1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

59

ἐνταφιαζομένου μετὰ τὸν θάνατον αὐτοῦ ποιεῖ, ἡ δὲ μακαρία Μαρία πρὸ τοῦ θανάτου ἐμύρισε τοῦ κυρίου τὸ σῶμα-κατὰ τὸ εἰρημένον· "ὃ ἐποίησε" φησίν "αὕτη, πρὸς ἐνταφιασμὸν ἐποίησε· προλαβοῦσα ἐμύρισέ μου τὸ σῶμα". τὸ δὲ "προλαβοῦσα", ἀντὶ τοῦ "πρὸ τοῦ δέοντος καιροῦ ἐμύρισέ μου τὸ σῶμα"-, διὰ τοῦτο οὐδὲν γίνεται κατὰ ἐναντίωσιν, ἀλλὰ τὸ ἐπὶ τοῦ κυρίου γεγονὸς πρὸ τοῦ καιροῦ τοῦτο ἐπὶ τῶν βαπτιζομένων γίνεται ἐν τῷ δέοντι καιρῷ. χριόμεθα δὲ τῷ μὲν ἐλαίῳ, ἵνα γινώμεθα χριστιανοί, τῷ δὲ μύρῳ πρὸς ἀνάμνησιν τοῦ τὴν χρῖσιν τοῦ μύρου ἐνταφιασμὸν αὐτοῦ λογισαμένου, καὶ τύπῳ μὲν ἐπὶ τοῦ παρόντος, ἀληθείᾳ δὲ ἐπὶ τοῦ μέλλοντος εἰς τὴν κοινωνίαν τῶν τε ἑαυτοῦ παθημάτων καὶ τῆς δόξης τοῦ ἡμᾶς καλεσαμένου σωτῆρος Χριστοῦ. 143

ΡΝΕʹ. Ἐρώτησις. Εἰ δίκαιός ἐστιν ὁ τὸν ἡμαρτηκότα ὑπὲρ ὧν ἥμαρτε τιμωρούμενος, πῶς δίκαιος ὁ θεὸς ὁ τοσοῦτον λαὸν διὰ πταίσματα θανατώσας ἑτέρων; λέγω δὲ πταίσαντας τὸν Ἰωνάθαν καὶ τὸν ∆αυίδ, τὸν μὲν ἐξ ἀγνοίας λύσαντα τὴν νηστείαν τῇ γεύσει τοῦ μέλιτος, τὸν δὲ προπετῶς τὸν λαὸν ἀριθμήσαντα. εἰ δέ τις λέγοι, ὡς τῶν ὑπηκόων ὁ θάνατος ἐπὶ τιμωρίᾳ τῶν ἀρχόντων ἐγίνετο, πῶς οὐκ ἀδικεῖ τοὺς ἀναιτίους ὑποβάλλων κολάσεσιν; ἐναντιοῦται δὲ καὶ τῇ λεγούσῃ γραφῇ, ὅτι "ψυχὴ ἡ ἁμαρτήσασα, αὐτὴ ἀποθανεῖται. Ἀπόκρισις. Ὅτι δὲ πικροτάτη ἐστὶ τιμωρία τῶν ἡμαρτηκότων βασιλέων ἡ πτῶσις τοῦ λαοῦ, δηλοῖ αὐτὸς ὁ μακάριος ∆αυίδ, δεόμενος τοῦ θεοῦ εἰς αὑτόν τε καὶ εἰς τὸν οἶκον αὐτοῦ ἀπὸ τοῦ λαοῦ μεταγαγεῖν τὴν πληγήν· σάλος γάρ ἐστι τῆς βα σιλείας ἡ μείωσις τῶν βασιλευομένων. ὡσαύτως δὲ καὶ ὁ Σαοὺλ ἔμελλεν ἀναιρεῖν τὸν υἱὸν αὑτοῦ Ἰωνάθαν, ἵνα τῇ ἀναιρέσει αὐτοῦ τὴν πληγὴν ἰάσηται τοῦ λαοῦ, εἰ μὴ φθάσας ὁ λαὸς ὤμοσε μὴ ἀποθανεῖν τὸν Ἰωνάθαν. καὶ ὡς σύγκειται ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος, οὕτως καὶ ἡ βασιλεία σύγκειται ἐκ τοῦ βασιλέως καὶ τῶν βασιλευομένων. καὶ ὥσπερ ἁμαρτήσας ὁ ἄνθρωπος ἁμαρ τήματα διὰ χειρὸς καὶ τυπτηθεὶς εἰς τὸν νῶτον οὐκ ἀδικεῖ ὁ τυπτήσας αὐτόν, οὕτως οὐκ ἀδικεῖ ὁ θεὸς ἐπὶ τοῖς τῶν βασι λέων πταίσμασι τὸν λαὸν τιμωρούμενος· μεγάλως γὰρ οἶδεν ἀνιᾶν τοὺς βασιλεῖς ἡ πληγὴ τοῦ λαοῦ· τῆς γὰρ βασιλείας ἐστὶ τιμωρία ἡ πληγὴ τοῦ λαοῦ.

