1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

19

ΛΗʹ. Ἐρώτησις. Εἰ τὴν τῶν Φαρισαίων ἐσχηματισμένην ὁ κύ ριος ἐλέγχων εὐλάβειαν ἔλεγεν ὅτι τάφοι κεκονιαμένοι εἰσί, πε πληρωμένοι ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας, καὶ ἐν τῷ 47 νόμῳ ὁ ἁπτόμενος νεκροῦ ἀκάθαρτος λέγεται, τί ἄτοπον ἐργάζονται Ἕλληνες τοὺς νεκροὺς καὶ τοὺς τούτων μυσαττόμενοι τάφους, ὑπό τε παλαιᾶς καὶ καινῆς ἀκαθάρτου τοῦ νεκροῦ καλουμένου; πῶς δὲ ἀμφοτέροις ὁ κύριος ἐναντία οὐκ ἔπραξεν, ὅτε τὸν υἱὸν τῆς χήρας ἀνιστῶν ἥψατο τῆς σοροῦ καὶ τὴν θυγατέρα τοῦ Ἰαείρου τῆς χειρὸς ἐκράτησεν; εἰ γὰρ ἀμφότεροι τελευταῖον ἀνέστησαν. ἀλλὰ τὴν ἁφὴν τὰ νεκρὰ ἐδέξαντο σώματα. Ἀπόκρισις. Τῶν ἀνθρώπων τὰ νεκρὰ σώματα καὶ οἱ τού των τάφοι μυσάττονται διὰ τὴν ἑπομένην αὐτοῖς βαρεῖαν δυσω δίαν, οὐχ ἁπλῶς διὰ τὴν νέκρωσιν· εἰ γὰρ ἁπλῶς διὰ τὴν νέ κρωσιν ἐμυσάττοντο τῶν νεκρῶν τὰ σώματα, οὐκ ἄρα ἐχρῆν τοῖς τῶν ζῴων νεκρῶν σωμάτων μέρεσι κεχρῆσθαι πρὸς τὴν τῶν ζών των χρείαν, ὡς τοῖς δέρμασι καὶ τοῖς κέρασι καὶ τρίχαις καὶ χολαῖς καὶ τοῖς στέασι καὶ ταῖς σαρξίν, ἅτινα οὐδεὶς λόγος δύ ναται ὑπεξελεῖν τῆς προσούσης αὐτοῖς νεκρώσεως. εἰ δὲ νεκρὰ μὲν καὶ ταῦτα, οὐ μυσαττόμενα δὲ διὰ τὴν ἐξ αὐτῶν χρείαν, πῶς οὐκ ἔστι τῶν ἀτοπωτάτων τὸ καθαρὰ μὲν ἡγεῖσθαι ταῦτα διὰ τὴν ἐξ αὐτῶν χρείαν, μυσάττεσθαι δὲ τῶν ἁγίων μαρτύρων τὰ σώματα καὶ τοὺς τάφους ὑπὸ Ἑλλήνων, φυλακτικὰ ὄντα ἀν θρώπων τῆς τῶν δαιμόνων ἐπιβουλῆς καὶ ἰαματικὰ νοσημάτων τῶν κατὰ τὴν τῶν ἰατρῶν τέχνην ὄντων ἀνιάτων; παρεικάζει δὲ ὁ κύ ριος τὴν τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν τάφοις κεκο νιαμένοις, ὅτι ὥσπερ τῇ αἰσθήσει τῶν ζώντων βδελυκτή ἐστι τῶν νεκρῶν σωμάτων ἡ δυσωδία καὶ ἡ ἀκαθαρσία, οὕτω καὶ ἡ ἐκείνων ἀνομία βδελυκτή ἐστι τῇ νοήσει τῶν εὐσεβῶν, τρόπον τινὰ οὖσα αὕτη ψυχῆς νέκρωσις καὶ δυσωδία καὶ ἀκαθαρσία. ὥσπερ γὰρ χωρισθείσης τῆς ψυχῆς τοῦ σώματος νεκρὸν τὸ σῶμα καὶ δυσῶδες 48 καὶ ἀκάθαρτον, οὕτω χωρισθέντος τοῦ φόβου τοῦ θεοῦ τῆς ψυχῆς νεκρὰ ὑπάρχει ἡ ψυχὴ καὶ δυσώδης καὶ ἀκάθαρτος. κατ' ἐναντίω σιν δὲ πράξας ὁ κύριος οὐδὲν οὔτε τῇ παλαιᾷ οὔτε τῇ καινῇ δείκνυται· οὐκ ἦν γὰρ ὑπὸ τὸν νόμον, ὅτε τοὺς ἐν τῇ ἐρωτήσει ἤγειρε νεκρούς· ἀπὸ γὰρ τοῦ βαπτίσματος ἤρξατο ὁ κύριος τῆς εὐαγγελικῆς πολιτείας, οὔσης ἔξωθεν τῆς τοῦ νόμου φυλακῆς. διὸ οὐκ ἐμιάνθη ἁψάμενος τοῦ νεκροῦ. κατὰ δὲ τὴν καινὴν ἐκεῖνα μόνα ἦν μιαντικὰ ἀνθρώπων, τὰ ἐκ τῆς καρδίας ἐξερχόμενα κακά. τὸ δὲ ἅπτεσθαι νεκροῦ οὐ μιαίνει τὸν ἄνθρωπον.

