1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

47

ἐχρήσατο δὲ ὁ ἀπόστολος τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι πρὸς πίστω σιν τῆς τῶν νεκρῶν ἀναστάσεως, ἵνα κατὰ ἀναλογίαν πιστώσηται τῆς ἀναστάσεως τὸν λόγον, ὅτι, ὥσπερ οὐκ ἀπιστοῦμεν τὴν βλά στησιν τοῦ σπέρματος ὁρῶντες ἐν τῇ γῇ ἀποθανόντος καὶ ἀποβε βληκότος τοῦ σπέρματος τὴν φύσιν, οὕτως οὐκ ὀφείλομεν ἀπιστεῖν τῶν νεκρῶν τὴν ἀνάστασιν· ὁ γὰρ θεὸς ὁ δεδωκὼς τῇ φύσει τὸ διὰ τοῦ θανάτου τοῦ σπέρματος ἐργάσασθαι τὴν βλάστησιν, πολλῷ μᾶλλον αὐτὸς δύναται ἐκ τοῦ θανάτου ἐγεῖραι τοὺς νεκρούς.

ΡΚΓʹ. Ἐρώτησις. Εἰ τὴν βασιλείαν τοῦ Ἰσραὴλ δόξαν καὶ τρυφὴν καὶ ἄνεσιν ἐπίγειον οἱ ἀπόστολοι ὑπελάμβανον, καθά τινες ἔφασαν, διατί ὁ κύριος περὶ ταύτης παρ' αὐτῶν ἐρωτώμενος οὐ μόνον αὐτοὺς οὐ διωρθώσατο, ἀλλὰ καὶ ἐπέσφιγξεν αὐτῶν τὴν ἄγνοιαν, φήσας πρὸς αὐτούς· "οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἐν τῇ ἰδίᾳ ἔθετο ἐξουσίᾳ"; αὕτη δὲ ἡ ἀπό κρισις βεβαιοῖ τὴν ἐκείνων ἐρώτησιν. Ἀπόκρισις. Καὶ τοῦτο ἕν ἐστι τῶν πρὸ τῆς ἐπιφοιτή σεως τοῦ ἁγίου πνεύματος μὴ δυναμένων γνωσθῆναι ὑπὸ τῶν ἀποστόλων, κατὰ τὸ γεγραμμένον "πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνο ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλή 116 θειαν". μαθόντες δὲ ὑπὸ τοῦ πνεύματος τὸ "τὴν κοιλίαν καὶ τὰ βρώματα ὁ θεὸς καταργεῖ", ἐκ τῆς ἰουδαϊκῆς ὑπολήψεως εἰς τὴν ἔννοιαν μετηνέχθησαν, τὴν πρέπουσαν τῇ καταστάσει τῶν ἀνιστα μένων ἐκ τῶν νεκρῶν, ἐν ᾗ οὔτε βρῶσις οὔτε πόσις οὔτε γάμος, ἀλλ' ἰσάγγελοι ἔσονται οἱ τῆς ἀναστάσεως υἱοί. τὸ οὖν "οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ", οὐκ ἔχει σχῆμα βεβαιωτικὸν τῶν ἐρωτησάντων ἐν τῇ κατὰ ἄγνοιαν ὑπολήψει, ἀλλ' ἀπωστικὸν ἀμφοτέρων, τῆς τε κατὰ τὸν χρόνον καὶ τῆς κατὰ τὸν τόπον ὑπολήψεως τῶν ἐρω τησάντων. δηλοῖ δὲ καὶ ὁ ἀπόστολος Παῦλος τὸν τρόπον ἐκείνης τῆς καταστάσεως ἐν οἷς λέγει· "ἡ βασιλεία τοῦ θεοῦ οὐκ ἔστι βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύ ματι ἁγίῳ".

