1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

16

τοῦ πλούτου, τῆς προαιρέσεως τοῦ ἀσκητοῦ οὐ μόνον τὴν ἐπίκτησιν τῶν οὐ παρόντων οὐχ αἱρουμένης, ἀλλ' οὐδὲ τὴν κτῆσιν τῶν παρόντων;

Λʹ. Ἐρώτησις. Εἰ εἰς θάνατον καὶ φθορὰν οἱ ἁλιεῖς τοὺς ἰχθύας ἀπὸ τῶν ὑδάτων λαμβάνουσι, πῶς "εἰς ζωὴν αἰώνιον" ὁ δεσπότης Χριστὸς μέλλων διὰ τῶν ἀποστόλων τοὺς ἀνθρώπους εἰσαγαγεῖν "ἁλιεῖς" αὐτοὺς εἶναι "ἀνθρώπων" ἐπηγγείλατο; Ἀπόκρισις. Ἐπειδὴ ἐχρῆν τοὺς ὑπὸ τῶν ἀποστόλων ἀγρευομένους ἀνθρώπους τῇ σαγήνῃ τῆς βασιλείας ἀποθανεῖν ἀπὸ τῆς προτέρας αὐτῶν ἐν ἁμαρτίαις ζωῆς, διὰ τοῦτο τῇ ἄγρᾳ τῶν ἰχθύων παρείκασεν ὁ κύριος τὴν ἄγραν τῶν ἀνθρώπων. προσέ 40 θηκε δὲ τὸ "εἰς ζωήν", τὸ ἐλλεῖπον τοῦ ὑποδείγματος τῷ ὑπο δεικνυμένῳ προσθέμενος.

ΛΑʹ. Ἐρώτησις. Εἰ σώφρονι λογισμῷ οἱ μοναχοὶ κατεχόμενοι τὰς γαμικὰς ἡδονὰς ἀπεστράφησαν, διατί ἐν ταῖς καθ' ὕπνον φαντασίαις τὰ ἀβούλητα πάσχουσι, καὶ οὐ μόνον εἰς τὰς τυχού σας ἀλλ' ἔστιν ὅτε μητράσι καὶ ἀδελφαῖς ὁμιλεῖν ἐν τῇ φαντα σίᾳ νομίζουσι; τίσιν οὖν χρηστέον πρὸς τὴν ἀπαλλαγὴν τοῦ τοιού του πολέμου; καὶ εἰ τὸν πολεμηθέντα δεῖ τῶν μυστηρίων ἀπέ χεσθαι καὶ εἰ προσιέναι αὐτοῖς χρή, ἢ λουσάμενον ἢ ἑτέρῳ τινὶ χρησάμενον, ὥστε μὴ ἰουδαϊκῶς καθαίρεσθαι δίδαξον, ἐπειδὴ πολλή ἐστι περὶ τούτου καὶ παρὰ τῶν λογικωτέρων ἡ ζήτησις. Ἀπόκρισις. Ἐπειδὴ οἱ ἀνακείμενοι θεῷ ἄγρυπνον ἔχουσιν ἐχθρὸν ἀντίπαλον, τὸν πᾶσι τοῖς δυνατοῖς αὐτῷ τρόποις μηχανώ μενον θεῖναι τοῖς εὐσεβέσι μῶμον, διὰ τοῦτο τὰ ἀβούλητα καθ' ὕπνον πάσχουσι. καίτοι εἰδὼς ὁ ἀντίπαλος, ὅτι τοῖς οὐκ ἐφ' ἡμῖν οὔτε ἐπὶ τοῖς σεμνοῖς ἐπαινούμεθα, οὔτε ἐπὶ τοῖς αἰσχροῖς ψεγό μεθα-ὁ γὰρ ἔπαινος καὶ ὁ ψόγος τῶν μετὰ συγκαταθέσεως τοῦ λογισμοῦ ὑφ' ἡμῶν πραττομένων ἐστί-, καὶ ὅτι τὰ ἐνύπνια τῶν οὐκ ἐφ' ἡμῖν ἐστιν, ἀλλ' ὅμως καὶ διὰ τῶν ἐνυπνίων κινεῖ ἐν ἡμῖν ἀμφοτέρων τὰς πράξεις, καὶ τῶν σεμνῶν καὶ τῶν αἰσχρῶν ταύτας ἔχων ἐν ἑαυτῷ τὰς ἐλπίδας, μήπως ἢ τῇ τῶν σεμνῶν καὶ τῶν αἰσχρῶν ἐργασίᾳ ἐξεγείραι ἡμᾶς εἰς ματαίαν καύχησιν τῶν ἡμῖν μὴ πεπραγμένων, ἢ τῇ τῶν αἰσχρῶν ἐργασίᾳ δυνηθείη εὑρεῖν ἡμᾶς ἐπὶ τῇ ἀνόμῳ πράξει τερπομένους. ἀλλὰ τὸ μὲν ἰδεῖν τὰ τοιαῦτα ἐνύπνια οὐκ ἔστιν ἐφ' ἡμῖν· τὸ δὲ τερφθῆναι ἐπὶ τῇ οὕτως ἀβουλήτῳ πράξει ἢ λυπηθῆναι, τοῦτο ἐφ' ἡμῖν ἐστι. κἂν μὲν οὖν εὑρῇ ἡμᾶς ἐπὶ τῇ ἀβουλήτῳ πράξει τερπομένους, 41 καυχᾶται ὡς νικητὴς ὁ ἀντίπαλος· ἐὰν δὲ λυπουμένους ἡμᾶς, μα ταιοῦται τῇ βουλῇ ἡττώμενος. ἱκανὸν οὖν ὑπάρχει πρὸς τὴν ἀπαλ λαγὴν τοῦ κακοῦ τὸ λυπηθῆναι ἐπὶ τῷ ἀβουλήτως συμβεβηκότι καὶ δάκρυσιν ἀποπλύνειν τὸ μυσαρὸν τῶν οὕτως ἀβουλήτως ἐν ἡμῖν ὑφισταμένων φαντασιῶν, ἀπέχεσθαι δὲ τοὺς οὕτω τὰ ἀβούλητα πά σχοντας τῆς κοινωνίας τῶν θείων μυστηρίων οὐδ' ὅλως δίκαιόν ἐστιν· εἰ δὲ μή γε, ἀναιροῦμεν κατὰ τοῦτο τῶν βουλητῶν τε καὶ τῶν ἀβουλήτων κακῶν τὴν διαφοράν.

ΛΒʹ. Ἐρώτησις. Εἰ τῷ σίτῳ συναυξάνεσθαι τὰ ζιζάνια ὁ κύριος καὶ δεσπότης Χριστὸς ἀπεφήνατο, πῶς τὰ μὲν ζιζάνια πεπλή θυνται, σχεδὸν δὲ ὁ σῖτος ἐξέλιπε; καὶ τίς ἡ ἀπόδειξις τοῦ εἶναι σῖτον τὸν ἐκλείψαντα; πῶς δὲ τῆς συναυξήσεως τούτων ἡ πρόρ ρησις οὐ διέψευσται; Ἀπόκρισις. Ἀπόδειξις τοῦ σῖτον εἶναι τὸν ἐκλείψαντα αὕτη ἐστίν, ἡ περὶ αὐτοῦ πρόρρησις λέγουσα· "διὰ τὸ πληθυν θῆναι τὴν ἁμαρτίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν". καὶ πά λιν· "ἐν ὑστέροις καιροῖς ἀφίστανταί τινες τῆς πίστεως καὶ προ σέχουσι πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων". καὶ πά λιν· "ἀπὸ μὲν τῆς ἀληθείας ἀποστρέφονται, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται". καὶ πάλιν· "εἰσελεύσονται λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὑτῶν". ὅτι δὲ ἕως τῆς συντελείας τοῦ αἰῶνος οὐκ ἐκλείπει ὁ σῖτος, δηλοῖ ὁ κύριος λέγων· "διὰ δὲ τοὺς ἐκλεκτούς, οὓς ἐξε λέξατο ὁ πατήρ, κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι". ἀλλ' εἰ μὲν συνέβη τι τῷ σίτῳ, τὸ μὴ εἰρημένον περὶ αὐτοῦ αὐξανομένου τε 42 καὶ ἐκλειπομένου, δῆλον ὅτι διέψευσται ὁ