ΡΝςʹ. Ἐρώτησις. Εἰ κληρονόμον ἑαυτὸν ὁ Χριστὸς ὀνομάζει, τοῦτον δὲ κατὰ τὴν παραβολὴν οἱ γεωργοί, τουτέστιν οἱ Ἰουδαῖοι ἐπέγνωσαν, καὶ τῆς γεωργίας δεσπόται γενέσθαι ποθήσαντες ὡς 144 κληρονόμον τὸν Χριστὸν ἀπέκτειναν, πῶς αὐτὸς ὁ Χριστὸς καὶ ὁ ἀπόστολος Παῦλος τοῦ τολμήματος αὐτοῖς ἐμαρτύρησαν ἄγνοιαν, ὃ μὲν λέγων αὐτοῖς "ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν", ὃ δὲ φάσκων "εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν"; Ἀπόκρισις. ∆ιχῶς ἡ ἄγνοια νοεῖται· ἢ γὰρ μὴ βουλόμε νός τις ἀγνοεῖ, ὅταν πράγματα ὁδηγοῦντα εἰς γνῶσιν οὐκ ἔχει, ἢ βουλόμενος ἀγνοεῖ, ὅταν πράγματα μὲν ἔχῃ ὁδηγοῦντα εἰς γνῶ σιν, μὴ βουλόμενος δὲ γνῶναι. ταύτην δὲ τὴν βουλητὴν ἄγνοιαν οἶδεν ἡ θεία γραφὴ ποτὲ μὲν ἄγνοιαν ποτὲ δὲ γνῶσιν ὀνομάζειν· ἄγνοιαν μέν, ὡς ὅταν λέγῃ "οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου"· γνῶσιν δέ, ὡς ὅταν λέγῃ "καὶ ἐμὲ οἴδατε καὶ πόθεν εἰμὶ οἴδατε", ἀντὶ τοῦ "δύνασθε ἀφ' ὧν ἐργάζομαι γνῶναι τῆς τε ὀνομασίας τῆς ἐμῆς καὶ τῶν λόγων μου τὴν ἀλήθειαν"· ψευδό μενος γὰρ οὐ δύναται τοιαῦτα ἔργα ποιεῖν. τὸ δὲ ὑπὸ τῶν γεωρ γῶν γνωρισθῆναι τὸν κληρονόμον, καθὸ ἐθεάσαντο αὐτὸν ὑπὲρ πάντα εἶναι ἄνθρωπον ἐν τῇ παρούσῃ ζωῇ, τοῖς ἔργοις οἷς ἐποίει καὶ τῇ κλήσει τοῦ υἱοῦ κατὰ τὴν ὑποτύπωσιν τῆς παραβολῆς. ὅτι δὲ μετὰ τὸ ἀποθανεῖν αὐτὸν ἀνίστησιν αὐτὸν ὁ θεὸς ἐκ τῶν νεκρῶν εἰς ἀθάνατον ζωήν, καὶ τίθησιν αὐτὸν κληρονόμον, οὐκ ἔγνωσαν· οὔτε γὰρ ἡ ὑποτύπωσις τῆς παραβολῆς εἶχε τούτου τὴν ἔμφασιν. κατὰ ταύτην οὖν τὴν ἄγνοιαν εἶπεν ὁ σωτήρ· "πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν". ὡσαύτως δὲ καὶ ὁ ἀπόστολος· "εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν".