1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

32

ἐπιείκειαν, οὔτε ἡ ἐπιείκεια ἀναιρεῖ τὴν αἴσθησιν τῆς χαρᾶς, ἀλλὰ δι' ἑκατέρας ἑκατέρα φυ λάττεται.

ΠΓʹ. Ἐρώτησις. Ἐπειδή τινες περὶ τῆς τοῦ κόσμου συστάσεως ἔφασαν στοχαζόμενοι ὡς ἑξακισχίλια ἔτη μόνα συστήσεται, εἰ 79 ἀληθὲς τοῦτο δι' ὑποδειγμάτων ἐναργῶν ἐπιδείκνυται εἴ τε ἐκ τῆς θείας γραφῆς καὶ εἰ ἄδηλον, μάθωμεν. Ἀπόκρισις. Ἔνεστι διὰ πολλῶν γραφικῶν φωνῶν τεκμήρασθαι ἀληθεύειν τοὺς λέγοντας ἑξακισχίλια ἔτη εἶναι τὸν χρό νον τῆς παρούσης τοῦ κόσμου συστάσεως, ποτὲ μὲν λέγουσα "ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ", ποτὲ δὲ "εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε", ποτὲ δὲ "ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου". πᾶσαι δὲ αἱ τοιαῦται φωναὶ ἐν τῇ ἕκτῃ ἐρρέθησαν χιλιάδι, ἐν ᾗ ἐσμεν.

Π∆ʹ. Ἐρώτησις. Εἰ τότε ἄφθονος δείκνυται ἕκαστος, ὅτε, ὅπερ ἐπίσταται καὶ δύναται καλὸν ποιεῖν, τοῖς πλησίον χαρίζεται, πῶς οὐ φθονερὸς ὁ θεὸς πάντας δυνάμενος ποιῆσαι θεοὺς καὶ μὴ ποιή σας; ἐπεὶ δὲ καλὸν τὸ θεός * εἰ δὲ μὴ φθονερός, πῶς οὐκ ἀδυνα μίᾳ τοῦτο οὐκ ἐποίησε; δυοῖν γὰρ θάτερον ὑποπτεύειν ἀνάγκη. Ἀπόκρισις. Πολύτροπός τίς ἐστιν ἡ ἐν ταύτῃ τῇ ἐρωτήσει περιεχομένη ἀτοπία· ἐν αὐτῇ γὰρ συντέτακται τοῖς κτίσμασιν ὁ θεός, τοῖς ἀφθόνως χαριζομένοις τοῖς πλησίον ἃ δύνανται ποιεῖν ἢ ἐπίστανται καλά· τὸ γὰρ πλησίον θεοῦ, οὐ χρῄζει θεοῦ εἰς παροχήν· ἔχει γὰρ πρὸς αὐτὸν ἐν ἅπασι τὸ ἴσον. ἔτι δέ, εἰ θεοὺς μόνον ἐποίει ὁ θεός, τὸν κόσμον οὐκ ἂν ἐποίει· ἀναγ καίως γὰρ χρῄζει ὁ κόσμος τῶν μερῶν τῶν καθυπέρβασιν καὶ ὑπόβασιν οὐσίας ἀλλήλων διαφερόντων· ἔτι δέ, εἰ τῶν ἀδυ νάτων γίνεται οὐδέν, ἀδύνατον δὲ γενέσθαι θεόν-ἄκτιστος γὰρ καὶ ἀποίητος ὁ θεός-, πῶς οὐκ ἔστιν ἄλογον τότε λέγειν τὸν θεὸν ἄφθονον, ὅτε τὰ μὴ ἐνδεχόμενα ποιεῖ; ἔτι δὲ καλόν ἐστιν ὁ θεός, ὅτι ἄκτιστός ἐστι καὶ κτίστης. οὐδὲν δὲ τῶν κτιστῶν 80 κατ' οὐσίαν δύναται γενέσθαι ἄκτιστον, τουτέστι θεός, ἔοικε δὲ αὕτη ἡ ἐρώτησις τῷ λέγοντι λόγῳ "καλός ἐστιν ὁ ὀφθαλμὸς καὶ τιμιώ τερος τῶν ποδῶν". ἀλλ' εἰ ἄφθονός ἐστιν ὁ θεός, διατί οὐκ ἐποίησε τοὺς πόδας ὀφθαλμούς; συνάγει γὰρ καὶ ὁ λόγος οὗτος τὴν αὐτὴν ἄλογον ἀτοπίαν, τὸ ἢ διὰ φθόνον ἢ δι' ἀδυναμίαν μὴ πεποιη κέναι τὸν θεὸν τοὺς πόδας ὀφθαλμούς.