ΛΘʹ. Ἐρώτησις. Εἰ πεπλήρωτο ὁ οἶκος ἔνθα ὁ κύριος ἦν, ὁπηνίκα ὁ παράλυτος ἔμελλε θεραπεύεσθαι, καὶ διὰ τοῦτο ἠναγ κάσθησαν οἱ βαστάζοντες αὐτὸν καταλῦσαι τὴν ὀροφὴν καὶ δι' αὐτῆς καθεῖναι τὸν ἀσθενοῦντα, πῶς οἱ ἐν τῷ οἴκῳ ἠθροισμένοι ὄχλοι οὐκ ἐπλήγησαν, τῆς ὀροφῆς λυομένης; Ἀπόκρισις. Αἰσθανόμενοι οἱ ἐν τῷ οἴκῳ μελλούσης τῆς ὀροφῆς ἀποστεγοῦσθαι πάντως ὑπεχώρησαν· οὐ γὰρ οὕτως ἦσαν ἀνόητοι οἱ τὴν ὀροφὴν ἀποστεγοῦντες, ὥστε μὴ βοᾶν τοῖς ἐν τῷ οἴκῳ ὑποχωρεῖν, ἵνα μὴ πλήσσωνται· οὐδὲ γὰρ ὅλης τῆς ὀροφῆς ἦν χρεία ἀποστεγοῦσθαι, ἀλλὰ τόσον ὅσον ἤρκει εἰς τὴν ὑποχάλασιν τοῦ παραλύτου.

Μʹ. Ἐρώτησις. Εἰ ἑκάστῳ ἀνθρώπῳ ἄγγελος παρέπεται φύ λαξ, καθὼς ἡ θεία διδάσκει γραφή, οἱ δὲ ἄνθρωποι ποτὲ μὲν αὔξησιν, ποτὲ δὲ μείωσιν, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ καὶ τῶν λοι πῶν συμφορῶν, διὰ τὰς ἑαυτῶν πράξεις ὑπέμειναν, οἱ τούτων ἄγγελοι αὐξήσεως καὶ μειώσεως ὄντες ἀνεπίδεκτοι, ποίαν τότε 49 λειτουργίαν ἐπλήρουν, ἑκάστου τῶν ἀγγέλων παρὰ θεοῦ λειτουρ γίαν ἐξ ἀρχῆς εἰληφότος; Ἀπόκρισις. Οἱ μὲν ἄγγελοι πάντες, ἄρχοντές τε καὶ ἀρ χόμενοι, ἀεὶ λειτουργίαν ἐκπληροῦσι χρειώδη τοῖς ἀνθρώποις καὶ τοῖς διὰ τὸν ἄνθρωπον· οἱ δὲ λειτουργίαν εἰληφότες τὸ παρέπεσθαι τοῖς ἀνθρώποις φύλακες ἀεὶ μὲν αὔξονται, μειοῦνται δὲ οὐδέποτε· ἢ γὰρ παρέπονται τῷ συναμφοτέρῳ, ψυχῇ λέγω καὶ σώματι, ἢ παρέπονται τῇ ψυχῇ μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς, ἕως τοῦ καιροῦ