1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

60

ΡΝΖʹ. Ἐρώτησις. Εἰ μόνος ὁ Χριστὸς τὸν θεῖον νόμον ἀκριβῶς ἐξετέλεσε, πῶς ἐπορεύοντο ἐν τῷ νόμῳ ἄμεμπτοι ὅ τε Ζαχαρίας 145 καὶ ἡ Ἐλισάβετ, περὶ ὧν ταῦτα ὁ Λουκᾶς ἐμαρτύρησε, καὶ ὁ Παῦλος δὲ "κατὰ δικαιοσύνην τὴν ἐκ νόμου γενόμενος ἄμεμπτος"; Ἀπόκρισις. Ἄλλο τὸ ἄμεμπτον καὶ ἄλλο τὸ ἀναμάρτητον· ὁ μὲν γὰρ ἀναμάρτητος ἐκ παντὸς καὶ ἄμεμπτος, οὐκ ἔτι δὲ ὁ ἄμεμπτος ἐξ ἀνάγκης καὶ ἀναμάρτητός ἐστιν· ὁ γὰρ ἁμαρτάνων παρὰ τὸν νόμον συγγνωστὴν ἁμαρτίαν τῇ προσαγωγῇ τῶν θυσιῶν καὶ τῇ ἐξαγορεύσει τοῦ πταίσματος λαβὼν τὴν ἄφεσιν γίνεται καθαρὸς καὶ ἄμεμπτος "κατὰ τὴν ἐκ νόμου δικαιοσύνην"· ὁ δὲ Χρι στός, ἅτε ἀναμάρτητος ὢν καὶ οὐδαμῶς παραβὰς τὸν νόμον, οὔτε διεπράξατό τι διορθώσεως δεόμενον· ἐδέξατο δὲ καὶ τὸν βαπτιστὴν Ἰωάννην καὶ ἐβαπτίσθη ὑπ' αὐτοῦ, ἵνα πληρώσῃ πᾶσαν δικαιο σύνην, ἣν ὁ Παῦλος πρὸ τοῦ πιστεῦσαι τῷ Χριστῷ οὔπω ἦν δεξάμενος, ἐπεὶ οὐκ ἂν ἐδίωξε τὴν ἐκκλησίαν. διὰ τοῦτο οὖν ὁ Χριστὸς μόνος λέγεται ἀναμάρτητος εἶναι.

ΡΝΗʹ. Ἐρώτησις. Εἰ ὁ ἄγγελος τοῦ ἀνθρώπου ἀνώτερος καὶ θεοὺς τοὺς ἀνθρώπους ἡ γραφὴ ὀνομάζει, πῶς οὐχ ἁρμόττει καὶ τοὺς ἀγγέλους θεοὺς παρ' ἡμῶν ὀνομάζεσθαι; Ἀπόκρισις. Τῶν ἀγγέλων ὅσοι ἐν τάξει θεοῦ ὤφθησαν ἢ ἐλάλησαν τοῖς ἀνθρώποις, ἐσχήκασι καὶ αὐτοὶ τοῦ θεοῦ τὴν κλῆ σιν, ὡς ὁ λαλήσας τῷ Ἰακὼβ καὶ τῷ Μωσεῖ· ἐκλήθησαν δὲ καὶ οἱ ἄνθρωποι θεοί· ἑκατέροις δὲ διὰ τὴν ἐγχειρισθεῖσαν αὐτοῖς χρείαν ἐδόθη τοῦ θεοῦ ἡ τάξις καὶ ἡ προσηγορία. πληρωθείσης δὲ τῆς χρείας παύονται τοῦ καλεῖσθαι θεοὶ οἱ χρείας τινὸς ἕνε κεν εἰληφότες τοῦ θεοῦ τὴν κλῆσιν· ὅτε μὲν γὰρ ἐνεχείρισε τῷ ἀγ γέλῳ τὴν ἐπιστασίαν τοῦ λαοῦ, ἔφασκε τῷ Μωσεῖ περὶ αὑτοῦ· "μὴ ἀπειθήσῃς αὐτῷ, ὅτι ὄνομά μου κεῖται ἐπ' αὐτόν". ὅτε δὲ ἐνεχείρισε τοῖς ἄρχουσι τὴν κρίσιν τοῦ λαοῦ, φησὶ πρὸς αὐτούς· "δικαίαν κρίσιν κρίνατε, ὅτι κρίσις τοῦ θεοῦ ἐστιν". καὶ πάλιν 146 "ἐγὼ εἶπον θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες" πρὸς τοὺς αὐτοὺς ἔλεγεν, ἀντὶ τοῦ "δέδωκα ὑμῖν τὴν τιμὴν τὴν ἐμὴν καὶ τὴν τάξιν καὶ τὴν κλῆσιν. ὡς οὖν ἐμοῦ κρίνοντος, οὕτως κρίνατε τὸν λαόν".