ΠΕʹ. Ἐρώτησις. Εἰ τότε καλὸν φαίνεται τὸ καλόν, ὅτε συγκρί νεται τῷ κακῷ, καλὸν δὲ ὁ κόσμος, δῆλον ὅτι κακὸν ὁ μὴ κό σμος, τουτέστι τὸ πρὸ κόσμου. καὶ εἰ μὲν ἀμφότερα ἐκ θεοῦ, τουτέστι τὸ πρὸ κόσμου καὶ ὁ κόσμος, πῶς οὐχ ἑκάτερα ἐξ αὐ τοῦ, τουτέστι τὸ καλὸν καὶ τὸ φαῦλον; εἰ δὲ θάτερον μὲν ἐξ αὐτοῦ, ἕτερον δὲ οὐκ ἐξ αὐτοῦ, πῶς οὐκ ἔστιν αὐτόματον καὶ μὴ ὑπ' αὐτὸν τὸ μὴ ἐξ αὐτοῦ; πῶς δὲ ἀληθεύει ὁ λέγων, "ὅτι ἐξ αὐτοῦ τὰ πάντα"; ἐν γὰρ τοῖς πᾶσι καὶ τὰ πρώην οὐκ ὄντα καὶ νῦν ὄντα περιέχεται. Ἀπόκρισις. Τὸ κακὸν οὐδὲν ἕτερόν ἐστι παρὰ τὴν ἐκ τροπὴν τοῦ καλοῦ. διὸ ὕστερον τοῦ καλοῦ τὸ κακόν· ἐκτροπὴ γάρ ἐστι τοῦ καλοῦ· ἀλλ' εἰ τοῦτο, δῆλον ὅτι οὐκ ἐκ τῆς συγ κρίσεως τοῦ καλοῦ τὸ κακὸν φαίνεται κακόν, ἀλλ' ἐκ τῆς οἰκείας φύσεως. τὸ δὲ πρὸ τοῦ κόσμου μὴ ὄν, πάντῃ οὐκ ὂν ἦν· καὶ τὸ πάντῃ μὴ ὄν, οὔτε καλόν ἐστιν οὔτε κακόν. διὸ τῷ οὕτω μὴ ὄντι οὐδὲν συγκρίνεται. ἔτι δὲ τὸ πάντῃ μὴ ὂν οὔτε ἐκ θεοῦ οὔτε ἐξ ἄλλου οὔτε αὐτόματόν ἐστι. πρὸ τοῦ κόσμου οὖν οὐδὲν ἕτερον ἦν, πλὴν θεοῦ. τοίνυν τῆς συγκρίσεως τῶν ὄντων οὔσης πρὸς τὰ ὄντα, οὐκ ἄρα συγκρίνεται ὁ κόσμος τῷ μὴ κόσμῳ, οὐδὲ ἐν τῷ κόσμῳ περιέχεται τὸ μὴ κόσμος· τὸ γὰρ μὴ κόσμος οὐδέν ἐστι, τὸ δὲ περιεχόμενον ὄν ἐστι. καὶ ὅτε λέγομεν ἐκ τοῦ μὴ ὄντος 81 τὸν θεὸν πεποιηκέναι τὰ ὄντα, οὐ θέσιν τοῦ ὄντος διδόαμεν τῷ μὴ ὄντι, ἀλλὰ τὴν παντελῆ ἀναίρεσιν τοῦ ὄντος.

Πςʹ. Ἐρώτησις. Εἰ διὰ τὸ νενικῆσθαι τὸν ἑλληνισμὸν ὑπὸ τοῦ χριστιανισμοῦ ἐλπίδα οὐκ ἔχει ὁ ἑλληνισμὸς ἀνακλήσεως, πῶς πάλαι ὑπὸ τοῦ ἑλληνισμοῦ νικηθεῖσα ἡ ἀληθὴς θεοσέβεια νυνὶ τὴν ἀνάκλησιν δέδεκται; ὅτι γὰρ πρὸ τῆς πλάνης