1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

34

δέχονται τὴν γνῶσιν τοῦ ὑπὲρ ἐκείνας. οὐ συνεργίᾳ οὖν τοῦ σώματος αἱ ψυχαὶ τῶν αἰσθητῶν λαμβάνουσι τὴν αἴσθησιν, ἀλλ' αὐτὴ ἡ ψυχὴ αἴ σθησις οὖσα τῇ ἑαυτῆς παρουσίᾳ αἰσθητικὸν τὸ ζῷον ποιεῖ. καὶ ὡς μὲν πρὸς τὸ ζῷόν ἐστιν αἴσθησις, ὡς δὲ πρὸς ἑαυτὴν αἰσθη τική, καὶ οὐδέποτε γίνεται νεκρά· ἡ γὰρ νέκρωσις τοῦ ἐμψύχου, 84 θνητοῦ ὑπάρχει καὶ οὐχὶ τῆς ψυχῆς. συνεργίας οὖν δέεται τοῦ σώματος πρὸς τὴν κατάληψιν τῶν αἰσθητῶν τὸ ἔμψυχον καὶ ἡ ἐμψυχία, οὐχὶ ἡ ψυχή· ἄλλο γὰρ τὸ ἔμψυχον καὶ ἄλλο ἡ ψυχή, ὥσπερ ἄλλο τὸ κατὰ μετουσίαν καὶ ἄλλο τὸ κατ' οὐσίαν.

ςʹ. Ἐρώτησις. Εἰ κατὰ τὴν ἑαυτοῦ καρδίαν εἶναι τὸν ∆αυὶδ ὁ θεὸς ἀπεφήνατο, πῶς μετὰ ταῦτα μοιχείαν καὶ φόνον ὁ αὐτὸς προφήτης εἰργάσατο; καὶ εἰ ταῦτα ὑπὸ θεοῦ ὡς φαῦλα μεμί σηνται, διατί ἐκ τῆς μοιχαλίδος τὸ γένος ὁ θεὸς τοῦ προφήτου συνέστησε καὶ τὸν δεσπότην Χριστὸν ἐξ αὐτῆς γενεαλογεῖσθαι ἐποίησε; τούτου δὲ ἔχοντος οὕτως, πῶς ἡ γραφὴ ἀληθεύει λέ γουσα, ὅτι "τέκνα μοιχῶν ἀτέλεστα"; Ἀπόκρισις. Καὶ καθὸ διὰ τῆς μετανοίας τὰ οἰκεῖα σφάλ ματα διωρθώσατο ὁ ∆αυίδ, καὶ κατὰ τοῦτο εὑρέθη ὡς καρδία θεοῦ τοῦ μὴ βουλομένου "τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπι στρέψαι καὶ ζῆν αὐτόν". καὶ ὃν μὲν μοιχικῶς ἐγέννησεν ἐκ τῆς τοῦ Οὐρίου, τοῦτον ἐθανάτωσεν ὁ θεὸς διὰ τὸ εἶναι "τέκνα μοι χῶν ἀτέλεστα", τοὺς δὲ μετὰ τοῦτον γεννηθέντας οὐκ ἐθανάτωσε διὰ τὸ λαβεῖν αὐτὸν ταύτην μετὰ τὴν ἀναίρεσιν τοῦ Οὐρίου εἰς γυναῖκα ἔννομον. τιμῶν δὲ τὴν μετάνοιαν ὁ θεὸς ἐν τοῖς ἐκ τῆς τοῦ Οὐρίου γεννηθεῖσι συνεστήσατο τοῦ ∆αυὶδ τὸ γένος καὶ τὸν Χρι στὸν διὰ τὴν αὐτὴν αἰτίαν ἐξ αὐτῆς κατάγεσθαι πεποίηκεν.

