τῶν θυρῶν λέγουσα κλείσεως, δῆ λον ὅτι οὐ σῶμα ἀλλὰ πνεῦμα εἰσῆλθεν· εἰ δὲ τὸ σῶμα ποτὲ μὲν σῶμα ποτὲ δὲ πνεῦμα ἐγίνετο, πῶς οὐχὶ τροπὴν τὰ τῆς τοῦ σώ ματος οὐσίας ἐδέχετο; Ἀπόκρισις. Ὥσπερ οὐ κατὰ τὴν ἐκ τοῦ σώματος εἰς τὸ πνεῦμα τροπὴν περιεπάτησεν ὁ κύριος ἐπὶ τὴν θάλασσαν, ἀλλὰ τῇ θείᾳ αὑτοῦ δυνάμει βατὴν ἐποίησεν εἰς περίπατον τὴν ἄβα τον θάλασσαν, οὐ μόνον τῷ ἑαυτοῦ σώματι ἀλλὰ καὶ τῷ τοῦ Πέ τρου, οὕτω τῇ ἑαυτοῦ θείᾳ δυνάμει καὶ τοῦ μνήματος ἐξῆλθε, τοῦ λίθου ἐπικειμένου τῷ μνήματι, καὶ πρὸς τοὺς μαθητὰς εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων· οὐ γὰρ διὰ τὴν αὐτοῦ ἔγερσιν τοῦ λίθου ἐκ τοῦ μνήματος ἐγένετο ἡ ἀφαίρεσις, ἀλλὰ διὰ τὸ δηλωθῆναι τοῖς ὁρῶσι τὴν ἀνάστασιν· τὸ γὰρ ἐν τῷ μνήματι τὰ μὲν τοῦ ἐντα φιασμοῦ αὐτοῦ ὁρᾶν ἱμάτια, αὐτὸν δὲ μὴ ὁρᾶν, δεῖγμα ἐναργέστα τον τῆς αὐτοῦ γέγονεν ἀναστάσεως. χρὴ δὲ ἡμᾶς ἐννοῆσαι, ὅτι τὰ ἰσοδύναμα τὴν αὐτὴν ἔχει πίστιν συγχωρουμένων αὐτῶν, καὶ τὴν αὐτὴν ἔχει ἀπιστίαν ἀναιρουμένων αὐτῶν-ἰσοδυναμεῖ δὲ τὸ πε ριπατεῖν ἐπὶ τὴν θάλασσαν ἐν