ΡΝΘʹ. Ἐρώτησις. Εἰ ὑπεραναβέβηκε μὲν τὸ θεός, ὑποβέβηκε δὲ τὸ ἄνθρωπος, πῶς οὐκ ἀτάκτως ὁ ἄνθρωπος θεὸς προσηγόρευται; Ἀπόκρισις. Αὕτη ἡ ἐρώτησις οὔτε χριστιανῷ ἁρμόζει, οὔτε Ἕλληνι· καθ' ἑκάτερον δὲ εἰς τοὺς ὑποβεβηκότας μετενή νεκται τοῦ ὑπεραναβεβηκότος ἡ κλῆσις κατὰ τὴν ἑκάστου δόξαν. οὐ χρὴ δὲ ἐκ τῶν ὁμολογουμένων κατασκευάζειν τὴν ἀπορίαν, ἀλλ' ἐκ τῶν ἀμφιβόλων.

ΡΞʹ. Ἐρώτησις. Εἰ δι' ὧν ἡ σάρξ, διὰ τούτων καὶ τὸ αἷμα συνίσταται, διατί τὴν μὲν βρῶσιν τῆς τῶν ζῴων σαρκὸς ὁ θεὸς ἐπιτρέπει, τὴν δὲ σὺν τῷ αἵματι ἀπαγορεύει μετάληψιν, "πλὴν κρέας" λέγων "ἐν αἵματι μὴ φάγεσθε"; Ἀπόκρισις. Ἵνα καὶ ἐν τούτῳ χωρίσῃ ἡμᾶς ὁ θεὸς τῆς τῶν θηρίων ὁμοιότητος, τῶν σὺν τῇ βρώσει τῆς σαρκὸς λαπτόντων καὶ τὸ αἷμα ὧν τὰς σάρκας ἐσθίουσι.

ΡΞΑʹ. Ἐρώτησις. "Καιρὸς τοῦ λαλῆσαι καὶ καιρὸς τοῦ σιγῆσαι" φησὶν ὁ Σολομών· ἐγὼ δέ, ὁρῶν ἐμαυτὸν ἔξω καὶ τοῦ καιροῦ καὶ τῶν λόγων φερόμενον, ὅμως ἓν ἔτι τοῖς ζητήμασι προσενείρας τοῦ ἐπερωτᾶν καταπαύσω. τὸ δέ ἐστιν, εἰ ὁ θεὸς ἐπὶ τῶν ἀληθῆ τὴν ἔκβασιν ἐσχηκότων καὶ διὰ τῶν παρ' Ἕλλησι μάντεων τὸ μέλλον ἔσεσθαι προεμήνυσεν, ἡνίκα Ἕλληνες πρὸς Ἕλληνας διεμάχοντο, πολλάκις κατὰ χρησμὸν πράξαντές τι ὧν ἡ θεία γραφὴ τὴν 147 πρᾶξιν ἀπηγόρευσε, τῶν ἐν τῇ ιζʹ πεύσει κειμένων δεινῶν ἀπηλλά γησαν; οἷον ἐπὶ μὲν πολέμου, ὡς ὅταν οἱ ἑπτὰ ἐπὶ Θήβας ἄρδην μὲν καταστρέφειν τὴν προρρηθεῖσαν ἤμελλον πόλιν, μαντευσαμένου δὲ Τειρεσίου ὁ Μενοικεὺς κατὰ τὸ δοκοῦν τῇ μαντεία ἑαυτὸν ἑτοίμως κατέσφαξεν, καὶ οὕτως κατὰ τὴν πρόρρησιν τῆς μαντείας ἡ μὲν πόλις ἐσώθη, οἱ δὲ πολέμιοι ὑπὸ τῶν ἐν τῇ πόλει ἀνῃρέθησαν. καὶ τοῦτο μὲν περὶ τῶν ἐν πολέμοις τροπαίων ἓν ἐκ πολλῶν ἡμῖν εἴρηται. Ἀπόκρισις. Ὁ πρὸς τὴν λύσιν τῶν