ςΑʹ. Ἐρώτησις. Εἰ πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδατὸν περὶ τὴν εὐσέβειαν ζῆλον ὁ Ἰωσίας θερμότερον ἐπεδείξατο, τὰς στήλας τῶν εἰδώλων συντρίψας καὶ τοὺς ναοὺς αὐτῶν καὶ βω 85 μοὺς καταστρέψας καὶ σὺν τοῖς εἰδωλικοῖς θυσιαστηρίοις τῶν Ἑλλήνων τὰ ὀστέα τεφρώσας καὶ τὰ ἄλση τῆς πλάνης ἄρδην ἐκκόψας καὶ τοὺς ἐν τοῖς ὑψηλοῖς θυμιῶντας τοῦ ταῦτα ἐκτελεῖν ἀποστήσας καὶ τὴν θείαν ἀνυψώσας λατρείαν καὶ λαμπρῶς τὰς τοῦ νόμου ἑορτάς, ὡς μαρτυρεῖ ἡ γραφή, τὸν λαὸν ἐπιτελέσαι ποιήσας, καὶ ξίφει μὲν ἑλληνικῷ τὴν ζωὴν ἐκεῖνος ἀπέθετο βιαίως, οἱ δὲ τούτου παῖδες αἰχμάλωτοι εἰς Βαβυλῶνα ἀνηνέχθησαν καὶ πρὸς δουλείαν ἐξεδόθησαν πολυχρόνιον Ἕλλησιν, πῶς ἐπὶ τούτοις οὐκ ἂν εἴποιεν ἀληθεύοντες Ἕλληνες, ὅτι, ἀνθ' ὧν εἰς τὰ σεβά σματα αὐτῶν ἐπλημμέλησεν, ἡ οὕτως αὐτῷ πικρὰ συνήντησεν ἔκβασις; ποῦ δὲ καὶ εὑρήσομεν αὐτὸν ἀμοιβὰς τοσούτων κατορθω μάτων δεξάμενον, καὶ πρὸς ποῖον ἔπειτα ὄφελος μετὰ τοσούτων κατορθωμάτων μέγεθος αἱ περὶ τὸν Ἰωσίαν συναντήσασαι συμφο ραὶ γραφῇ παρεδόθησαν; Ἀπόκρισις. Καιρὸς ἀμοιβῆς τῶν ἐν εὐσεβείᾳ μετὰ ἀρε τῆς κατορθωμάτων οὐχ ὁ παρών ἐστιν, ἀλλ' ὁ μέλλων, καθ' ὃν αἱ ἀμοιβαὶ ἀναφαίρετοι εἰσαεὶ προσμένουσι τοῖς δεχομένοις αὐτάς. ὀδυνηρὸν δὲ τέλος ἐδέξατο τῆς ζωῆς Ἰωσίας, διὰ τὸ παρακούειν αὐτὸν τοῦ προφήτου Ἱερεμίου, εἰρηκότος αὐτῷ ἐκ προστάγματος τοῦ θεοῦ μὴ ἐξελθεῖν εἰς συνάντησιν τοῦ βασιλέως Αἰγύπτου εἰς πόλεμον, καθώς φησιν ὁ Ἔσδρας. ἵνα οὖν καθαρὸν ἁμαρτη μάτων αὐτὸν ἐκ τοῦ βίου παραλάβῃ ὁ δεσπότης θεός, διὰ τοῦτο συνεχώρησεν ἑλληνικῷ ξίφει δίκας δοῦναι ταύτης τῆς παρακοῆς πρὸς τὴν διδασκαλίαν τῶν ἑξῆς ἀνθρώπων, τοῦ τε μὴ ἀπειθεῖν τοῖς προφήταις καὶ τοῦ "εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται"; οἱ δὲ υἱοὶ τοῦ Ἰωσίου, εἰ μεινάντων αὐτῶν ἐν τῇ εὐσεβείᾳ τοῦ πατρὸς αὐτῶν αἰχμάλωτοι ἐγένοντο, εἶχεν ἂν χώραν ὁ τῶν Ἑλλήνων λόγος, ὅτι ἀνθ' ὧν ἐπλημμέλησεν ὁ Ἰω 86 σίας εἰς τὰ τῶν εἰδώλων σεβάσματα, οἱ υἱοὶ αὐτοῦ αἰχμάλωτοι ἐγένοντο. εἰ δὲ ἀπέστησαν μὲν τῆς εὐσεβείας τοῦ πατρὸς αὑτῶν, ἀνελάβοντο δὲ τῶν εἰδώλων τὴν λατρείαν καὶ εἰδωλολατροῦντες ᾐχμαλωτίσθησαν, προδήλως ψευδὴς ὁ τῶν Ἑλλήνων λόγος.