1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

29

ἰσοπερίμετρον, ἐὰν πωμασθῇ ἐπὶ τὰ ὕδατα, βαστάζεται ἐπὶ τῶν ὑδάτων, τούτῳ τῷ τρόπῳ βαστάζεται ὁ οὐρανὸς ὑπὸ τῶν ὑδάτων. "ὁ τανύσας", φησί, "τὸν οὐρανὸν ὡσεὶ καμάραν"· τῷ τῆς καμάρας ὀνόματι τὸ περι φερὲς ἐδήλωσε τοῦ σώματος τοῦ οὐρανοῦ. βαστάζει οὖν τὸν μὲν οὐρανὸν τὰ ὕδατα, τὰ δὲ ὕδατα ἡ γῇ, τὴν δὲ γῆν τὸ θεῖον πρό σταγμα· "ὁ κρεμάσας γὰρ τὴν γῆν" φησίν "ἐπ' οὐδενός".

Ο∆ʹ. Ἐρώτησις. Εἰ ἡ διαφορὰ κατὰ τὰς μορφὰς χρήσιμος ἡμῖν ἐνταῦθα ὑπάρχει διά τε τὰς τοῦ σώματος χρείας καὶ τὰ ἐπιτη δεύματα καὶ τὰ συναλλάγματα, ἀνενδεοῦς ἐν τῇ ἀναστάσει ἀνιστα μένου τοῦ σώματος, εἰ μὲν τῇ αὐτῇ τῶν μορφῶν διαφορᾷ ἀνι 72 στάμεθα, πῶς οὐκ ἄχρηστος αὕτη; εἰ δὲ ἐν μιᾷ ὁμοιότητι, τίς ἡ τούτου ἀπόδειξις; πῶς δὲ ἡ περὶ Λαζάρου καὶ τοῦ πλουσίου πα ραβολὴ τῶν μορφῶν οὐ δείκνυται τὸ διάφορον; πάντως γὰρ ἐκ ταύτης τὸν Λάζαρον ἐπέγνω ὁ πλούσιος. εἰ δὲ λέγοιέν τινες, ὡς γνῶσις ἐδόθη αὐτῷ πρὸς τὴν τοῦ Λαζάρου καὶ τοῦ Ἀβραὰμ ἐπί γνωσιν, πόθεν τοῦτο παραστήσουσι; καὶ ἐπὶ τοῦ κυρίου δέ, ἡνίκα τὰ "σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστη καὶ ἐνεφανίσθησαν πολλοῖς"; πάντως τῇ ἰδίᾳ μορφῇ τοῖς γνωρίμοις ἕκαστος εὐεπί γνωστος γέγονεν. Ἀπόκρισις. Πολλαὶ μέν εἰσιν αἱ αἰτίαι δι' ἃς χρὴ τοὺς ἀνισταμένους ἐν τῇ οἰκείᾳ ἀνίστασθαι μορφῇ, πρῶτον μὲν πρὸς ἔνδειξιν τῆς θείας καὶ μεγάλης γνώσεως τοῦ θεοῦ, τοῦ δυνηθέν τος ἐν τοσούτῳ ἀριθμήτῳ πλήθει τῶν ἀνισταμένων ἑκάστῳ ἀπο σῴζειν τὴν οἰκείαν μόρφωσιν· ἔπειτα δὲ ἵνα μὴ νομισθῇ δημιουρ γῶν καινοὺς ἀνθρώπους καὶ μὴ τοὺς τεθνηκότας ἀνιστῶν, διὰ τοῦτο ἕκαστον τῶν ἀνισταμένων ἐν τῇ οἰκείᾳ ἐγείρει μορφῇ, οὐκ ἀώρῳ μέντοι τῇ ἡλικίᾳ· ἔτι δέ, ἵνα μὴ ἀπόλλυται τῆς κρίσεως τὸ δίκαιον, χρὴ ἕκαστον ἐκ τῶν ἀνισταμένων τὴν οἰκείαν ἔχειν μορφήν· ἀγνοουμένων γὰρ τῶν μορφῶν τοῦ τε ἀδικήσαντος καὶ τοῦ ἀδικηθέντος, ἀπόλ λυται τῆς κρίσεως τὸ δίκαιον· ἔτι δέ, εἰ λυθεισῶν τῶν χρειῶν δι' ἃς ἀναγκαία γέγονε τῶν μορφῶν ἡ διαφορά, περιττὴ καὶ ἄχρη στος εὑρίσκεται αὕτη. ἀνάγκη ἄρα σὺν ταύτῃ περιττὴ καὶ ἄχρη στος εἶναι καὶ τῶν ὀνομασιῶν ἡ διαφορά. πῶς οὖν ὁ πλούσιος τὸν Λάζαρον καλεῖ, ἐκ τῆς κατὰ τὴν ὀνομασίαν διαφορᾶς μὴ γνω ριζομένων τῶν προσώπων; τὸ δὲ κατὰ τὸν Λάζαρον καὶ τὸν πλού σιον διήγημα οὔτε παραβολή ἐστιν, εἰ καὶ παραβολικῶς εἴρηται, 73 οὔτε ἱστορία, εἴ γε ἡ μὲν παραβολή ἐστι λόγος ὁμοιότητα περιέ χων τοῦ γεγονότος πράγματος πρὸς τὸ ἐσόμενον, ἱστορία δὲ λόγος διήγησιν περιέχων τοῦ ἤδη γεγονότος πράγματος· οὔτε γὰρ πρὸ τῆς ἀναστάσεως τῶν ἑκάστῳ βεβιωμένων ἡ ἀνταπόδοσις γίνεται, οὔτε μετὰ τὴν ἀνάστασιν ἀληθὲς τὸ "ἔχουσι Μωσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν". ἔστι δὲ τὸ περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου διήγημα ὑποτύπωσις λόγου διδασκαλίαν ἔχοντος τοῦ μὴ δύνασθαι μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς κατὰ πρόνοιάν τινα ἢ σπουδὴν ὠφελείας τινὸς τυχεῖν τοὺς ἀν θρώπους.

ΟΕʹ. Ἐρώτησις. Εἰ μόνος ἀθάνατός ἐστιν ὁ θεός, κατὰ τὸν ἀπόστολον, πῶς ἀληθὲς κατ' αὐτὸν τὸ "πάντες μὲν οὐ κοιμηθη σόμεθα"; Ἀπόκρισις. Μόνος ἔχων τὴν ἀθανασίαν λέγεται ὁ θεός, ὅτι οὐκ ἐκ θελήματος ἄλλου ταύτην ἔχει, καθάπερ οἱ λοιποὶ πάντες ἀθάνατοι, ἀλλ' ἐκ τῆς οἰκείας οὐσίας.

Οςʹ. Ἐρώτησις. Εἰ τῇ τετάρτῃ ἡμέρᾳ τῶν φωστήρων ἡ ποί ησις γέγονεν, ἐξ αὐτῶν δὲ ὁ ἀριθμὸς τῶν ἡμερῶν συνίσταται, πῶς αἱ πρὸ τῆς παραγωγῆς τῶν φωστήρων τρεῖς ἡμέραι ἀμφίβολον τὸν μετὰ τὴν παραγωγὴν τῶν φωστήρων ἀριθμὸν οὐ δεικνύουσιν; Ἀπόκρισις. Ἐκ τῆς παραγωγῆς τοῦ φωτὸς ὁ διαμερισμὸς γέγονε φωτὸς καὶ σκότους, καὶ ἐκ τοῦ διαμερισμοῦ φωτὸς καὶ σκότους ἡ ἡμέρα καὶ ἡ νὺξ ὑπέστη. ὅθεν δῆλον ὅτι πρὸ τῆς τῶν φωστήρων ποιήσεως ἡ κατὰ τὸν ὅρον τοῦ θεοῦ ἐπικράτεια φωτὸς ἐποίει τὴν ἡμέραν καὶ ἡ ἐπικράτεια τοῦ σκότους τὴν νύκτα. γενομένων δὲ τῶν φωστήρων ἐτάχθησαν ἐξουσιάζειν ὃ μὲν τοῦ 74 φωτὸς καὶ τῆς ἡμέρας, ὃ δὲ τοῦ σκότους καὶ τῆς νυκτός· ὁ γὰρ δημιουργὸς τὸ φῶς μετὰ τῆς