ΡΚ∆ʹ. Ἐρώτησις. Εἰ τέλειον τότε νοοῦμεν τὸ τέλειον, ὅτε πάντα κέκτηται τέλεια, τέλειον δὲ ἄκρως τὸ καθοτιοῦν προσθήκην ἢ αὔξησιν μὴ δεχόμενον, πῶς ὁ θεὸς μὲν προϋπάρχων τῆς κτί σεως, ὕστερον δὲ τὴν κτίσιν ποιησάμενος, οὕτω θεὸς τὸ δημιουρ γὸς ὄνομά τε καὶ πρᾶγμα προσέλαβε καὶ ἐκ τοῦ θεὸς εἰς τὸ καὶ δημιουργὸς εἶναι τὴν αὔξησίν τε καὶ τὴν γένεσιν δέδεκται; Ἀπόκρισις. Ἄλλο τὸ αὐτὸ εἶναι καὶ ἄλλο τὸ ἄλλου εἶναι, ἄσχετον μὲν τὸ αὐτὸ εἶναι, σχετικὸν δὲ τὸ ἄλλου εἶναι. ἐπειδὴ οὖν τὸ τέλειον τοῦ θεοῦ ἐν τῷ αὐτὸ εἶναι, διὰ τοῦτο οὐκ αὔξει αὐτὸν τὸ ἄλλου εἶναι. καὶ καθάπερ τὸ ἀρχὴν εἶναι ἀριθμοῦ οὐδὲν συν τελεῖ τῷ ἑνὶ πρὸς τὴν αὐτοῦ τελειότητα, -καὶ γὰρ μὴ ὄντος αὐτοῦ ἀρχῆς ἀριθμοῦ τέλειον ἦν, καὶ γενομένου αὐτοῦ ἀρχῆς ἀριθμοῦ οὐκ ηὐξήθη-οὕτω καὶ ὁ θεὸς πρὸ τῆς κτίσεως ἦν τέλειος καὶ μετὰ τὴν κτίσιν οὐκ ηὐξήθη. οὐδὲν οὖν τῶν διὰ τῆς κτίσεως αὔξει θεόν- "σὺ γάρ φησιν ὁ αὐτὸς εἶ"-, ἀλλὰ τὴν 117 σχέσιν ἣν ἔχει πρὸς τὴν κτίσιν πολυτρόπως ("σφόδρα", φησίν, "ὑπε 117 ρυψώθης ὑπὲρ πάντας τοὺς θεούς"), καὶ γὰρ ὡς πατὴρ καὶ δεσπό της καὶ κριτὴς καὶ ποιμὴν καὶ τὰ τούτοις ὅμοια. καὶ καθάπερ μὴ ποιήσας ὁ θεὸς πλείονας κόσμους, οὓς ἠδύνατο καὶ δύναται ποιεῖν, οὐκ ἀτελὴς ἐδείχθη ἡ αὐτοῦ τελειότης, οὕτω καὶ ἕνα ποιήσας κόσμον οὐκ ηὐξήθη ἐκ τούτου ἡ αὐτοῦ τελειότης εἰς τὸ ὑπερτέλειον. εἰ δὲ μὴ ποιήσας πλείονας κόσμους οὐκ ἐμειώθη, οὐδ' ἂν ποιήσας ἕνα κόσμον ηὐξήθη.

ΡΚΕʹ. Ἐρώτησις. Εἰ τὸ εἶναί τι δυνάμει τοῦ εἶναι τοῦτο ἐνερ γείᾳ καθέστηκεν ἔλαττον, πῶς ὁ τοῦ κόσμου ποιητής, πρὸ τῆς τοῦ κόσμου ποιήσεως ποιητὴς ὢν τοῦ κόσμου δυνάμει καὶ οὐκ ἐνερ γείᾳ, τῷ τῆς ἐλαττώσεως οὐχ ὑποπίπτει ὀνόματι; Ἀπόκρισις. Ὧν ἡ δύναμις τῆς ἐνεργείας φυσικῇ τινι ἀνάγκῃ ἀφέστηκε, τούτων ἡ δύναμις ἔλαττον τῆς ἐνεργείας κα θέστηκεν· οὗ δὲ ἡ δύναμις τῆς ἐνεργείας οὐ